JGR III 5.56Imp. Joannis Palaeologi de privilegiis mercatorum Narbonensium '. (Inter 1355-1371.)
Abrir no leitor do IusCommune →0
pr.Ἐπεὶ διὰ τοῦ κωνσούλου τῶν ναρβωνησίων τῶν ἐν τῇ κωνσταντινουπόλει ἀναστρεφομένων ὡς ἀπὸ μέρους τῆς ναρ - βώνης ἡ βασιλεία μου παρεκλήθη, ὅπως τὰς αὐτοῖς παρασχεθείσας ἐξκουσσείας τε καὶ ἐλευθερίας καὶ χάριτας παρὰ τοῦ ἐνδοξοτάτου αὐθέντου καὶ πατρός μου τοῦ ἁγίου βασιλέως ἐκείνου σεπτῷ χρυσοβούλλῳ [βεβαιώσῃ], καὶ ἡ βασιλεία μου ἄξιον κρίνει ταύτας ἐπικυρῶσαι, τὴν αὐτοῦ προσδεξαμένη εὐμενῶς ἱκεσίαν ὁρίζει καὶ βούλεται, ὅπως αὐτὸ τὸ χρυσόβουλλον καὶ πάντα καὶ καθ᾽ ἕκαστον τὰ ἐν αὐτῷ ἐμπεριειλημμένα τὴν ἐκ τῆς ἡμετέρας δωρεᾶς ἐπικύρωσίν τε κατέχουσι καὶ βεβαίωσιν, καὶ αὐτῶν μέντοιγε ἐμπληρούντων καὶ φυλαττόντων ὅσα τῇ ἡμετέρᾳ βασιλείᾳ ἐπηγγείλαντο ἐν αὐτῷ τῷ σεπτῷ χρυσοβούλλῳ διαλαμβανόμενα. ἐκφανέστερόν τε προστάττει ἡ βασιλεία μου, μήτι καινότερον αὐτοῖς ἐπενεχθῆναι ἕνεκα τοῦ μεγέθους τοῦ μέτρου τῶν πήχεων μήτε μήν τινος ἄλλης αἰτίας, εἰ μὴ καθάπερ γέγονεν ὅτε τὸ διαληφθὲν χρυσόβουλλον παρεσχέθη αὐτοῖς. εἰς οὗ δὴ πράγματος μνήμην τε καὶ ὀχύρωσιν τῷ παρόντι σεπτῷ χρυσοβούλλῳ γράμμασιν ὡς ἔθος ἐρυθροῖς ὑπογράψας καὶ βούλλῃ χρυσῇ τῆς βασιλείας μου κραταιωθῆναι προσέταξα· Ἰωάννης ἐν χριστῷ τῷ θεῷ πιστὸς βασιλεὺς καὶ αὐτοκράτωρ ῥωμαίων ὁ παλαιολόγος.