JGR III 4.93Imp. Isaacii Angeli de ecclesiis ad altiorem locum promotis. (Α. 1193.)
Abrir no leitor do IusCommune →0
pr.Κατὰ τὸν ἀπρίλιον μῆνα τῆς ια ἰνδ. ςψα΄ ἔτους ἀπολυθέντος προσκυνητοῦ χρυσοβούλλου τοῦ θεοστεφοῦς κρατίστου καὶ ἁγίου ἡμῶν αὐτοκράτορος κυροῦ ἰσαακίου τοῦ ἀγγέλου, καὶ τοὺς ἀνακαλουμένους μὲν μητροπολίτας τὰς διαφερούσας τούτοις ἐπισκοπὰς καὶ εἰς μητροπόλεις ἢ ἀρχιεπισκοπὰς τιμηθείσας ἐπιστομίζοντος, οὐχ ἧττον δὲ καὶ τοὺς ἐπιχειρήσοντας ὁτεδήποτε τὴν βασιλικὴν ἀποστερῆσαι περιωπὴν τοῦ ἀνάγειν ἐπισκοπὰς εἰς μητροπόλεις ἢ ἀρχιεπισκοπὰς κατὰ τὴν δοθεῖσαν αὐτοῖς ἄνωθεν ἐξουσίαν, ἠρωτήθη παρά τινων, τί ἐστι τὸ περιεχόμενον τῷ κανόνι χάριν τοῦ ἔχειν τὰς τιμηθείσας μητροπόλεις μόνην τὴν τιμὴν, ὡς τῶν ἄλλων δικαίων σωζομένων τῇ κατὰ ἀλήθειαν μητροπόλει; φαμέν, ὅτι καὶ τὸ περὶ τούτου ἀμφίβολον λύεται ἀπὸ τοῦ αὐτοῦ βασιλικοῦ σημειώματος. συνεζητήθη γὰρ καὶ μετὰ πολλὰς δικαιολογίας διελήφθησαν χάριν τούτου ταῦτα ῥητῶς· Καὶ ὅτι μὲν καθολικῷ λόγῳ καὶ διαγνώσει γενικῶς ἐκτιθεμένῃ τὰς εἰς ὑπερβαθμιώτερον θρόνον ἀναβιβαζομένας ἐκκλησίας προστάξει βασιλικῇ καὶ τῆς τιμῆς ἀξιοῦσθαι χρεὼν, καὶ τὰς ψήφους ἐνταῦθα προβαίνειν κατὰ τὸν ἐν τῇ μεγάλη ἐκκλησίᾳ παρηκολουθηκότα κανονικὸν τύπον, τῶν μητροπολιτῶν συνιόντων καὶ ἀρχιεπισκόπους καὶ μητροπολίτας ψηφιζομένων, ή τε βασιλεία μου διαγινώσκει, καὶ ἡ θεία καὶ ἱερὰ σύνοδος τῷ διατάγματι έψεται τούτῳ, ὡς τὴν ἐκκλησιαστικὴν παραφυλαττομένῳ ἀκρίβειαν καὶ τῆς κανονικῆς εὐθύτητος μὴ ἐκπίπτοντι.