JGR III 5.6Imp. Michaelis Palaeologi aurea bulla pro firmanda pace cum Venetis '. (A. 1265.)
Abrir no leitor do IusCommune →0
pr.Ἐπεὶ ὁ εὐγενέστατος δοὺξ βενετίας καὶ ἐξουσιαστής χορβατίας δαλματίας καὶ τῶν ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ λοιπῶν χωρῶν τε καὶ νησίων κῦρις ῥαινέριος ντζένος μετὰ καὶ τῆς μικρᾶς καὶ μεγάλης βουλῆς τοῦ κουμουνίου αὐτῶν καὶ συναινέσεως καὶ γνώμης τοῦ τοιούτου κουμουνίου παντὸς τῆς βενετίας ἐκλεξάμενος ἀποκρισιαρίους τοὺς δύο εὐγενεῖς ἄνδρας καὶ πρωτοσυμβούλους, τόν τε σὺρ ἰάκωβον δελφῖνον καὶ τὸν σὺρ ἰάκωβον κονταρῖνον, ἀπέστειλεν εἰς τὴν βασιλείαν μου, ὥστε συντυχεῖν καὶ τρακταΐσαι περὶ ἀγάπης, καὶ πληρῶσαι τούτους ταύτην μετὰ τῆς βασιλείας μου ὡς πληρεστάτους ἀποκρισιαρίους καὶ ἔχοντας τὴν ἐξουσίαν καὶ τὸ θέλημα ἅπαν τοῦ εὐγενεστάτου δουκὸς βενετίας καὶ τοῦ κουμουνίου αὐτῶν ἀνατεθειμένον εἰς αὐτοὺς, καὶ τὸ παρ᾿ αὐτῶν γεγονὸς καὶ ἀφιερωθὲν μετὰ τῆς βασιλείας μου στερχθῆναι καὶ βεβαιωθῆναι καὶ δεχθῆναι παρὰ τοῦ διαληφθέντος εὐγενεστάτου δουκὸς βενε τίας κυροῦ ῥαινερίου ντζένου καὶ τῆς μικρᾶς καὶ μεγάλης βουλῆς τῆς βενετίας καὶ παντὸς τοῦ κουμουνίου αὐτῆς, καὶ πολλῶν συντυχιῶν γενομένων καὶ τρακταϊσμῶν μετ᾿ αὐτῶν, συνῆλθεν ἡ βασιλεία μου καὶ συνεβιβάσθη εἰς τὸ ποιῆσαι καὶ πληρῶσαι τὴν μετ᾿ αὐτῶν ἀγάπην ἐπὶ τοῖς κεφαλαίοις τοῖς κατωτέρω ῥηθησομένοις· ὀμνύει ἡ βασιλεία μου εἰς τὰ ἅγια τοῦ θεοῦ εὐαγγέλια καὶ εἰς τὸν τίμιον καὶ ζωοποιὸν σταυρὸν, ἵνα ἀπὸ τῆς σήμερον ἡμέρας, ἥτις ἐστὶν ὀκτωκαιδεκάτη τοῦ παρόντος ἰουνίου μηνὸς τῆς ὀγδόης ἰνδικτιῶνος, ἔχῃ μετὰ τοῦ εὐγενεστάτου δουκὸς βενετίας καὶ τῆς μικρᾶς καὶ μεγάλης βουλῆς αὐτῶν καὶ παντὸς τοῦ κουμουνίου τῆς βενετίας ἀγάπην καθαρὰν καὶ ἀδολίευτον οὕτως· Ἵνα μετὰ τὸ συνδεθῆναι αὐτοὺς εἰς ἀγάπην μετὰ τῆς βασιλείας μου οὐ μὴν ποιήσωσιν οὗτοι μετὰ ἄλλου γένους ἀγάπην κατὰ τῆς βασιλείας μου· ἀλλ᾽ οὐδὲ ἐὰν ἐπιχειρήσῃ τὶς ἄλλος, ἢ ἀπὸ τῶν νῦν κρατουμένων εἰς φιλίαν τῆς βενετίας, καὶ ὁρμήσῃ κατὰ χώρας τῆς βασιλείας μου, ἢ ὁ κύριος πάπας, ἢ ὁ ῥὴξ φραγγίας, ἢ ὁ ῥὴξ σικελίας, ἢ ὁ ῥὴξ καστέλλας, ἢ ὁ ῥὴξ ἰγκλινίας, ἢ ὁ ῥὴξ ῥαγούνας, ἢ ὁ αὐτάδελφος τοῦ ῥηγὸς φραγγίας ὁ κόντος κάρουλος ἢ ἕτερος ῥὴξ καὶ κόντος, ἢ τὸ κουμούνιον τῆς γενούας, ἢ τὸ κουμούνιον τῆς πίσσης, ἢ τὸ κουμούνιον τοῦ ἀγκῶνος ἢ ἕτερον κουμούνιον, ἢ ἁπλῶς εἰπεῖν χριστιανός τις ἢ ἀσεβὴς ἀλλογενὴς ὁρμήσῃ κατὰ χώρας τῆς βασιλείας μου ἢ κάστρου ἢ φοσσάτου αὐτῆς, ἵνα συνέλθῃ ὁ εὐγενέστατος δοὺξ βενετίας μετ᾿ αὐτῶν ἢ τὸ κουμούνιον τῆς βενετίας ἢ τῶν καραβοκυρίων τὶς ἢ τῶν ἀρχόντων τῆς βενε· τίας εἰς μάχην κατὰ τῆς χώρας τῆς βασιλείας μου ἢ κατὰ κάστρου ἢ φοσσάτου αὐτῆς, ἢ λόγοις ἢ βουλαῖς ἢ ἔργοις ἢ χρήμασιν, ἢ ἵνα ναυλώσωσιν αὐτοῖς ξύλα εἰς τὸ ἐλθεῖν ἢ ἀπὸ τοῦ κουμουνίου κοινῶς ἢ ἀπὸ πραγματευτῶν ἰδικῶς καὶ ἀρχόντων τῆς βενετίας, ὥστε λαβεῖν ναῦλον ἢ τὸ κουμούνιον τῆς βενετίας ή τινας τῶν πραγματευτῶν ἢ τῶν καραβοκυρίων καὶ διακομίσαι ἐχθροὺς εἰς τὴν χώραν τῆς βασιλείας μου. εἰ δὲ τινες ῥῆγες ἢ πρίγκιπες ἢ κόντοι ἢ βαρούνιοι μετὰ φοσσάτου ζητήσουσι διαπερᾶσαι ἐπὶ τῷ ἀπελθεῖν εἰς τὸν τοῦ κυρίου τάφον ἢ ἀλλαχοῦ, πρῶτον ἵνα ζητῇ ὅρκον ἐξ αὐτῶν ὁ δοὺξ βενετίας καὶ τὸ κουμούνιον, ὅτι οὐ μὴν ἔλθωσι κατὰ χώρας τῆς βασιλείας μου, καὶ οὕτως ἵνα παραχωρῶσιν αὐτοῖς ἀπελθεῖν ἔνθα βούλονται εἰς τὴν δουλείαν αὐτῶν· εἰ δ᾽ ἴσως περεγρῖνοί τινες θελήσουσι διαπερᾶσαι δέκα ἢ εἴκοσι τὸν ἀριθμὸν, οὐ μὴν ἀπαιτῇ ἐξ αὐτῶν ὅρκον ὁ δοὺξ βενετίας καὶ τὸ κουμούνιον. Ἵνα οἱ πραγματευταὶ τῆς χώρας τῆς βασιλείας μου οἱ μέλλοντες ἀπέρχεσθαι εἰς βενετίαν, ποιῶσι τὰς δοκούσας αὐτοῖς πραγματείας καὶ διδῶσι τὸ κομμέρκιον κατὰ τὴν συνήθειαν τῆς βενετίας, καὶ ἐξωνῶνται τὰ δοκοῦντα αὐτοῖς ἀνεμποδίστως. Ἵνα τὰς χώρας, ἃς κρατεῖ ἀρτίως ἡ βενετία, τὴν κορώνην καὶ τὴν μεθώνην, ἔχῃ πάλιν καθὼς ἔχει αὐτάς. ἵνα ἔχῃ τὴν νῆσον κρήτην, καὶ ὅσοι ἄνθρωποι τῆς βασιλείας μου εὑρίσκονται ἐκεῖσε, ἵνα ἐπάρῃ αὐτοὺς ἡ βασιλεία μου καὶ οὐ μὴν μεταχειρισθῇ ταύτην ἡ βασιλεία μου. τὰ νησία τοῦ αἰγαίου πελάγους, ὅσα εἶχεν εἰς εἴσοδον ὁ δοὺξ βενετίας, ἵνα πάλιν ἔχῃ ταῦτα, ὅσα δὲ ἦσαν ὑπὸ τὴν βασιλείαν καὶ τὸ πριγκιπάτον, ὅτε οἱ λατῖνοι ἦσαν ἐγκρατεῖς τῆς κωνσταντινου - πόλεως, ἵνα θεοῦ εὐδοκοῦντος γένωνται ὑπὸ τὴν βασιλείαν μου καὶ τοὺς κληρονόμους καὶ διαδόχους αὐτῆς καὶ τὴν ῥωμανίαν. εἰς τὸν εὔριπον ἵνα ἔχωσιν, εἴ τι ἔχουσι σήμερον. Ἵνα δώσει αὐτοῖς ἡ βασιλεία μου εἰς τὸν ἁλμυρὸν τόπον εἰς κάθισμα, καὶ ποιήσωσιν ἐν αὐτῷ ἀναπαύσεις. ἐπεὶ δὲ ἔχει ἡ βασιλεία μου μάχην μετὰ τοῦ εὐρίπου, καὶ εὑρίσκονται ἐν αὐτῷ βενέτικοι, ἵνα ἔχῃ ἡ βασιλεία μου κατακεκρατημένην τὴν σκάλαν τοῦ ἁλμυροῦ, ὅπως μὴ ἐπαίρωσιν ἀπὸ τῆς τοιαύτης σκάλας βρώσιμα καὶ πόσιμα οἱ ἐν τῷ εὐρίπῳ βενέτικοι, καὶ ἀποκομίζωσι ταῦτα εἰς ζωάρκειαν τῶν ἐν τῷ εὐρίπῳ ἐχθρῶν τῆς βασιλείας μου λατίνων· μέχρις ἂν δώῃ θεὸς, καὶ γένηται ἐγκρατὴς ἡ βασιλεία μου τοῦ εὐρίπου, καὶ τότε ἵνα ἀπολύσῃ ἡ βασιλεία μου καὶ τὴν τοιαύτην σκάλαν πρὸς τὸ μέρος τῆς βενετίας. ὅτε δὲ μέλλει πολεμεῖν ἡ βασιλεία μου μετὰ καὶ τῆς τοῦ θεοῦ βοηθείας τοῖς εἰς τὸν εὔριπον λατίνοις, οὐ μην ἀποστείλῃ ἡ βενετία συμμαχίαν ἢ χρῆμα εἰς βοήθειαν αὐτῶν. ἀλλὰ καὶ οἱ ἐν τῷ εὐρίπῳ εὑρισκόμενοι βενέτικοι, εἰ μὲν ἀποσχισθῶσιν ἀπὸ τοῦ μέρους τῶν ἐκεῖσε λατίνων καὶ πέσουσιν ἰδικῶς, καὶ οὔτε τοῖς λατίνοις συμ μαχοῦσιν οὔτε τῇ βασιλείᾳ μου ἀντιδικοῦσιν, ἵνα φυλάσσωνται καὶ αὐτοὶ καὶ τὸ πρᾶγμα αὐτῶν παρὰ τοῦ μέρους τῆς βασιλείας μου, ὡς καὶ οἱ λοιποὶ βενέτικοι· εἰ δὲ ἀντιδικήσουσιν οὗτοι μετὰ τῶν ἐκεῖσε λατίνων τῷ μέρει τῆς βασιλείας μου εἰς τὸν κατὰ τῶν εὐριπιωτῶν γενησόμενον πόλεμον, ἵνα καὶ εἰς αὐτοὺς καὶ εἰς τὸ πρᾶγμα αὐτῶν ποιῇ ἡ βασιλεία μου, ὅπερ βούλεται. ἀφότου δὲ βοηθείᾳ θεοῦ ἐπιλάβηται ἡ βασιλεία μου τοῦ εὐρίπου, τὸν τόπον, ὃν εὑρίσκεται ἡ βενετία ἔχουσα ἐν αὐτῷ κατὰ τὴν σήμερον, ἵνα δώσει τοῦτον πάλιν ἡ βασιλεία μου πρὸς τὸν εὐγενέστατον δοῦκα βενετίας καὶ τὸ κουμούνιον αὐτῆς· καὶ ἔχωσι πάλιν τοῦτον, καθὼς ἔχουσι σήμερον. Ωσαύτως ἵνα δώσει αὐτοῖς ἡ βασιλεία μου καὶ εἰς τὸ μέρος τῆς θεσσαλονίκης ἄνευ τοῦ κάστρου ἔνθα θέλουσι τόπον εἰς κάθισμα· εἰς τὸ μέρος τοῦ βολεροῦ καὶ τῆς αἴνου, ἔνθα ἀναπαυθῶσιν· ἀπὸ τοῦ στενοῦ εἰς τὸ μέρος τῆς δύσεως εἰς δύο τόπους ἔνθα ἂν ὀρεχθῶσιν· εἰς τὴν κωνσταντινούπολιν εἰς οἷον τόπον θελήσουσιν, ἀπὸ τῆς παλαιᾶς ἐξαρτήσεως μέχρι καὶ τῶν πηγῶν (εἰ δ᾽ ἴσως ποτὲ τῶν καιρῶν θελήσει ἡ βασιλεία μου δοῦναι τόπον ἐντὸς τῆς κωνσταντινουπόλεως ἢ τῆς θεσσαλονίκης τινὶ τῶν λατινικῶν κουμουνίων, ἵνα τότε προτιμῆται ἡ βασιλεία μου τοὺς βενετίκους, καὶ διδῷ αὐτοῖς τόπον εἰς τὰ τοιαῦτα κάστρα)· εἰς τὴν μαύρην θάλασσαν ὅπου ἂν ἀρεσθῶσι· εἰς τὸ ὑρτάκιον ἵνα ἔχωσι τόπον· εἰς τὸ ἀτραμύτιον τὰ ὀσπήτια καὶ τὸ λουτρὸν τὰ ὄντα ἐκεῖσε· εἰς τὴν ἄναιαν τόπον ἵνα εἰσέρχωνται καὶ ἐξέρχωνται ἐν αὐτῷ· ὡσαύτως καὶ εἰς τὴν σμύρνην. Ἵνα ἀποδιώξῃ ἡ βασιλεία μου ἀπὸ τῆς χώρας αὐτῆς καὶ τοὺς ἐχθροὺς αὐτῶν τοὺς γενουίτας καὶ οὐ μὴν παραλάβῃ αὐτούς. ἐὰν δὲ ποτε τῶν καιρῶν προσέλθωσιν οἱ γενουῖται τῇ βασιλείᾳ μου καὶ παρακλητεύσωσιν αὐτὴν, ἵνα δέξηται αὐτοὺς εἰς ἀγάπην, ἄλλως οὐ μὴν ποιήσῃ ταύτην ἡ βασιλεία μου μετ᾿ αὐτῶν, εἰ μὴ μετὰ εἰδήσεως τοῦ δουκὸς βενετίας καὶ τοῦ κουμουνίου, σωζομένου τοῦ παρόντος ὁρκωμοτικοῦ τῆς βασιλείας μου πρὸς τὴν βενετίαν. ἀλλ᾽ οὐδὲ ἡ βενετία ἵνα παραδέξηται αὐτοὺς εἰς ἀγάπην ἄνευ εἰδήσεως τῆς βασιλείας μου, σωζομένου τοῦ πρὸς τὴν βασιλείαν μου ὁρκωμοτικοῦ τῆς βενετίας. ἐὰν δὲ οἱ τοιοῦτοι ἐχθροὶ αὐτῶν ἀρματώσωσι κάτεργα ἐπὶ τῷ ἐλθεῖν κατὰ τῆς χώρας τῆς βασιλείας μου, ἵνα ἀρματώσωσι καὶ οὗτοι κάτεργα καὶ ἔρχωνται πρὸς ἀντιπαράταξιν αὐτῶν καὶ βοήθειαν τῆς χώρας τῆς βασιλείας μου, πρὸς τὸ ποσὸν τῶν γενουιτικῶν ξύλων καὶ πρὸς ὃ διακρίνουσιν οὗτοι ἀντιπαρατάξασθαι αὐτοῖς. καὶ ἵνα διδῷ ἡ βασιλεία μου τὴν ἔξοδον τῆς [ἡ] μισείας ῥόγας τῶν σωμάτων τῶν τοιούτων κατέργων, γινομένου ὅρκου παρά τε τοῦ δουκὸς βενετίας καὶ τοῦ κουμουνίου αὐτῶν, ὅτι καθὼς μέλλουσιν οὗτοι δοῦναι τὴν ἡμίσειαν ῥόγαν τῶν τοιούτων σωμάτων ἄνευ τινὸς δόλου, ἵνα διδῷ καὶ ἡ βασιλεία μου τὴν ἡμίσειαν ῥόγαν τῶν σωμάτων, ἰσόποσον τῆς ῥόγας τῆς βενετίας. ἐὰν δὲ ἡ βασιλεία μου μηνύσῃ πρός τινας τῶν ἀρχόντων τῆς βενετίας καὶ φίλων τῆς βασιλείας μου, ἵνα ἀρματώσωσι κάτεργα καὶ δουλεύσωσι τῇ βασιλείᾳ μου, καὶ θελήσωσι διὰ τὴν ἀγάπην τῆς βασιλείας μου ποιῆσαι τοῦτο, οὐ μὴν ἐμποδίσονται οὗτοι εἰς τοῦτο παρὰ τοῦ εὐγενεστάτου δουκὸς βενετίας ἢ τοῦ κουμουνίου αὐτῶν. ἀλλ᾽ οὐδὲ ἡ βασιλεία μου, ἵνα ἀποστείλῃ τὰ τοιαῦτα κάτεργα κατὰ χώρας τινὸς ἐχούσης φιλίαν μετὰ τῆς βενετίας. Ἵνα, ἐὰν διὰ ξηρᾶς συμβῇ ἐλθεῖν φοσσάτον κατὰ χώρας τῆς βασιλείας μου, οἱ εὑρισκόμενοι ἐν ἐκείνῳ τῷ τόπῳ βενέτικοι φυλάσσωνται καὶ οὗτοι παρὰ τῆς βασιλείας μου, ὡς καὶ οἱ ὑπὸ τὴν βασιλείαν μου ῥωμαῖοι, ἢ εἰς κωνσταντινούπολιν ἢ εἰς θεσσαλονίκην. Ἵνα θήσει τὸ κουμούνιον τῆς βενετίας κεφαλὴν ἐπάνω εἰς τὸν λαὸν αὐτῶν, καὶ ὀνομάζηται μπάϊλος καὶ ἀποστέλλῃ κατὰ τόπους ἔνθα μέλλουσιν ἔχειν ἀναπαύσεις κριτὰς, ὅπως διεξάγωσι τὸν λαὸν αὐτῶν. ἀλλὰ καὶ ῥωμαῖοι, ὅσοι ἔχουσιν ὑπόθεσὶν τινα μετὰ βενετίκων, καὶ θελήσουσιν ἵνα κριθῶσι παρὰ τοῦ μπαΐλου, ἵνα κρίνωνται καὶ οὗτοι κατὰ τὸ δίκαιον.:··· Ἵνα ἔχωσιν οἱ ἐγνωσμένοι βενέτικοι πάντες ἐξουσίαν εἰς πάσας τὰς χώρας τῆς βασιλείας μου, ἐφ᾿ αἷς μέλλουσι ποιεῖν πραγματείαν, κατά τε ξηρὰν καὶ θάλασσαν. ἀλλὰ καὶ χωρὶς πραγματείας ἐρχόμενοι ἵνα διέρχωνται καὶ εἰς γῆν καὶ εἰς θάλασσαν χωρίς τινος δόσεως καὶ ἐμποδισμοῦ καὶ χωρὶς δόσεως τελωνίου, διαβατικοῦ, κομμερκίου, σκαλιατικοῦ καὶ ἄλλης ἁπάσης δόσεως. Ἵνα οἱ φέροντες πραγματείας βενέτικοι, ἔνθα ἂν φέρωσι ταύτας, δεικνύωσιν αὐτὰς τοῖς κατὰ τόπους κομμερκιαρίοις τῆς βασιλείας μου, καὶ μεθ᾽ ὅρκου ἐξασφαλίζωνται, ὅτι οὐκ ἔχουσιν εἰς τὰς πραγματείας αὐτῶν ξένων τινῶν πραγματείας, ἀλλὰ ἀἱ πραγματεῖαι ὅλαι εἰσὶ τῶν βενετίκων, καὶ ἵνα μὴ παρυποκρύπτωσιν ἐκ τῶν πραγματειῶν αὐτῶν τι· ὅπως λαμβάνωσιν οἱ κατὰ τόπους κομμερκιάριοι τῆς βασιλείας μου τὸ σύνηθες κομμέρκιον ἀπὸ τῶν ἐξωνουμένων αὐτάς. Ἵνα ἔχωσι στατῆρας ἰδίους, μοδίους, μέτρα, λίτρας, πήχεις εἰς τοὺς οἰκείους τόπους. Ἵνα αἱ ἐκκλησίαι αὐτῶν, ἃς μέλλουσιν ἔχειν ἐν οἷς μέλλουσι κατοικεῖν τόποις, ὦσιν ἰδιόῤῥυθμοι μετὰ δυνάμεως τῆς βασιλείας μου ἄνευ ἀνακρίσεως, καὶ ἵνα ποιῶσιν ἐν αὐταῖς βαπτίσματα καὶ ἱεροτελεστίας, καθὼς ἔχουσι συνήθειαν. Ἵνα ἐὰν βενέτικος ἀποθάνῃ εἰς τὴν χώραν τῆς βασιλείας μου, εἴτε διαθήκην ποιήσει εἴτε οὐ ποιήσει, οἰκονομῆται τὸ πρᾶγμα αὐτοῦ παρὰ τοῦ μπαΐλου ἢ παρὰ τοῦ δικαίῳ αὐτοῦ, καθὼς ἂν οὗτος διάθηται ἢ ὁ μπάϊλος καὶ ὁ δικαίῳ αὐτοῦ ἐπικρίνῃ, καὶ οὐ μὴν εὑρίσκῃ ἐμποδισμόν τινα ἢ ὄχλησιν ἀπὸ τοῦ μέρους τῆς βασιλείας μου. Ἵνὰ ἐὰν συμβῇ κινδυνεῦσαι βενετίκους μετὰ καραβίων αὐτῶν ἢ μετὰ ἄλλων ξύλων εἰς χώραν τῆς βασιλείας μου, ὦσι σῷοι καὶ αὐτοὶ καὶ τὰ πράγματα αὐτῶν, καὶ ἵνα ἔχωσι βοήθειαν ἀπὸ τοῦ λαοῦ τῆς βασιλείας μου, ὅπως κρατῶσι τὰ πράγματα αὐτῶν. Ἵνα ἔχωσιν οἱ βενέτικοι ἄδειαν ἐξωνεῖσθαι σῖτον ἀπὸ τῆς χώρας τῆς βασιλείας μου, καὶ διακομίζειν αὐτὸν ἔνθα θέ λουσι, πάρεξ τῶν χωρῶν τῶν ἐχθρῶν τῆς βασιλείας μου. ὅταν δὲ πωλῆται ὁ σῖτος ἐν τῇ κωνσταντινουπόλει τὸ κεντηνάριον ἐπέκεινα τῶν πεντήκοντα ὑπερπέρων, οὐ μὴν ἐξωνῶνται αὐτόν. ἵνα ἐὰν συμβῇ ποιῆσαί τινα βενέτικον εἴς τινα ῥων μαῖον βλάβην, ἐὰν εὑρεθῇ ὁ ποιήσας τὴν βλάβην, τηνικαῦτα ποιῇ ὁ μπάϊλος τὴν ἐκδίκησιν κατὰ τὸ δίκαιον. εἰ δὲ οὐχ εὑρίσκεται ὁ ποιήσας τὴν ζημίαν, ἵνα διδῶται διωρία παρὰ τοῦ μπαΐλου τῷ ἀδικηθέντι μέχρι καὶ ἑξαμήνου· καὶ εἰ μὲν εὑρεθῇ ὁ ποιήσας τὴν ἀδικίαν, ἵνα γένηται ἡ ἐκδίκησις πάλιν κατὰ τὸ δίκαιον· εἰ δὲ οὐχ εὑρεθῇ, ἵνα ποιῇ ὅρκον ὁ μπάϊλος ἢ ὁ δι καίῳ αὐτοῦ διδόναι εἴδησιν πανταχοῦ, ἔνθα ἔνι ἡ ἐξουσία τῶν βενετίκων καὶ εὑρίσκηται τὸ πρᾶγμα αὐτοῦ, καὶ ἱκανῶται ὁδ ἀδικηθείς. ἐὰν δὲ συμβῇ γενέσθαι φόνον, εἰ μὲν βενέτικος φονεύσει ῥωμαῖον, ἵνα κρίνηται οὗτος παρὰ τοῦ μέρους τῆς βασιλείας μου, ὁμοίως καὶ ῥωμαῖος, ἐὰν φονεύσῃ βενέτικον, εἰ δὲ βενέτικος φονεύσει βενέτικον, εἰ μὲν ἔξω τῆς κωνσταντινουπόλεως φονεύσει τοῦτον, ἵνα κρίνηται παρὰ τοῦ μπαΐλου· εἰ δὲ ἐν τῇ κωνσταντινουπόλει γένηται φόνος ἀπὸ βενετίκου εἰς βενέτικον, ἵνα κρίνηται καὶ τοῦτο παρὰ τοῦ μέρους τῆς βασιλείας μου. Ἵνα ἀπολύσῃ ἡ βασιλεία μου τοὺς βενετίκους, ὅσους ἔχει κεκρατημένους· καὶ ὅσους δὲ ῥωμαίους κρατοῦσιν οἱ βενέτικοι, ἵνα ἀπολύῃ τούτους ὁ δοὺξ βενετίας καὶ τὸ κουμούνιον· ὡσαύτως δὲ ἀπολύσωσι καὶ τοὺς κρητικοὺς, τοὺς κορωναίους τε καὶ τοὺς μεθωναίους, τοὺς φθάσαντας γενέσθαι τῆς βασιλείας μου καὶ κατασχεθέντας παρ᾿ αὐτῶν, ὁπότε ἦσαν οὗτοι τῆς βασιλείας μου· καὶ εἰ μὲν θελήσουσιν οἱ τοιοῦτοι κρητικοὶ ἢ οἱ κορωναῖοι ἢ οἱ μεθωναῖοι ἵνα πάλιν ὦσιν ἐκεῖσε, μένωσι παρ᾽ αὐτῶν ἀβλαβεῖς· εἰ δὲ θελήσουσιν ἐλθεῖν εἰς τὴν χώραν τῆς βασιλείας μου, ἵνα ἀπολύωνται μετὰ τοῦ λαοῦ αὐτῶν. Ἵνα οὐ μὴν παραχωρήσῃ ἡ βασιλεία μου γενέσθαι ἀρμάτωσιν ἀπὸ τῆς χώρας αὐτῆς κατὰ τῶν βενετίκων· ἐὰν δὲ γένηται ζημία, ἵνα διορθῶται ταύτην ἡ βασιλεία μου. Ἵνα ἐὰν κουρσάριοι βενέτικοι ποιήσωσί τινα ζημίαν εἰς τὴν χώραν τῆς βασιλείας μου, ἔνι ἔνοχος ὁ μπάϊλος καὶ οἱ ἰδικοὶ αὐτοῦ ἐπάνω εἰς τὸν ὅρκον αὐτῶν, ὅπως εὑρίσκωσιν αὐτοὺς καὶ κρατῶσι, καὶ ποιῶσι ποινὰς εἰς αὐτοὺς, καὶ ἐπαίρωσι τὸ πρᾶγμα τῶν ἀδικηθέντων καὶ ἐπιδιδῶσι πρὸς αὐτοὺς, ἄνευ μέντοι τῶν βενετίκων τῶν κρατούντων νησία καὶ μὴ ὑποκειμένων τῇ βενετίᾳ· ἐὰν δὲ καὶ ἀπὸ ἑτέρου γένους ἢ ἀπὸ τῶν νησίων τῶν ὡς εἴρηται μὴ ὑποκειμένων τῇ βενετίᾳ ἔλθωσι κουρσάριοι κατὰ τῆς χώρας τῆς βασιλείας μου, οὐ μὴν δέχωνται αὐτοὺς ἢ εἰς χώραν αὐτῶν ἢ εἰς νησίον, ἀλλ᾽ ἵνα μάχωνται καὶ ἀποδιώκωσιν αὐτοὺς, καθὼς καὶ οἱ τοῦ μέρους τῆς βασιλείας μου. ὅστις δὲ ἀναδέχεται τούτους, ἐὰν εὕρῃ τιμωρίαν ἀπὸ τῆς βασιλείας μου, οὐ μὴν ἐνέχεται ἡ βασιλεία μου εἰς τὸν ὅρκον χάριν τῆς παιδεύσεως τῶν τοιούτων. ἵνα ἐὰν συμβῇ γενέσθαι τὶ σφάλμα ἀπο τοῦ μέρους τῆς βενετίας εἰς τὸ μέρος τῆς βασιλείας μου, οὐ μὴν ἀπολύῃ ἡ βασιλεία μου τὴν ἀγάπην τοῦ εὐγενεστάτου δουκὸς βενετίας καὶ τοῦ κουμουνίου αὐτῶν καὶ κινῆται εἰς μάχην, ἀλλ᾽ ἵνα διαμηνύῃ τῷ εὐγενεστάτῳ δουκὶ βενετίας καὶ τῷ κουμουνίῳ, καὶ γίνηται παρ᾽ αὐτῶν ἡ διόρθωσις. ὡσαύτως ἵνα ἐὰν συμβῇ γενέσθαι τὶ σφάλμα παρὰ τοῦ μέρους τῆς βασιλείας μου εἰς τὸ μέρος τῆς βενετίας, οὐ μὴν ἀπολύῃ ὁ δοὺξ βενετίας καὶ τὸ κουμούνιον τὴν ἀγάπην τῆς βασιλείας μου καὶ κινῆται εἰς μάχην, ἀλλ᾽ ἵνα διαμηνύῃ ὁ δοὺξ βενετίας καὶ τὸ κουμούνιον τῇ βασιλείᾳ μου, καὶ γένηται παρὰ τῆς βασιλείας μου διόρθωσις. εἰ δὲ συμβῇ τὸν εὐγενέστατον δοῦκα βενετίας τὸ κοινὸν λαβεῖν χρέος, ὅπερ ἀπεύχεται ἡ βασιλεία μου, ἵνα οἱ διάδοχοι τῆς ἐξουσίας τοῦ δουκάτου τῆς βενετίας καὶ τὸ κουμούνιον αὐτῶν καὶ ἡ μικρὰ καὶ μεγάλη βουλὴ στέργωσι τὰ τοιαῦτα κεφάλαια. Απερ δὴ κεφάλαια οὕτως ἐπωμόσατο ἡ βασιλεία μου ἐνώπιον τῶν διαληφθέντων εὐγενῶν δύο ἀνδρῶν καὶ ἀποκρισιαρίων, τοῦ τε σὺρ ἰακώβου δελφίνου καὶ τοῦ σὺρ ἰακώβου κονταρίνου, ὡς ἐμφανισάντων τῇ βασιλείᾳ μου τὴν ἣν εἶχον οὗτοι ἔγγραφον δύναμιν καὶ ἐξουσίαν ἀπὸ τοῦ δουκὸς βενετίας καὶ τοῦ κουμουνίου εἰς τὸ τρακταΐσαι καὶ πληρῶσαι τὴν ἀγάπην μετὰ τῆς βασιλείας μου, ἥπερ δὴ γραφὴ ἐπὶ λέξεων ἔχει οὕτως· „ἡμεῖς ῥαινέριος ντζένος, θεοῦ χάριτι δοὺξ βενε„τίας, γνωστὸν ποιοῦμεν πᾶσι τοῖς τὸ παρὸν ἡμῶν ἔγγραφον „θεωροῦσιν· ἐπεὶ τοῖς εὐγενέσι καὶ φρονίμοις ἀνδράσιν ἰα„κώβῳ δελφίνῳ καὶ ἰακώβῳ κονταρίνῳ, τοῖς πιστοῖς „ἡμῶν καὶ ἀγαπητοῖς, μετὰ τῆς μεγάλης καὶ μικρᾶς βουλῆς τοῦ „κουμουνίου τῆς βενετίας ἀνεθέμεθα πληρεστάτην δύναμιν καὶ „ἐξουσίαν αὐτοῖς ἐδώκαμεν ἐνεργεῖν τὰ παρόντα, ἤτοι τρακτα„ΐσαι, συμβίβασιν ποιήσασθαι μετὰ τοῦ ὑψηλοτάτου κῦρ μι„χαὴλ ἐν χριστῷ τῷ θεῷ πιστοῦ βασιλέως καὶ αὐτοκράτορος „ῥωμαίων δούκα ἀγγέλου κομνηνοῦ τοῦ παλαιολόγου, „καὶ γενέσθαι χρυσόβουλλα, καὶ πληρῶσαι καὶ στερεῆσαι μετὰ „τοῦ ῥηθέντος βασιλέως καθὼς αὐτοῖς φανῇ κρεῖττον, καὶ ποι„ῆσαι καὶ ἀναλαβεῖν ὑποσχέσεις καὶ ὁρκωμοτικὰ δ᾽ ἡμᾶς καὶ „διὰ τὸ κουμούνιον τῆς βενετίας, καθὼς αὐτοῖς φανῇ κρεῖτ„τον, καὶ γενικῶς καὶ διὰ πάντων ποιῆσαι εἰς τὰ προῤῥηθέντα „καὶ εἰς τὰ πλησιάζοντα αὐτοῖς, καθὼς ἂν αὐτοῖς φανῇ εὐχερές· „ὑποσχόμεθα ἡμεῖς ἐν τῷ ὀνόματι ἡμῶν καὶ τοῦ κουμουνίου „τῆς βενετίας, ἔχειν εἰς ἡμᾶς τὸ στέργον καὶ ἀποδεκτέον καὶ „στερεὸν καὶ οὐ μὴν ἐναντιωθῶμεν κἂν εἴ τι οἱ εὐγενέστατοι „οὗτοι ἢ εἷς ἐξ αὐτῶν εἰς ὃν φανῇ τὸ παρὸν ἔγγραφον συμ„βιβασθῶσιν εἰς τὰ προῤῥηθέντα· καὶ ἵνα ἡ παροῦσα ἡμετέρα „ἀνάθεσις ᾖ πληρεστάτη καὶ στερεά, ὡρίσαμεν καὶ ἐβουλλώθη „αὕτη μετὰ ἡμετέρου μολιβδίνου σιγιλλίου, καὶ διὰ χειρῶν κορ„ῥάδου τῆς ἡμετέρας αὐλῆς κανικλείου ὡρίσαμεν καὶ ἐσημειώθη. „ἐδόθη ἐν τῷ παλατίῳ τοῦ ἡμετέρου δουκάτου τρέχοντος χρόνου „τοῦ κυρίου χιλιοστοῦ διακοσιοστοῦ ἑξηκοστοῦ πέμπτου μηνὶ „μαρτίῳ ἡμέρᾳ δωδεκάτῃ ἐνδικτιῶνος ἡ. ἐγὼ καῤῥάδος, „νοτάριος τῆς δουκικῆς αὐλῆς τῆς βενετίας κανικλείου, ἐπλή„ρωσα καὶ ἐστερέωσα. οὕτω μὲν οὖν εἶχε τὰ τῆς γραφῆς· ἡ δέ γε βασιλεία μου οὕτως ὀμνύει φυλάξαι ταῦτα πάντα, ἐὰν καὶ ὁ εὐγενέστατος δοὺς βενετίας καὶ τὸ κουμούνιον ταύτης καὶ ἡ μικρὰ καὶ μεγάλη βουλὴ στέρξωσι καὶ φυλάξωσι ταῦτα εἴς τε τὴν βασιλείαν μου, εἰς τοὺς κληρονόμους καὶ διαδόχους αὐτῆς καὶ εἰς τὴν ῥωμανίαν ἀπαράθραυστα. Μιχαὴλ ἐν χριστῷ τῷ θεῷ πιστὸς βασιλεὺς καὶ αὐτοκράτωρ ῥωμαίων δούκας ἄγγελος κομνηνὸς ὁ παλαιολόγος.