IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio IV

JGR III 4.61Imp. Manuelis Comneni aurea bulla de possessionibus monasteriorum '. (A. 1158.)

[Χρυσόβουλλον] κατὰ τὸν μάρτιον μῆνα τῆς ς ' ἰνδ. τοῦ εχές ' ἔτους ἐξενεχθὲν καὶ καταστρωθὲν ἐν πᾶσι τοῖς

Abrir no leitor do IusCommune →

0

pr.σεκρέτοις, παρακελεύεται μετὰ τὸ προοίμιον ταῦτα ῥητῶς· α. Ἔφθασε μὲν οὖν πρὸ χρόνων τινῶν χρυσόβουλλον λόγον ἐπιβραβεῦσαι ἡ βασιλεία μου τοῖς τε κατ᾿ αὐτὴν τὴν βασιλίδα τῶν πόλεων διακειμένοις εὐαγεστάτοις μοναστηρίοις, καὶ τοῖς κατὰ τὸ δυτικὸν μέρος τοῦ στενοῦ, ὅσον τε κατ ' αἰγιαλὸν καὶ ὅσον πόῤῥωθεν· ὡσαύτως καὶ τοῖς περὶ τὸν κόλπον τῆς νικομηδείας καὶ μέχρι καὶ αὐτῆς τῆς νικομηδείας καὶ τοῖς ἐν ταῖς νήσοις, τῇ ὀξείᾳ, τη πρώτῃ, τῇ χάλκῃ, τῇ πλατείᾳ, τῇ ἁγίᾳ γλυκερίᾳ, τῇ πριγκίπῳ, τῇ τοῦ ἀντιγόνου, τῷ τραγονησίῳ, τῇ τερεβίνθῳ, τῷ ἁγίῳ ἀνδρέᾳ, τῷ ἁγίῳ τρύφωνι, τῷ ἁγίῳ ἐλευθερίῳ τῷ κώδωνι, τῷ πελαγίῳ, τῇ θεοτόκῳ, τῷ μεσονησίῳ, τῇ ἰάτρῳ καὶ τῷ ἁγίῳ δημητρίῳ, καὶ τοῖς ἐν ταῖς κτήσεσι τῶν πορτῶν, καὶ ἄχρι τῆς περιοχῆς τοῦ ἀθύρα, καὶ ἁπλῶς τοῖς πέριξ τῆς βασιλίδος τῶν πόλεων ἀσκουμένοις μοναχοῖς, ἀνδράσι τε καὶ γυναιξί· πολλὰ τούτοις φιλοτιμησαμένη δίκαια, καὶ τὸ ἀδιάσειστον αὐτοῖς δωρησαμένη ἐπὶ τῇ κατοχῇ καὶ δεσποτείᾳ τῶν ἀκινίτων τῶν ἀπό τινων δικαιωμάτων διαφερόντων τούτοις, καθὼς ὁ τοιοῦτος χρυσόβουλλος λόγος πλατύτερον ταῦτα διέξεισιν. ἐπεὶ δὲ τοὺς θηρολέκτας οὐκ ἦν ἠρεμεῖν, ἀλλὰ τῷ τοῦ δημοσίου προσχήματι βαρεῖαν τούτοις ἐπῆγον οὗτοι τὴν κάκωσιν, ἡ βασιλεία μου ἅμα μὲν τὸ θεῖον ἐξευμενίσαι θελήσασα καὶ ἐξιλεώσασθαι ἐφ᾽ οἷς ὡς ἄνθρωπος τούτῳ προσκέκρουκεν, ἅμα δὲ βουλομένη καὶ τοὺς στρατιώτας τοῦ μεγάλου βασιλέως, χριστοῦ δηλονότι, τοὺς δι αὐτὸν τὸν μονήρη βίον προελομένους καὶ τὴν πανοπλίαν ἐνδυσαμένους τοῦ πνεύματος, συμμάχους ἔχειν καὶ συνασπιστὰς ἰσχυροὺς κατὰ τῶν ὁρωμένων καὶ ἀοράτων ἐχθρῶν· τῷ ἀγαθῷ ἐκείνῳ θεμελίῳ καὶ ὄροφον ἐπιθεῖναι ἀνάλογον ἡρετίσατο, καὶ τὸν παρόντα χρυσόβουλλον ἀπολέλυκεν εὐλόγως, δι οὗ θεσπίζει καὶ διορίζεται, πάντα τὰ σήμερον νεμόμενα ἀκίνητα παρὰ τῶν ἄνωθεν ἀριθμηθέντων μοναστηρίων ἢ καὶ ἡσυχαστηρίων. ἢ καὶ ἀναχωρητικῶν κελλίων ἢ λαυρῶν καὶ ἁπλῶς κατοικητηρίων μοναχικῶν, κἂν οἵῳ ἂν καλοῖντο ὀνόματι, τούς τε παροίκους, τὰ αὐτούργια, τὰς πανηγύρεις, τοὺς φόρους, τοὺς πόρους, τὰς λίμνας, τοὺς ποταμοὺς, τὰ θαλάσσια δίκαια, καὶ καθολικῷ λόγῳ οἱονδηποτοῦν δίκαιον ἐν ἀκινήτοις κτήμασι θεωρούμενον καὶ ἐν οἱῳδήτινι τόπῳ διακείμενον παρ᾿ αὐτῶν κατεχόμενον νῦν, ἐφ᾽ ᾧ δηλονότι μέχρι τοῦ νῦν οὐκ ἐδόθη τούτοις διάγνωσις παρὰ τῶν κατὰ χώραν ἀναγραφέων τὸ τοῦ δημοσίου μέρος ἐπὶ τούτῳ προσδικαιοῦσα, ἔχειν τὰς ῥηθείσας μονὰς κατὰ διηνεκῆ δεσποτείαν ὡς δῶρον καὶ φιλοτίμημα τῆς βασιλείας μου, καὶ δεσπόζειν αὐτῶν εἰς τοὺς ἑξῆς ἅπαντας καὶ διηνεκεῖς χρόνους, κἂν εὐλόγως κἂν παραλόγως τούτων τινὰ ἢ τὰ ὅλα ἴσως ἕως τοῦ νῦν κατεῖχον, κἂν δίχα τινὸς δικαιώματος, ἢ ἀπὸ δικαιωμάτων μὲν, κακῶς δὲ ἐχόντων ἢ ψευδῶς συντεθέντων. πάντα γὰρ τὰ παρ᾽ αὐτῶν κατεχόμενα ἐν οἱῳδήτινι θέματι κατά τε δύσιν καὶ ἀνατολὴν, κἂν ἐξ αὐτῶν εἰς ἐνδιαίτημα τῶν κατὰ τὴν ἡμέραν βασιλέων, κἂν ἀπὸ κλασμάτων ὦσι, κἂν ἀπὸ συμπαθειῶν, ἢ ἀποκεκινημένων, ἢ ὁλοπτώτων, ἢ ἀπὸ ταπεινῶν τελουμένων διαρίων, ἢ ἀπὸ ταπεινῶν κλασματισθέντων, ἢ καὶ δυνατοῖς διαπραθέντων ἢ τουναντίον, ἢ ἐξ ὀρθώσεων κακῶς γεγονυιῶν διαπράσεων, κἂν ἐν ἄλλοις τόποις ὁρισθέντα δωρηθῆναι ἐν ἄλλοις παρεδόθησαν, ἢ δωρηθέντα οὐ παρεδόθησαν, ἢ παραδοθέντα οὐκ ἐδωρήθησαν, ἢ καθ᾽ ἕτερόν τινα λόγον κακῶς παρ᾿ αὐτῶν κατέχονται, ἀδιασείστως καὶ ἀπολυπραγμονήτως κατέχεσθαι παρὰ τῶν ῥηθεισῶν πασῶν μονῶν ἡ βασιλεία μου βούλεται εἰς τὸν αἰῶνα τὸν ἅπαντα, ὡς δῶρον τῆς βασιλείας μου καὶ καθαρὸν φιλοτίμημα. μόνης γὰρ τῆς παρ᾽ αὐτοῖς εὑρισκομένης νῦν κατοχῆς τῶν ἀκινήτων ὀφειλούσης ἀρκεῖν αὐτοῖς ἀντὶ παντὸς δικαιώματος, περιττόν ἐστι τὸ πολυπραγμονεῖν περὶ ἑτέρου. ἐπὶ πᾶσι γὰρ οἷς κατέχουσι σήμερον (ἄνευ μέντοι τῶν ἐφ᾽ οἷς ἐδόθησαν αὐτοῖς διαγνώσεις παρὰ τῶν κατὰ χώραν ἀναγραφέων τὸν δημόσιον δικαιοῦσαι, ὡς εἴρηται), ὀφείλει ἀρκεῖν ἡ παροῦσα χρυσόβουλλος γραφὴ τῆς βασιλείας μου καὶ ἀντὶ δωρεᾶς καὶ ἀντὶ πρακτικοῦ καὶ ἀντὶ παντὸς ἑτέρου δικαιώματος, κἂν οἱονδηποτοῦν σεκρέτον ἐπ᾿ αὐτῷ δικαιοῖτο· οὐδὲ ἀναγκασθήσονται αἱ μοναὶ ἐφ᾽ οἷς κατέχουσι νῦν ἀκινήτοις προκομίζειν ἕτερα παλαιογενή προσόντα αὐταῖς δικαιώματα, ἀλλὰ τῇ παρούσῃ χρυσοβούλλῳ γραφῇ τῆς βασιλείας μου ἀντὶ παντὸς δικαιώματος χρώμεναι ἀρκεσθήσονται ταύτῃ καὶ μόνῃ, ὀφειλούσῃ ἀρκεῖν αὐταῖς ὡς προεγράφη καὶ ἀντὶ δωρεᾶς καὶ ἀντὶ παραδόσεως καὶ ἀντὶ παντὸς ἑτέρου δικαιώματος. εἰ δ᾽ ἴσως καιροῦ καλοῦντος θελήσει οἱονδηποτοῦν μοναστήριον χρήσασθαι καὶ τοῖς προσοῦσιν αὐτῷ δικαιώμασιν, ὑπὲρ ἑαυτοῦ ταῦτα προκομίζον, παρ ' οἱουδήτινος πρὸς τοῦτο οὐ κωλυθήσεται· ἀναγκαστικῶς γὰρ τοῦτο οὐ ποιήσει, εἰ δὲ οἰκείῳ θελήματι αὐτὸ αἱρετίσεται, οὐδεὶς ὁ ἐμποδίζων ἐσεῖται. οὐ μόνον δὲ ἐπὶ τῇ δικαιώσει τῆς γῆς συμβαλεῖται τοῖς μοναστηρίοις ἡ παροῦσα χρυσόβουλλος γραφή, ἀλλὰ καὶ ἐπὶ τοῖς παροίκοις τοῖς νῦν παρ᾽ αὐτῶν κατεχομένοις, καὶ τοῖς αὐτουργίοις, φόροις, πανηγύρεσι, διαβατοῖς, λίμναις, ποταμοῖς, θαλασσίοις δικαίοις καὶ ἑτέρῳ οἱῳδήτινι δικαίῳ παρ αὐτῶν κατεχομένῳ, ἄνευ μέντοι τῶν ἐφ᾽ οἷς ἔλαβον διαγνώσεις ὑπὲρ τοῦ δημοσίου, ὡς πολλάκις ἀνωτέρω διείληπται. εἰ δὲ καὶ προσετάχθησαν λογισθῆναι ἢ ἐκκοπῆναί τινα τελέσματα ἢ πρακτικὰ ἢ στρατεῖαι ἢ δημόσια ἢ λίβελλοι ἢ ἑτερόν τι τῷ δημοσίῳ ἀνῆκον, καὶ οὐ γέγονε τὸ λελογισμένον, ἢ ἕτερόν τι ἔχει ἐπιλήψιμον τὸ δικαίωμα, οὐδέν τι ἐκ τούτου βλαβήσεται τὰ μοναστήρια. τί δὲ χρὴ τὰ πολλὰ καταλέγειν καὶ ἀπαριθμεῖσθαι, καὶ χάριν παραδείγματος ἀπογράφεσθαι; τὴν πολυλογίαν ἡ βασιλεία μου παρατρέχουσα, ἵνα μή τις τῶν περὶ ταῦτα δεινῶν, τινῶν μὲν ἐκφωνηθέντων ἐκ τῶν τὰ ἀκίνητα κατασειόντων αἰτίων, τινῶν δὲ παρασιωπηθέντων, ἐπιδράττοιτο τῶν ῥημάτων καὶ κατὰ ἰουδαίους τῷ γράμματι ἐπικάθηται, καὶ ἐπιχειρῇ ἐπὶ τοῖς μὴ ἐκφωνηθεῖσι διασείειν καὶ παρενοχλεῖν ταῖς μοναῖς, καθολικῷ λόγῳ καὶ περιεκτικῷ τοῦτο ἡ βασιλεία μου βούλεταί τε καὶ διορίζεται, ὡς ἂν πᾶν, ὅπερ ἐπὶ τοῖς σήμερον παρὰ τῶν μοναστηρίων κατεχομένοις ἢ ἐπ᾿ αὐταῖς ταῖς καθέδραις τῶν μοναστηρίων νοηθῇ ὑπὲρ τοῦ δημοσίου παρά τινος, ἢ νῦν ἢ ὁτεδήποτε, αὐτὸ τοῦτο δεδωρημένον λογίζεσθαι τῇ μονῇ· καὶ ἅμα τὶς τοῦτο διανοήσεταί τε καὶ φθέγξεται, καὶ εὐθὺς ἀντιλήψεται αὐτοῦ ἡ μονὴ, ὡς σήμερον δεδωρημένου ταύτῃ παρὰ τῆς βασιλείας μου. ὅσον γὰρ ἐφ᾽ οἷς κατέχουσι νῦν ἀκινήτοις, περὶ ὧν διαγνώσεις ὑπὲρ τοῦ δημοσίου οὐκ ἔλαβον τὰ προγραφέντα μοναστήρια, δημόσιον βούλεται ἡ βασιλεία μου λογίζεσθαι ἓν ἕκαστον τούτων κατὰ μόνον τὸ ἔχειν τὸ ἀδιάσειστον καὶ μὴ ὑπ᾽ οὐδενὸς ἀνακρίνεσθαι. καὶ ὃν τρόπον ὁ δημόσιος οὐ πολυπραγμονεῖται ὑφ᾽ ἑαυτοῦ, οὕτως οὐδὲ τὰ ἱερὰ σεμνεῖα ἢ ἡσυχαστήρια, μοναστήριά τε καὶ λοιπὰ, ὑπό τινος τῶν τοῦ δημοσίου φροντιστῶν ἀνακριθήσεται· κἄν τι εὔλογον δικαιολογῆταί τις κἂν παράλογον, κἂν ὁποῖον ἂν εἴη τὸ λαληθησόμενον. πᾶς γὰρ ὁ τοιοῦτόν τι ἐπιχειρήσων ποιῆσαι, ἀνίσχυρα δόξει λέγων καὶ τῷ ὄντι ἀβέβαια, καὶ ἀσυμπαθῶς ἡ τούτου περιουσία τῷ δημοσίῳ καθοσιωθήσεται, καὶ αὐτὸς ἄτιμος ἐσεῖται παντάπασιν, ὡς ἀντιπίπτων βασιλεῖ εὐσεβῶς τε καὶ φιλοθέως τὸ ἀνενόχλητον ταῖς μοναῖς ἀποχαριζομένῳ ἐπὶ τοῖς δεδωρημένοις αὐταῖς διὰ τοῦ παρόντος χρυσοβούλλου λόγου, καὶ δ᾽ αὐτοῦ βραχύ τι δῶρον προσάγοντι τῷ θεῷ, ἀνθ᾽ ὧν μυρίων εὐεργεσιῶν παρὰ τῆς πλουσιοπαρόχου δεξιᾶς αὐτοῦ παραπέλαυσεν.

2

pr.Οὐκ ἐξέσται οὖν οὔτε ἀναγραφεῖ ἢ προκαθημένῳ οἱουδήτινος σεκρέτου ἢ ἐξισωτῇ ἢ ἐνεργοῦντι ἢ ἑτέρῳ τινὶ προσώπῳ τοῦ δημοσίου τὰ τῶν μοναστηρίων ἀκίνητα ἀναγράφεσθαι ἢ καπνολογεῖν, ἢ ἀναζητεῖν μέτρα γῆς ἢ παροίκων ποσότητα, ἢ γῆς τὸ ὑπέρπλεον ἢ ὑπέρτιμον ἢ τὸ ἀδίκως κατεχόμενον ἐξετάζειν· ἀλλ᾽ ἐπεὶ ἐκ προστάξεως τῆς βασιλείας μου μέλλουσι γενέσθαι πρακτικὰ τῶν σήμερον κατεχομένων παρὰ τῶν μονῶν ἀκινήτων καὶ παροίκων, τότε μόνον ὀχληθήσεται ἡ μονὴ καὶ τὸ ἀδίκως κατεχόμενον ἀφαιρεθήσεται, ὅτε ὁ ἀναγραφεὺς δεικνύει, ὡς ἐπέκεινα τοῦ περιορισμοῦ κατέχει ἡ μονὴ τόπια ἢ παροίκους ἢ ἕτερον δίκαιον. οὐδὲ γὰρ ἐπ᾿ ἀδείας ἕξουσιν αἱ μοναὶ τὰ σήμερον παρ᾿ αὐτῶν κατεχόμενα, εἴτε πάροικοι εἶεν εἴτε τόποι εἴτε αὐτούργια, ἐπαύξειν καὶ εἰς πληθυσμὸν ἄγειν πλείονα. πλὴν τῇ τοιαύτῃ προφάσει οὐκ ἐξέσται πράκτορι ἢ ἀναγραφεῖ οἱῳδήτινι ἢ καπνικὸν ἢ μετρητίκιον ἢ ἑτερόν τι ἀναγραφικὸν ἢ πρακτορικὸν φορολόγημα ἀπὸ τῶν ὑποκειμένων ταῖς δηλωθείσαις μοναῖς ἀκινήτων ἀναλαμβάνεσθαι. εἰδέναι γὰρ ὀφείλει ὁ τοῦτο τολμήσων, ὡς οὐ μόνον ἐπὶ τὸ πολλαπλοῦν ἀντιστρέψει ὅπερ ἂν ἀναλάβηται, ἀλλὰ καὶ τελείᾳ δημεύσει ὑποβληθήσεται, καὶ ἄτιμος ἔσται καὶ ἀπολίτευτος. οὕτω γὰρ θέλει ἡ βασιλεία μου τὰ τῶν δηλωθεισῶν μονῶν ἀκίνητα πάντα λογίζεσθαι ὑφ᾽ ἑκάστου τῶν πρακτόρων, ὡς μὴ ὄντα ὑπὸ τὴν ἑαυτοῦ ἀρχήν τε καὶ ἐξουσίαν. καὶ ὃν τρόπον οἱ πράκτορες ἐπὶ τοῖς μὴ ὑποκειμένοις αὐτοῖς θέμασιν οὐδέν τι δίκαιον ἔχουσιν ἐνεργεῖν ἢ ὅλως ποιεῖν τι ἐπ᾿ αὐτοῖς, οὕτως οὐδὲ ἐπὶ τοῖς τῶν μοναστηρίων ἀκινήτοις οἱ πράκτορες τῶν θεμάτων, ὑφ᾽ οὓς τελοῦσι τὰ τοιαῦτα ἀκίνητα, πράκτορες λογισθήσονται. τὰ μέντοι γενησόμενα πρακτικὰ καὶ οἱ περιορισμοὶ παρ᾽ ὧν ἂν ὁρίσῃ ἡ βασιλεία μου εἰς παράστασιν τῶν σήμερον παρὰ τῶν μοναστηρίων νεμομένων, τοῖς προσφόροις σεκρέτοις δι εἴδησιν ἐγκαταστρωθήσονται. ὀφείλουσι δὲ εἰδέναι πάντα τὰ μοναστήρια, ὡς οἷον ἂν ἐξ αὐτῶν εὑρεθῇ ῥᾳδιουργίαν τινὰ ποιησάμενον ἐπὶ τοῖς σήμερον παρ᾽ αὐτῶν κατεχομένοις ἀκινήτοις, ἢ συμπαιγνίαν ἢ δόλον πλημμελῆσάν τινα, οὐ μόνον ἀπὸ τῆς τοῦ παρόντος χρυσοβούλλου λόγου τῆς βασιλείας μου ὠφελείας οὐκ εὐμοιρήσει τὸ σύνολον, ἀλλὰ καὶ τοῦ προφιλοτιμηθέντος αὐτῷ ἐκπεσεῖται δικαίου διὰ τοῦ προγεγονότος πάσαις ταῖς δηλωθείσαις μοναῖς ἑτέρου χρυσοβούλλου λόγου τῆς βασιλείας μου.