JGR III 4.6Imp. Michaelis Ducae de tempore, intra quod juramentum praestandum sit. (A. 1075.)
Μηνὶ ὀκτωβρ. ιή ίνδ. ιγ ' κατεστρώθη ὑπομνηστικὸν βεβουλλωμένον καὶ ὑπογεγραμμένον τοῦ πρωτοπροέδρου κυροῦ κωνσταντίνου καὶ δρουγγαρίου τῆς βίγλης πρὸς τὸν βασιλέα κῦριν μιχαὴλ τὸν δούκα. περιέχει οὕτως·
Abrir no leitor do IusCommune →0
pr.Τολμῶν ὁ ἀνάξιος καὶ πανευτελὴς δοῦλος τῆς κραταιᾶς καὶ ἁγίας βασιλείας σου ὑπομνήσκω. δέσποτα μου ἅγιε, ἀμφιβολία [τῷ δικαστηρίῳ ἐνέπεσε] οὐ νῦν πρῶτον στασιασθεῖσα, ἀλλὰ καὶ πολλοῖς τῶν παλαιῶν δικαστῶν ζητηθεῖσα, ἄλυτος δὲ καταλειφθεῖσα μέχρι τοῦ νῦν διὰ τὸ μὴ εὑρίσκεσθαι νόμον τὸν ταύτην ἐξομαλίζοντα. ἐστὶ δὲ αὕτη. ἡνίκα παραχθῶσι μάρτυρες παρὰ τοῦ ἑνὸς μέρους καὶ δοθῶσιν αἱ τούτων φωναὶ, ἀδιάβλητα δὲ μείνωσι τὰ τοῦ μάρτυρος αὐτοῦ δ᾽ ἀντιπαραγωγῆς ἢ διαβολῆς μὴ περιτρεπόμενα, ὅρκος τούτοις ἐπάγεται. ἀπειθοῦντος δὲ τοῦ ὀφείλοντος δέξασθαι τὸν ὅρκον, διὰ τὸ μὴ τὴν δίκην ἴσως ἐθέλειν τοῦτον πέρας λαβεῖν, οἱ μὲν τῶν δικαστῶν λέγουσιν, ὅτι ἐπιφωνήσεων ἐπάνω γενομένων καὶ τριῶν τριακονθημέρων παρερχομένων, μετὰ τὴν τούτων διάῤῥευσιν ὁ μὴ βουλόμενος τὸν ὅρκον δέξασθαι ἔκτοτε τοῦτον ἀνακαλεῖσθαι οὐ δύ ναται. ἕτεροι δέ φασιν, ὅτι ἐὰν ἡ μαρτυρία δοθῇ χρηματικῆς οὔσης τῆς ὑποθέσεως, ἐπεὶ αἱ χρηματικαὶ δίκαι ἐντὸς τριετίας ὀφείλουσι τέμνεσθαι, δυνατὸν καὶ τὸν ὅρκον παρεκτείνεσθαι ἄχρι τῆς τῶν τριῶν ἐνιαυτῶν παραδρομῆς· τούτων δὲ διερχομένων οὐ πρὸς ἰσχύος ἐστὶ τῷ τὸν ὅρκον ὀφείλοντι δέξασθαι ἀνακινεῖν καὶ αὖθις τὴν δίκην· ἐπάγεται γὰρ τῷ παρεκτείνοντι δικαστῇ ἐπὶ πλέον τῶν τριῶν ἐνιαυτῶν ἀπὸ τοῦ νόμου ποινή. ἄλλοι δὲ πάλιν τῶν δικαστῶν, καὶ ἄχρι τριακονταετίας δυνατὸν εἶναι ἀνατιθέναι τῶν μαρτύρων τὸν ὅρκον, ὅτι καὶ αἱ διηνεκεῖς ἀγωγαὶ τῇ τριακονταετίᾳ παύονται, καὶ δυνατὸν ὅρκου ἀγωγὴν περὶ τούτου ἔχειν ἄχρι τριακονταετίας [τὸν ὀφείλοντα δέξασθαι αὐτὸν], εἴ γε οἱ μάρτυρες ζῶσι, καὶ τὸν ὅρκον τοῦτον ζητεῖν. τὴν οὖν τοιαύτην ἀμφιβολίαν διὰ τὸ μὴ εὑρίσκεσθαι τὸν νόμον ὡς προδιείληπται τὸν ταύτην διατέμνοντα, τῇ κραταιᾷ καὶ ἁγίᾳ βασιλείᾳ σου ἀναφέρω, ἵν αὕτη ὡς ἀπὸ τῶν νόμων ἔχουσα τὴν ἐξουσίαν τὰ διαμφιβαλλόμενα τοῖς δικασταῖς τέμνειν, ὅπερ εὐδοκεῖ, διορίσηται, καὶ ἀντὶ νόμου ἀπό γε τοῦ νῦν ἡ πρόσταξις αὕτη κρατῇ, οἱ δὲ πρὸς ταύτην ὡς στάθμην ὁρῶντες τῶν πολλῶν ὅσον τὸ ἐπὶ τούτῳ κεφάλαιον διενέξεων ἀπαλλαγῶσιν. ὡς δοῦλος ἀνάξιος τολμήσας ὑπέμνησα. Ἡ νεαρὰ τοῦ ἀοιδίμου βασιλέως κυροῦ μιχαὴλ τοῦ δούκα ἡ περὶ τῆς τριακονθημέρου προθεσμίας τοῦ ὅρκου ἐξ ἀναφορᾶς κωνσταντίνου πρωτοπροέδρου τοῦ γεγονότος μεγάλου δρουγγαρίου τῆς βίγλης ἐξενεχθεῖσα, περὶ τοῦ παύσασθαι τὴν δίκην καὶ λύεσθαι, ἐὰν, ἀποφάσεως γενομένης δικαστικῆς προβῆναι ὅρκον, γίνωνται διαμαρτυρίαι τριακονθήμεραι γ ' καὶ οὐ πεισθῶσι τελέσαι τούτους οἱ δικαζόμενοι ἢ τυχὸν οἱ μεμαρτυρηκότες. Καλή σου ἡ ὑπόμνησις καὶ ἀτεχνῶς τῆς σῆς πολυπειρίας τε καὶ φρονήσεως ἐπαξία. πρὸς ἄλλην γὰρ καὶ ἄλλην μεριζομένων γνώμην τῶν δικαστῶν εἰκὸς ἐπὶ πολὺ ἢ μᾶλλον διὰ παντὸς τὰς κινουμένας δίκας κυμαίνεσθαι, ὅτε ὅρκῳ τὴν λύσιν ἀλλὰ μὴ ἄλλως δέξασθαι δέον αὐτὰς, καὶ ἀθανάτους μένειν, μικροῦ καὶ ἀλύτους. εἰ γὰρ καὶ πρὸς ἀλλήλους ἑτεροδόξως ἔχουσι καὶ ἀλλοίως ἑκατέρων αἱ γνώσεις, ἀλλά γε καὶ νόμοις καὶ λογισμοῖς συγκεκρότηνται ἰσχυροῖς, ὡς δοκεῖν ἑκάστην ἀκαταγωνιστὴν εἶναι αὐτῶν καὶ μὴ τῆς ἑτέρας ἡττᾶσθαι καὶ ὑποπίπτειν μικρόν.
1
pr.Ὅμως εἰ καὶ οὕτως ἔχουσιν, ὡς προλέλεκται, ἀλλὰ προτίθησιν ἡ βασιλεία τὴν πρώτην αὐτῶν, καὶ ταύτῃ τῶν ἄλλων προστίθεται μᾶλλον, καὶ τὴν παρ᾽ ἑαυτῆς χαρίζεται γνώμην αὐτῇ, καὶ βούλεται δίκης ὅρκῳ μελλούσης δέχεσθαι τὴν τομὴν, παρ᾽ οὗ ἂν καὶ ὀφείλοι τελεσθῆναι οὗτος, εἴτε παρὰ μαρτύρων ἀδιαβλήτων μενόντων, εἴτε καὶ δ᾽ ἀντιπαραστατικῶν ἑτέρων μαρτυριῶν ἀκαταγωνιστῶν διαμενουσῶν ἕως τέλους, εἴτε καὶ παρὰ τοῦ διώκοντος ἢ τοῦ φεύγοντος, μὴ εἰς μακρὸν παρατείνεσθαι τὴν τῆς δίκης τομὴν, μήδ᾽ ἄχρι τριετίας ἢ τριακονταετίας τὸν ὅρκον ἀναρτᾶσθαι, ὡς ἔνιοι λέγουσι τῶν κριτῶν, ἀλλὰ διαμαρτυρίας στέλλεσθαι πρὸς αὐτοὺς τρεῖς τριακονθημέρους, καὶ τηνικαῦτα ἢ τῶν μαρτύρων ἀπειθούντων τελέσαι τὸν ὅρκον, ὃν ἐψηφίσατο δοῦναι ὁ δικαστὴς, ἢ τοῦ μέλλοντος δέξασθαι τὸν ὅρκον αὐτῶν, ἢ πάλιν τοῦ διώκτου ἢ τοῦ φεύγοντος παρομοίᾳ χρωμένου τῇ ἀπειθείᾳ καὶ ὑπερτιθεμένου αὐτὸν, παύεσθαι τὴν δίκην, καὶ ἔχειν τὰ νικητήρια ἀπὸ τοῦ κριτηρίου τοῦ σοῦ ἢ καὶ παντὸς ἑτέρου δικαστηρίου κατὰ τοῦ ἑκόντως ὑπερτιθεμένου καὶ τὸν ἀντιπαλαμώμενον ἐπίτηδες τρίβοντος ὡς εἰπεῖν. Τὸ γὰρ παρὸν πρόσταγμα τῆς βασιλείας ὡς καινόν τι διάταγμα ἐπὶ πάσαις ὀφείλει ταῖς τοιουτοτρόπως μελλούσαις λυθῆναι δίκαις κρατεῖν καὶ ἐπὶ παντὸς πολιτεύεσθαι οὕτως δικαστηρίου, ἐξ αὐτῆς [τῆς] ἀρχῆς τοῦ εἰσιέναι μέλλοντος ὀκτωβρίου μηνὸς τῆς παρούσης ιγ ' ἐπινεμήσεως τοῦ ςφπγ ' ἔτους, σοῦ τοῦ πρωτοπροέδρου κωνσταντίνου καὶ μεγάλου δρουγγαρίου τῆς βίγλης διαπεμπομένου πρὸς πάντα τὰ δικαστήρια, ὥστε εἴδησιν πάντας λαβεῖν τῆς καινῆς ταύτης νομοθεσίας τῆς βασιλείας μου. τὸ δὲ μηνὶ σεπτεμβρίῳ ἰνδ. ιγ ' δ᾽ ἐρυθρῶν τοῦ βασιλέως γραμμάτων καὶ ἡ διὰ κηροῦ συνήθης σφραγίς.