JGR III 4.63Imp. Manuelis Comneni ut rescripta contra jus elicita irrita sint. (Α. 1159.)
Χρυσόβουλλον τοῦ αὐτοῦ καταστρωθέν ἐν τοῖς σεκρέτοις. μηνὶ αὐγούστῳ ιδ ' ἡμέρᾳ ς ' ίνδ. ζ ' κατεστρώθη χρυσόβουλλον περιέχον οὕτως·
Abrir no leitor do IusCommune →0
pr.Αδικίαν ἐμίσησα καὶ ἐβδελυξάμηνο, τὸν δὲ νόμον σου ἠγάπησα. ὁ ἐν βασιλεῦσι προφητικώτατος ταῦτα πρὸς τὸν θεὸν τὰ ῥήματα διαλέγεται, διὰ τούτων παιδαγωγῶν καὶ ῥυθμίζων, ὡς ἔγωγε οἶμαι, πάντας τοὺς τὴν βασίλειον περιεζωσμένους ἀρχὴν, μηδέν τι τοῦ δικαίου τίθεσθαι προυργιαίτερον, ἀλλὰ πρὸς τὰ ἐκεῖθεν ἀφορῶντας δικαιωτήρια τὰς ἑαυτῶν πράξεις πάσας διοικονομεῖν τε καὶ διϊθύνειν κατὰ τὴν τοῦ δικαίου εὐθύτητα, ὅτι καὶ τὸ πρόσωπον τοῦ θεοῦ εὐθύτητας εἶδεν, ὡς δεδιδάγμεθα, καὶ „δίκαιος τυγχάνει ὁ κύριος, καὶ δικαιοσύνας ἠγάπησεν. ταύτῃ τοι καὶ ἡ βασιλεία μου ἐξότου πρὸς τὸ βασίλειον ὕψος ἀνηνέχθη παρὰ θεοῦ, οὐδέν τι παρὰ τὴν τοῦ δικαίου ἰσότητα ἐνεργῆσαι, ὅσα γε αὐτὴν εἰδέναι, ἠθέλησε πώποτε. ἐπεὶ δὲ τὸ τοῦ ἀνθρωπίνου γένους ὀλισθηρὸν, καὶ οὐκ ἀπεικός ἐστιν ὑποπτεῦσαι μηδὲ τὴν εὐσεβῆ διαδρᾶναι ἡμῶν γαληνότητα, καὶ εἴτε κατὰ λήθην (δυσμαχώτατον γὰρ ταύτην ἅπαντες ἴσασιν) εἴτε καθ᾽ ἕτερον τρόπον οἰκονομίας διορίσασθαί τι ἐγγράφως τὴν βασιλείαν μου μὴ τῆς τοῦ δικαίου ἀκριβείας καθάπαξ ἐχόμενον καὶ πάντη ἀνύποπτον τῷ ἀδεκάστῳ τοῦ συνειδότος κριτῇ, καθ᾽ ἑκάστην ἀνακρινομένη ἡ βασιλεία μου, καὶ καθαρὰν τὴν οἰκείαν συνείδησιν καὶ ἐλευθέραν πάθους ἀνθρωπίνου παντὸς τὰ γε πρὸς εὐθυδικίαν καὶ τοῦ δικαίου συντήρησιν τῷ δικαίῳ τῶν καρδιῶν καὶ τῶν νεφρῶν ἐταστῇ καρποφορῆσαι πειρωμένη ὡς οἷόν τε ὥσπερ τινὰ θυσίαν δεκτὴν αὐτῷ καὶ εὐάρεστον, πρὸς τὴν παροῦσαν ἀπεῖδεν ὑπόθεσιν ἡ γαληνότης ἡμῶν.
1
pr.Διορίζεται γὰρ διὰ τῆς παρούσης χρυσοβούλλου γραφῆς, ἵνα εἴ τι δι ὅλου τοῦ καιροῦ τῆς αὐτοκρατορίας ἡμῶν - ἀγράφως ἢ ἐγγράφως ὁρισθῇ παρὰ τῆς βασιλείας μου ἐναντίον τῷ δικαίῳ καὶ τῇ τῶν νόμων εὐθύτητι, ἄκυρον τοῦτο διαμείνῃ καὶ τὸ ἄπρακτον ἕξει παντάπασιν. οὔτε γὰρ ὁ τοιοῦτον πορισάμενος τῆς βασιλείας μου ὁρισμὸν ἐν οἱᾳδήτινι προστάξει ἢ ἐν χρυσοβούλλῳ γραφῇ θεωρούμενον ἔκτοτε κατά τι ὠφεληθήσεται, οὔτε τὸ ἐξ αὐτοῦ ὁπωσδήποτε μέρος βλαπτόμενον τοιουτοτρόπως ἐκπεσεῖται τοῦ προσόντος δικαίου αὐτοῦ ὁθενδήποτε, κἂν πρόσωπον εἴη τυχὸν ἢ μοναστήριον ἢ σέκρετον εὐαγὲς ἢ οἱαδήτις ἐκκλησία, ὥσπερ ἂν εἰ μηδόλως ἐμεσολάβησε μέσον αὐτοῦ ἔγγραφος οἱοσδήτις βασιλικὸς ὁρισμός.
2
pr.Πᾶσα δὲ πρόσταξις γεγονυῖα ἢ καὶ γενησομένη ὁτεδήποτε καὶ ὁπωσδήποτε πρὸς ἐναντίωσιν τοῦ παρόντος τῆς βασιλείας μου ὁρισμοῦ, κἂν ἐν χρυσοβούλλῳ ἴσως θεωροῖτο γραφῇ, τὸ ἄπρακτον ὅσον ἐπὶ τούτῳ ἀποίσεται καὶ ὡς μηδόλως ἐκφωνηθεῖσα μόνον οὐχὶ λογισθήσεται· τοῦ παρόντος χρυσοβούλλου λόγου τῆς βασιλείας μου μετὰ τὸ ἐγκαταστρωθῆναι τοῖς τοῦ δημοσίου ἀρχείοις ἀποτεθῆναι ὀφείλοντος τῷ εὐαγεῖ σεκρέτῳ τοῦ χαρτοφυλακείου τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας εἰς ἐπικουρίαν κοινὴν καὶ ἐπίθαλψιν, ὡς βεβαίου καὶ ἀσφαλοῦς τυγχάνοντος· γεγενημένου κατὰ τὸν νοέμβριον μῆνα τῆς ζ΄. ἰνδ. τοῦ ςχὲς ἔτους, ἐν ᾧ καὶ τὸ ἡμέτερον εὐσεβὲς καὶ θεοπρόβλητον ὑπεσημήνατο κράτος. Εἶχε τὸ σύνηθες κανίκλωμα, καὶ ὑπογραφὴν τοῦ βασιλέως ταύτην· „μανουὴλ ἐν χριστῷ τῷ θεῷ πιστὸς βασιλεὺς πορφυρογέννητος καὶ αὐτοκράτωρ ῥωμαίων ὁ κομνηνός. καὶ κάτωθεν ἀπῃωρημένην βούλλαν χρυσῆν διὰ μετάξης ὀξείας. καὶ ἔξωθεν τό· „διὰ τοῦ ἐπὶ τοῦ κανικλείου καὶ δικαιοδότου θεοδώρου τοῦ στυπειώτου. καὶ τό· „κατεστρώθη ἐν τῷ σεκρέτῳ τοῦ μεγάλου λογαριαστοῦ κατὰ μῆνα ἰανουάριον ἰνδ. ζ΄.