IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio V

JGR III 5.58Imp. Manuelis Palaeologi aurea bulla, qua ecclesiae Monembasiae Helicobuni possessio conceditur. (A. 1406.)

Ἕτερον χρυσόβουλλον.

Abrir no leitor do IusCommune →

0

pr.Ἡ βασιλεία μου ἀποδεχομένη καὶ ἔχουσα θέλημα, ἵνα ἡ ἁγιωτάτη μητρόπολις μονεμβασίας κατέχῃ τὴν χώραν τοῦ ἑλικοβουνοῦ ὁλοτελῶς καὶ ὁλοκλήρως εἰς τὸ ποιεῖν τοὺς κατὰ καιρὸν ταύτης ἀρχιερατικῶς προστατεύοντας λειτουργίας δύο καθ᾽ ἑκάστην ἑβδομάδα, ἐν ταῖς τῆς τετράδος καὶ τοῦ σαββάτου ἡμέραις, ὑπὲρ τῶν ψυχῶν τῶν ἐκεῖσε ταφέντων παίδων τῆς βασιλείας μου, ὡς καὶ ὁ νῦν ἱερώτατος μητροπολίτης μονεμβασίας ὑπέρτιμος καὶ ἔξαρχος πάσης πελοποννήσου κύριος ἀκάκιος ἔταξε κατὰ τὴν περίληψιν τοῦ ἐπὶ τούτῳ προβάντος ἀργυροβούλλου τοῦ περιποθήτου αὐταδέλφου τῆς βασιλείας μου, πανευτυχεστάτου δεσπότου τοῦ πορφυρογεν νήτου κὺρ θεοδώρου τοῦ παλαιολόγου· ἐπιχορηγεῖ αὕτη ἐπὶ τούτῳ καὶ ἐπιβραβεύει τὸν παρόντα χρυσόβουλλον λόγον αὐτῆς, δι οἱ εὐδοκεῖ, προστάσσει, θεσπίζει καὶ διορίζεται, ἵνα τὸ εἰρημένον ἀργυρόβουλλον τοῦ περιποθήτου αὐταδέλφου τῆς βασιλείας μου, πανευτυχεστάτου δεσπότου τοῦ πορφυρογεννήτου, ἔχῃ τὸ στέργον, τὸ κῦρος καὶ βέβαιον· καὶ κατέχη ἀπὸ τοῦ νῦν καὶ εἰς τὸ ἑξῆς ἡ ἁγιωτάτη μητρόπολις μονεμβασίας τὴν εἰρημένην χώραν τοῦ ἑλικοβουνοῦ μετὰ τοῦ ἐν αὐτῇ πύργου καὶ πάσης τῆς περιοχῆς αὐτῆς ἀναφαιρέτως καὶ ἀναποσπάστως κατὰ τὴν περίληψιν καὶ ἰσχὺν καὶ δύναμιν τοῦ εἰρημένου ἀργυροβούλλου, καὶ καθὼς εὐλόγως δικαιοῦται ἐπ᾿ αὐτῷ μὴ εὑρίσκουσα χάριν τούτου τὴν τυχοῦσαν ἐπήρειαν, ὀφει· λόντων τῶν κατὰ καιροὺς ἀρχιερατικῶς προϊσταμένων τῆς τοιαύτης μητροπόλεως ἐκτελεῖν καὶ ποιεῖν καθ᾽ ἑκάστην ἑβδομάδα δι ὅλου τοῦ ἐνιαυτοῦ ἐν ταῖς τῆς τετράδος καὶ τοῦ σαββάτου ἡμέραις λειτουργίας δύο διηνεκῶς καὶ ἀνελλιπῶς ὑπὲρ τῶν ψυχῶν τῶν ἐκεῖσε ταφέντων παίδων τῆς βασιλείας μου, καθὼς καὶ νῦν ὁ ἱερώτατος μητροπολίτης τῆς αὐτῆς ἐκκλησίας, ὑπέρτιμος καὶ ἔξαρχος πάσης πελοποννήσου κύριος ἀκάκιος, ἔταξε τοῦτο ἀπαύστως ποιεῖν. τῇ γοῦν ἰσχύϊ καὶ δυνάμει τοῦ παρόντος χρυσοβούλλου λόγου τῆς βασιλείας μου ἕξει ἀπὸ τοῦ νῦν καὶ εἰς τὸ ἑξῆς τὸ εἰρημένον ἀργυρόβουλλον τοῦ περιποθήτου αὐταδέλφου τῆς βασιλείας μου, πανευτυχεστάτου δεσπότου τοῦ πορφυρογεννήτου κὺρ θεοδώρου τοῦ παλαιολόγου, τὸ στέργον, τὸ κῦρος καὶ βέβαιον, καὶ καθέξει ἡ δηλωθεῖσα ἁγιωτάτη μητρόπολις μονεμβασίας τὴν εἰρημένην χώραν τοῦ ἑλικοβουνοῦ μετὰ τοῦ ἐν αὐτῇ πύργου καὶ πάσης τῆς περιοχῆς αὐτῆς ἀναφαιρέτως καὶ ἀναποσπάστως κατὰ τὴν περίληψιν καὶ ἰσχὺν καὶ δύναμιν τοῦ εἰρημένου ἀργυροβούλλου, καὶ καθὼς εὐλόγως δικαιοῦται ἐπ᾿ αὐτῷ μὴ εὑρίσκουσα χάριν τούτου τὴν τυχοῦσαν ἐπήρειαν, ὀφειλόντων τῶν κατὰ καιροὺς ἀρχιερατικῶς προϊσταμένων τῆς τοιαύτης μητροπόλεως ἐκτελεῖν καὶ ποιεῖν καθ ' ἑκάστην ἑβδομάδα δι ὅλου τοῦ ἐνιαυτοῦ ἐν ταῖς τῆς τετράδος καὶ τοῦ σαββάτου ἡμέραις λειτουργίας δύο διηνεκῶς καὶ ἀνελλιπῶς ὑπὲρ τῶν ψυχῶν τῶν ἐκεῖσε ταφέντων παίδων τῆς βασιλείας μου, καθὼς καὶ ὁ νῦν ἱερώτατος μητροπολίτης τῆς αὐτῆς ἐκκλησίας, ὑπέρτιμος καὶ ἔξαρχος πάσης πελοποννήσου κύριος ἀκάκιος, ἔταξε τοῦτο ἀπαύστως ποιεῖν. τούτου γὰρ χάριν ἐγένετο καὶ ὁ παρὼν χρυσόβουλλος λόγος τῆς βασιλείας μου, ἀπολυθεὶς κατὰ μῆνα σεπτέμβριον τῆς ἐνισταμένης ιδ΄ ἐνδ. τοῦ ἑξακισχιλιοστοῦ ἐννακοσιοστοῦ τεσσα ρεσκαιδεκάτου ἔτους, ἐν ᾧ καὶ τὸ ἡμέτερον εὐσεβὴς καὶ θεοπρόβλητον ὑπεσημήνατο κράτος. Μανουὴλ ἐν χριστῷ τῷ θεῷ πιστὸς βασιλεὺς καὶ αὐτοκράτωρ ξωμαίων ὁ παλαιολόγος.