IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio V

JGR III 5.54Imp. Joannis Cantacuzeni de judicio in metropolitam Caesariensem ferendo. (Α. 1353.)

Abrir no leitor do IusCommune →

0

pr.Πατριάρχα. Ἡ βασιλεία μου ἐγνώρισε, ὡς ὁ καισαρείας καππαδοκίας βασίλειος ὁ καραντηνὸς ἐκ κακοήθους ψυχῆς καὶ γνώμης θρασείας ἐποιήσατο λιβέλλου δόσιν, ἣν· ἐποιήσατο προσεχῶς πρὸς τὴν βασιλείαν μου κατὰ τῆς ἁγιωσύνης σου. ἐνεχόμενος γὰρ εἰς κρίσιν συνοδικὴν ὑπὲρ ὧν αἰτιαμάτων ὑπῆρχε κατηγορούμενος, πρὶν ἀποδύσασθαι τὰ ἐγκλήματα, πρὶν τὴν ἀπὸ τῆς ἁγιωσύνης σου αἰτήσασθαι ἔνδοσιν κατὰ τὸ τοῖς ἱεροῖς κανόσι δοκοῦν, πρὸς αὐτὴν τὴν βασιλείαν μου ἐκδραμεῖν ἐβουλεύσατο, σκυλμὸν ἐμποιῆσαι τῇ ἀνακρίσει αὐτοῦ μηχανώμενος. ἀλλὰ τῆς ἐγχειρήσεως οὐκ ἀπώνατο. μὴ ἀγνοοῦσα γὰρ ἡ βασιλεία μου, ὅτι ὑπὸ κανονικὰς εὐθύνας ἐμπίπτει ἐκ τούτων ὁ καισαρείας, τότε μὲν κενὸν καὶ ἄπρακτον αὐτὸν ἀπεπέμψατο, νῦν δὲ καὶ αὐτοὺς τοὺς ἱεροὺς κανόνας παῤῥησιάσασθαι βούλεται. ὅθεν καὶ παραδηλοῖ τῇ ἁγιωσύνῃ σου ἡ βασιλεία μου, ὡς ἂν ἐπὶ συνελεύσει τῶν ἐνδημούντων ἐν τῇ νικαίᾳ ἱερωτάτων ἀρχιερέων, ὁσοιδήποτε ἂν καὶ ὦσι, κἂν ἴσως καὶ τοῦ κεκανονισμένου ἀριθμοῦ ἀποδέωσι, συγκαλέσηται καὶ τὸν ἱερώτατον πατριάρχην θεουπόλεως μεγάλης ἀντιοχείας μετὰ τῶν ἄρτι συνόντων αὐτῷ κατὰ τὴν νικαίαν ἐπισκόπων, καὶ συνδιασκεψάμενοι κοινῇ τὰς κανονικὰς διατάξεις ἀκολούθως αὐταῖς περὶ τοῦ καισαρείας ἐξενέγκητε ψῆφον, ἥτις ἐπιγνωσθήσεται καὶ τῇ βασιλείᾳ μου. εἶχε τό· μηνὶ ὀκτωβρίῳ ἰνδ. ς ', δι ἐρυθρῶν γραμμάτων τῆς βασιλικῆς καὶ θείας χειρός.