JGR III 4.58Imp. Manuelis Comneni aurea bulla de possessionibus magnae ecclesiae '. (A. 1153.)
Τῇ ἁγιωτάτῃ τοῦ θεοῦ μεγάλῃ ἐκκλησίᾳ ἐπωρέχθη χρυσόβουλλον τοῦ κραταιοῦ καὶ ἁγίου ἡμῶν βασιλέως, ταῦτα κατὰ ῥῆμα διαλαμβάνον·
Abrir no leitor do IusCommune →0
pr.Καὶ τῷ παλαιῷ μὲν ἐκείνῳ καὶ περιπύστῳ τῆς τοῦ σολομῶντος σοφίας ναῷ τὸ κατὰ δύναμιν προσέφερον ξύμπαντες· καὶ τῷ ἱερῷ δὲ τούτῳ καὶ παμμεγίστῳ τεμένει, τῷ ἐπ᾿ ὀνόματι τῆς τοῦ θεοῦ σοφίας, τοῦ καὶ ἐκ σολομῶντος κατηγμένου καὶ ἐκ δαβὶδ κατὰ τὸ ἀνθρώπινον, φιλοτίμως ὄντως ἐνιδρυμένῳ καὶ τῷ ὄντι βασιλικῶς, οὗ κἀκεῖνος ἦν ὁ σολομώντειος προεκτύπωμα, τῇ νέᾳ λέγω σιὼν, τῇ τοῦ ἁγιάσματος κιβωτῷ, τῇ τοῦ σωτῆρος ἡμῶν ἐκκλησίᾳ, ἣν τῇ πέτρᾳ ἐπῳκοδόμησε τῶν ἀποστολικῶν διατάξεων τὸ πνεῦμα τὸ ἅγιον οὕτως᾽ ἀῤῥαγῆ καὶ ἀκλόνητον, διάφορα πολλοὶ προσήγαγον ἀναθήματα, ἐν ἀκινήτοις θεωρούμενα κτήσεσι κατά τε τὴν ἕω διακειμέναις καὶ πρὸς δυσμὰς, ἀλλὰ δὴ καὶ κατὰ τῶν νήσων τινάς· εἰσὶ δ᾽ ἃ περιῆλθον τούτῳ καὶ κατ᾿ ἐξώνησιν. τούτων πολλὰ (ἵνα μὴ λέγω τὰ πλείω) ἐκ διαφόρων αἰτιαμάτων τῷ δημοσίῳ προσαρμόττειν διεγινώσκοντο παρά τε τῶν ἑκασταχοῦ ἀναγραφέων καὶ τῶν ἄλλως περὶ ταῦτα δεινῶν.
1
pr.Ἐπεὶ δὲ τοῦτο ταῖς ἀκοαῖς ἐνηχήθη τῆς βασιλείας μου ἐξ ἀναφορᾶς τῶν τὰ κατὰ τὸν μέγιστον τοῦτον καὶ θεῖον οἰκονομούντων ναὸν, αὐτίκα μηδὲν μελλῆσαν τὸ ἡμέτερον κράτος τὸν παρόντα χρυσόβουλλον λόγον τῷ πανσέπτῳ τούτῳ σηκῷ ἐπεβράβευσε, δι ' οὗ καθαρῶς αὐτῷ δωρεῖταί τε καὶ ἀποχαρίζεται ἡ ἡμετέρα εὐσέβεια ἅπαντα τὰ τῷ δημοσίῳ ὁπωσδήποτε διαφέροντα, ἀπό τε τῶν ἐν τῇ ἀνατολῇ καὶ τῇ δύσει καὶ ταῖς ὅλαις νήσοις κατεχομένων παρ᾿ αὐτῆς παντοίων ἀκινήτων ἐπικτήσεων, ὡς δῶρον ταύτης καὶ ἱερόν τι ἀνάθημα, κἂν πάροικι ὦσι, κἂν γῆ ἀρόσιμος τυχὸν ἢ λιβαδιαία ἢ ὑπάμπελος ἢ κηπεύσιμος, κἂν αὐτούργια οἱαδήτινα, κἂν ἔνοικοι πραγματευταὶ ἢ ἐργαστηριακοὶ, κἂν κάστρα ἔν τισι τούτων ᾠκοδομήθησαν, κἂν ἕτερόν τι ὁποιονδηποτοῦν τῷ δημοσίῳ διαφέρον ἐν τούτοις ἐξεύρηται.
2
pr.Ἐπανορθοῖ δὲ ἡ βασιλεία μου διὰ τοῦ παρόντος εὐσεβοῦς χρυσοβούλλου λόγου καὶ ὅσα που χωλεύοντα εὑρίσκονται ἐπὶ τοῖς προσοῦσι τῇ διαληφθείσῃ τοῦ θεοῦ μεγάλῃ ἐκκλησίᾳ δικαιώμασιν, ἐν πᾶσι τοῖς τοιούτοις ἀκινήτοις, ὁποῖα ἂν καὶ ὦσι. καὶ πάντα τὰ προσόντα αὐτῇ κατά τε δύσιν καὶ ἀνατολὴν καὶ τὰς ὅλας νήσους ὡς νῦν παρὰ τῆς βασιλείας μου δωρούμενα καὶ παραδιδόμενα ταύτῃ λογίζεσθαι διὰ τῆς παρούσης εὐσεβοῦς χρυσοβούλλου γραφῆς ἡ γαληνότης ἡμῶν θεσπίζει καὶ διορίζεται.
3
pr.Διὰ γὰρ τοῦτο καὶ περιορισμοὺς προβῆναι λεπτομερεῖς, παντοίων ἀκινήτων δηλωτικούς, καὶ τῶν ἐν αὐτοῖς προσκαθημένων παροίκων τε καὶ ἐνοίκων, ἔτι δὲ καὶ τῶν ἐν τούτοις εὑρισκομένων παντοίων αὐτουργίων, παρὰ τῶν κατὰ τόπους ἀναγραφέων, καὶ ταῖς ἐκείνων πιστωθῆναι ὑπογραφαῖς καὶ τῷ μέρει τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας ἐπιδοθῆναι εἰς ἀσφάλειαν αἰωνίζουσαν τὸ κράτος ἡμῶν ἐγκελεύεται, ὡς ἂν ὦσι δῆλα καὶ ἀναμφίλεκτα ξύμπαντα, καὶ μηδέποτε τῶν καιρῶν ὑπ᾽ ἀνάκρισιν ἄγοιντο παρ ' οὗτινοσοῦν τῶν κατὰ καιροὺς ἀναγραφέων ἢ ἐποπτῶν ἢ ἐξισωτῶν καὶ τῶν ἄλλως ἀνερευνώντων τὰ δημοσιακά· τῶν δηλωθέντων περιορισμῶν ἐγκαταστρωθῆναι ὀφειλόντων τοῖς προσφόροις σεκρέτοις δι εἴδησιν. δ. Οὐδὲ γὰρ ἐξέσται τινὶ τούτων ἐν οἱῳδήποτε χρόνῳ καθ οἱονδήτινα τρόπον ἐν τοῖς τοιούτοις πᾶσιν ἀκινήτοις εἰσέρχεσθαι ὁπωσδήποτε, ἢ ταῦθ᾽ ὑπὸ ζήτησιν ἄγειν καὶ ἐξέτασιν οἱανδήτινα. ἀλλ᾽ οὐδὲ δικαιώματα ἐπὶ τούτοις ἐπιζητεῖν, οὐ καπνικὸν ἀναλαμβάνεσθαι, οὐ μετρητίκιον, οὐχ ἕτερόν τι οἱονδηποτοῦν φορολόγημα εἰς κέρδος τοῖς ἀναγραφεῦσιν ἐπινοούμενον, ἀποτρεπομένοις τῇ ἐμφανείᾳ καὶ μόνῃ τοῦ παρόντος χρυσοβούλλου λόγου τῆς βασιλείας μου καὶ τῶν προβησομένων περιορισμῶν, ὡς διείληπται.
5
pr.Πᾶσα δὲ πρόσταξις γεγονυῖα, εἴτε περὶ τῶν προαφωρισμένων, εἴτε περὶ κλασμάτων, εἴτε περὶ συμπαθειῶν, εἴτε περὶ τῶν ἀπὸ ταπεινῶν στίχων, εἴτε περὶ τῶν ὑποκειμένων ταῖς χαραγαῖς, εἴτε περὶ στρατειῶν συμπεπαθημένων κἂν μὴ ἀντισήκωσις τούτων ἐγένετο, εἴτε περὶ τοῦ τὰς ἀπόσους μὴ στέργειν δωρεὰς, εἴτε περὶ οἱουδήτινος ἑτέρου κεφαλαίου ἐξεφωνήθη καὶ κατά τι ἐναντιοῦται τῷ παρόντι χρυσυβούλλῳ λόγῳ τῆς βασιλείας μου, ὅσον ἐπ᾿ αὐτῷ ἀποίσεται τὸ ἀνίσχυρον, κἂν τὸ μὴ ἀνατρέπεσθαι ἔχῃ ἐγκείμενον ἐν αὐτῇ, εἰ μὴ ῥητῶς ἐκφωνηθῇ·: ἐν εἰδήσει γὰρ πασῶν τῶν γεγενημένων προστάξεων ἡ ἡμετέρα τυγχάνουσας θεοσέβεια τὸ κατὰ μέρος ταύτας ἀπαριθμήσασθαι παρέλκον ἡγήσατο, καὶ ὡς ἰδιαιτάτως ἀριθμηθείσας καὶ ἀνατραπείσας ὅσον ἐπὶ τῷ παρόντι χρυσοβούλλῳ λόγῳ λογίζε σθαι ταύτας θεσπίζει ἡ βασιλεία μου. ἀλλ᾽ οὐδὲ γενησομένη οἱαδήτις ἑτέρα πρόσταξις τῆς παρούσης εὐσεβοῦς κατισχύσει χρυσοβούλλου γραφῆς, ἀλλὰ κἀκείνη ἐφ᾽ οἷς ἐναντιοῦται τῷ παρόντι τῆς βασιλείας μου ὁρισμῷ, ὅσον ἐπ᾿ αὐτῷ τὸ ἀνίσχυρον ἀποίσεται καὶ ἀβέβαιον, κἂν τὸ μὴ ἀνατρέπεσθαι ἔχῃ ἐγκείμενον ἐν αὐτῇ (εἰ μὴ ῥητῶς ἐκφωνηθῇ) κἂν ἑτέραν διάστιξιν οἱανδήτινα. 5΄. Ἵν οὖν εἴη δῆλα τὰ προσόντα τῇ ἁγιωτάτῃ τοῦ θεοῦ μεγάλῃ ἐκκλησίᾳ ἀκίνητα ἅπαντα, ἐν τῷ παρόντι χρυσοβούλλῳ λόγῳ ῥητῶς ἐνεγράφησαν. ἃ καὶ ἔχουσιν οὕτω πρὸς ὄνομα. ἐν τῷ θέματι θράκης καὶ μακεδονίας, τὸ δεῖνα καὶ δεῖνα. καὶ ἐφεξῆς καταλέγει τὰ ἀκίνητα πάντα. καὶ μετὰ τὴν τούτων ἀπαρίθμησιν, φησίν· οἱ πανταχοῦ εὑρισκόμενοι στροβιλιῶται ἰουδαῖοι, καὶ ἐξκουσσεία πλοίων χωρήσεως χιλιάδων τριάκοντα. Ἐπὶ τούτοις πᾶσι τὸ ἀπερικλόνητον ἔχειν πάντη καὶ ἀδιάσειστον τὴν ἁγιωτάτην μεγάλην ἐκκλησίαν καὶ τὸ μέρος ἅπαν αὐτῆς θεσπίζει τὸ κράτος ἡμῶν· περιορισμῶν ὀφειλόντων προβῆναι λεπτομερῶν παρὰ τῶν κατὰ τόπους ἀναγραφέων, ὡς πολλάκις διείληπται. πλὴν τῇ τοιαύτῃ προφάσει οὐκ ἐξέσται τοῖς δηλωθεῖσιν ἀπογραφεῦσιν ἢ καπνικὸν ἀπαιτῆσαι ἢ μετρητικὸν ἢ χρειῶν δόσιν ἢ ἑτέραν ὁποιανδήτινα εἴσπραξιν ἀπὸ τῶν ὁπουδήποτε ἀκινήτων αὐτῆς, ἀλλ᾽ ἄνευ τῆς οἱασοῦν συνεισφορᾶς τε καὶ ἀπαιτήσεως τοὺς δηλωθέντας περιορισμοὺς συντελέσουσι· τοῦ κατατολμήσοντος ἀθετῆσαί τι τῶν διωρισμένων τῷ παρόντι χρυσοβούλλῳ λόγῳ τῆς βασιλείας μου πρὸς τῷ τὴν βασιλικὴν ὑποστήσεσθαι ἀγανάκτησιν ὑποστῆναι ὑφορωμένου καὶ δόσιν προστίμου λιτρῶν ὑπερπύρων τριάκοντα, ἀπαιτηθησομένων ἀσυμπαθῶς ἐξ αὐτοῦ παρὰ τοῦ σεκρέτου τῶν οἰκειακῶν ἐκ προσελεύσεως τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας, ὡς βεβαίου καὶ ἀσφαλοῦς τοῦ παρόντος χρυσοβούλλου λόγου τυγχάνοντος, γεγενημένου κατὰ τὸν αὔγουστον μῆνα τῆς ἁ ἐπινεμήσεως τοῦ σχξά ἔτους, ἐν ᾧ καὶ τὸ ἡμέτερον εὐσεβὲς καὶ θεοπρόβλητον ὑπεσημήνατο κράτος.