JGR III 4.24Imp. Alexii Comneni de sponsalibus '. (A. 1084.)
Νεαρὰ τοῦ βασιλέως κυροῦ ἀλεξίου τοῦ κομνηνοῦ ἡ περὶ μνηστείας ἐκτεθεῖσα κατὰ τὸν ἰούνιον μῆνα τῆς ζ ' ἰνδ. τοῦ σφςβ΄ ἔτους.
Abrir no leitor do IusCommune →0
pr.Ἡ μὲν παλαιὰ καὶ πρεσβυτέρα νομοθεσία πόῤῥω τὰ μνηστείας καὶ γάμου ὁρίσματα ἔθετο, καὶ μᾶλλον τούτων τὸ μέσον ἤπερ τὰ μυσῶν καὶ φρυγῶν ἡ παροιμία ἐγνώρισεν. ἡ δ᾽ ἐπὶ τοῦ μακαρίτου πατριάρχου κυρίου ἰωάννου τοῦ ξιφιλίνου ἐκ συνοδικῆς διασκέψεως συντελεσθεῖσα σημείωσις, ᾗ καὶ ὁ ἐν βασιλεῦσιν ἀοίδιμος κύριος νικηφόρος ὁ βοτανειάτης διὰ χρυσοβούλλου γραφῆς τὸ κῦρος εὑρίσκεται χαριζόμενος, τὰ διεστῶτα χωρὶς ἀλλήλων εἰς ἓν συνάπτουσα φαίνεται. κἀντεῦθεν ὅπερ ἐπὶ τῶν γάμων ὁ συνοδικὸς ἐθέσπισε τόμος, τοῦτο ἐπὶ τῆς μνηστείας διαῤῥήδην αὐτὴ ἀποφαίνεται, δύο ἀδελφοὺς ἐξαδέλφαις δύο πρώταις μὴ ἐφιεῖσα μνηστεύεσθαι. καὶ ὁ μὲν πολὺς ἄνθρωπος ἀνεξετάστως τῷ πράγματι ἐπιβάλλων, καὶ βάπτειν ὅλως μὴ ἐξικνούμενος εἰς τὸν νοῦν τῆς συνοδικῆς δια γνώσεως, ἀσυλλογίστως ἐπλάζετο, ὅ τι ποτὲ κυρίως ἐστὶν ἡ μνηστεία καὶ ὅπως ἔχει μᾶλλον τὸ ἀσφαλὲς διακριβοῦν μὴ δυνάμενος, καί που τάχα τὸ τῆς ἰδίας ἀνεπίσκεπτον διανοίας κατὰ τῆς ἐκκλησιαστικῆς ἐπεγράφετο ἀκριβείας. ἡ δὲ τῆς ἡμετέρας βασιλείας εὐσέβεια ἐπιστατικώτερον ἐπιβαλοῦσα τῇ διασκέψει, καὶ τῇ δοκούσῃ ταύτῃ ἐναντιώσει καλῶς ὡς οἷόν τε καὶ ἀσφαλῶς διαιτήσασα, ἀρίστην τὴν συμφωνίαν διὰ τῆς παρούσης θεσμοθεσίας ἐξεῦρεν. α. Ἐπεὶ γὰρ ὁ μὲν παλαιὸς νόμος τὴν μνηστείαν ἐν μόνῃ τῇ τῶν συναλλαττόντων γνωρίζει βουλήσει, καὶ πλέον οὐδὲν διαθέσεως καὶ τῶν ἐπὶ ταύτῃ ἀκολουθούντων συμβολαίων καὶ μνήστρων περιεργάζεται· ἡμῖν δὲ θεοῦ χάριτι πρὸς κοσμιωτέραν πολλῷ καὶ ἱερωτέραν ἐπίδοσιν τὰ τοῦ βίου προελήλυθε πράγματα, κἀντεῦθεν οὐχ ὁ γάμος μόνον, ἀλλὰ καὶ αὐτὴ ἡ μνηστεία ἱερὰν εὐλογίαν ἐπιτελουμένην ἔχει παρ᾽ ἑαυτῇ, καὶ ὁ καιρὸς ὡρισμένος διὰ νεαρωτέρου θεσπίσματος τοῦ σοφωτάτου βασιλέως κυρίου λέοντος ἐπὶ τῇ πρώτῃ τῶν συμβαλλόντων συναρμογῇ ἐξετέθη, ἤγουν ἐπὶ μὲν ἀῤῥένων ὁ πεντεκαιδέκατος τῆς ἡλικίας ἐνιαυτὸς, ἐπὶ δὲ θηλειῶν ὁ τρισκαιδέκατος, ὃν δὴ χρόνον καὶ πρὸς γαμικὴν συναυλίαν τελείαν ὁ παλαιὸς νόμος ἀποχρώντως ἔχειν ἐπέσκηψε· δεῖν ἔγνω διὰ τοῦ παρόντος θεσπίσματος τὸ ἡμέτερον κράτος ἀσφαλῶς ἀποφήνασθαι, ἐκείνας εἶναι κυρίως μνηστείας καὶ ἀτεχνῶς ἰσοδυναμούσας τῷ γάμῳ κατὰ τὴν τῆς συνοδικῆς ἀκριβολογίας διάσκεψιν, ὅσαι καὶ τὸν χρόνον, ὃν ἡ τοῦ βασιλέως κυρίου λέοντος θεσμοθεσία ὡρίσατο, ἀκέραιον ἔσχον παρ᾽ ἑαυταῖς καὶ τὴν ἱερὰν εὐλογίαν ἐπακολουθοῦσαν ἐγνώρισαν, καὶ κατ᾿ ἐκείνων τὴν τοῦ συνοδικοῦ τόμου ὀφείλειν κρατεῖν παρατήρησιν. εἰ γὰρ καὶ θάτερον ἴσως τῶν συμβαλλόντων μερῶν θανάτῳ ἢ περιστάσει τύχης ἑτέρᾳ ἢ γνώμης μεταβολῇ ἀποδιαστῆναι συμβαίη καὶ πρὸς ἑτέραν βίου συγκλήρωσιν μετατάξασθαι, οὐκ ὀλίγον ἐνταῦθα τὸ ἄτοπον ἐπισύρεται, τὰς προεισοδίους τῶν γάμων εὐχὰς ἐπὶ μνηστείᾳ συντελεσθείσας ὡς τι τῶν εἰκαίων καὶ συμπεφορημένων λογίσασθαι, καὶ ἀδιαφόρως ἐκλαβέσθαι τόδε τὸ πρᾶγμα, ὥσπερ ἂν εἰ μὴ θεὸς μέσον τῶν συναπτομένων προσώπων διὰ τῆς μνηστείας εἰσήγετο. τούτῳ γὰρ καὶ ὁ μνημονευθεὶς ἀοίδιμος βασιλεὺς εὐεπηβόλως ἀκολουθήσας, τὸν τῆς ἁγίας καὶ καθολικῆς ἕκτης συνόδου κανόνα, ὃς τὴν μεμνηστευμένην ἔτι τοῦ μνηστῆρος ἐν ἀνθρώποις ὄντος πρὸς γαμικὴν ὁμιλίαν ἑτέρῳ συνέρχεσθαι διεκώλυσε, μοιχείαν τὸ πρᾶγμα διορισάμενος σαφῶς, πρὸς τὴν ἐμφαινομένην τοῦ παλαιοῦ ἐναντίωσιν νόμου καλῶς συνεβίβασεν. ὅτι καὶ ἡ κατὰ τὴν ἐπὶ τοῖς μνηστῆρσι γεγενημένην εὐλογίαν διάστασις, τοῦτό ἐστι κατὰ τὴν ἐκείνου φωνὴν μνηστείας ἀληθὴς λύσις· εἰ δὲ μνηστεῖαί τινες κατὰ τὴν τοῖς πολ λοῖς συνήθη ἀκολουθίαν ἤδη γεγόνασι, καὶ συμβόλαια μὲν ἐξετέθησαν, οὔπω δὲ ὁ τακτὸς ἐπέστη καιρὸς, καθ᾽ ὃν ἡ τοῖς χριστιανοῖς ὀφειλομένη εὐλογία εἴωθε γίνεσθαι, καὶ οὐδ᾽ αἱ συνήθεις ἐπὶ τοῖς μνηστευσαμένοις εὐχαὶ διὰ τοῦ ἱερέως ἐξεφωνήθησαν, ταύτας μνηστείας μὲν ἀληθεῖς, ὅσον κατὰ τὴν ἐκκλησιαστικὴν ἀκριβολογίαν, μηδὲ εἶναι μηδὲ ὀνομάζεσθαι, μήτε. μὴν τὴν συνοδικὴν σημείωσιν κατὰ τούτων ἔχειν τὸ ἐνεργὸν, ὡς ἁπλῶς δὲ ἀρεσκείας ἀνθρώπων δι ' ἐπερωτήσεων κατησφαλισμένας τὸ ἐνεργὸν ἀποφέρεσθαι καὶ τὴν παλαιὰν ἔχειν νομοθεσίαν ἐπὶ τούτων τὸ πάγιον. τούτῳ γὰρ τῷ τρόπῳ καὶ ὁ πρεσβυγενὴς φυλαχθήσεται νόμος ἀκέραιος, ὃς ἐπὶ τῶν μνηστειῶν τὸ πρώην ἐξεφωνήθη, καὶ ἡ τῆς συνόδου διάγνωσις ἀθιγὴς καθόλου καὶ ἀνεπιχείρητος συντηρηθήσεται, νοουμένη καὶ ἑρμηνευομένη κατὰ τὴν ἐνταῦθα παρατήρησιν.
2
pr.Καὶ ἐπεὶ ταῦτα τοῦτον ἡρμηνεύθη τὸν τρόπον, καὶ ἡ διάγνωσις καλῶς (ὡς οἷόν τε) γέγονε καὶ ἀνεπισφαλῶς, καὶ μνηστεῖαι μὲν ἀκριβεῖς τε εἶναι καὶ ἀληθεῖς ἐτυπώθησαν, ὅσαι μετὰ τῆς ἱερᾶς εὐλογίας κατὰ τὸν ὡρισμένον δηλονότι καιρὸν τελεσθεῖσαι γνωρίζονται, αἱ δὲ κατὰ τὴν πρεσβυτέραν νομοθεσίαν γινόμεναι ὡς ἀνθρώπων ἀρέσκειαι δι ἐπερωτήσεων κατησφαλισμέναι τὸ ἐνεργὸν ἔχειν ἐφείθησαν, καὶ μόνος ὁ παλαιγενὴς ἐπὶ τούτων νόμος συνεχωρήθη κρατεῖν, ὃς ὡρισμένα τὰ κεκωλυμένα ἐπὶ τὴν ἀποζυγεῖσαν μνηστὴν εἰσέρχεσθαι πρόσωπα διετάξατο· δεῖ τι καὶ νῦν προσθεῖναι τῷ παρόντι θεσπίσματι τῆς χριστιανοῖς πρεπούσης εὐκοσμίας ἐχόμενον. ἐπεὶ γὰρ οὐ κατὰ τὸν ἀκριβῆ καὶ προσήκοντα λόγον τὰ τῆς παλαιᾶς τε καὶ νέας νομοθεσίας ἐπράττετο, ἀλλ᾽ ὁ μὲν πολὺς ὄχλος τῇ πρεσβυτέρα τῶν νόμων αὐθεντίᾳ ἑπόμενος μετὰ τὸν ἑπταετῆ χρόνον τελεσιουργῶν ἀνυποστόλως τὰ τῆς μνηστείας ἐτύγχανε, καὶ ἀδεῶς ἐπὶ τὰς μνηστευομένας εἰσήρχοντο ἕκαστοι τῇ συνεχεῖ συνηθείᾳ καὶ τῷ ἐλευθέρῳ τῆς ὁμιλίας τὸ τοῦ ἔρωτος φλεγμαῖνον προσανακαίοντες, ἡ δὲ ἱερωτέρα κατάστασις τῇ νεαρωτέρα τοῦ βασιλέως ἀκολουθοῦσα διαταγῇ διαστολὴν μὲν μνηστείας καὶ γάμου ἐτίθετο, τὰς ἐπὶ τοῖς μνήστροις εὐχὰς πρῶτον καὶ οὕτω τὰς ἐπὶ τῷ γάμῳ τοῖς συναπτομένοις ἐπᾴδουσα, ταῦτα δὲ ἡνωμένως ἅμα καὶ κατὰ ταὐτὸν ἐτελεῖτο, καὶ μνηστεία καὶ γάμος ἑνὶ διαστήματι χρόνου περιεγράφετο 4ο ἀκαριαίου τινὸς ἐν τῷ μεταξὺ συνεμπίπτοντος· διορθουμένη τοῦτο ὡς ἀβασανίστως γινόμενον ἡ ἡμετέρα εὐσέβεια θεσπίζει διὰ τοῦ παρόντος γενικοῦ διατάγματος, τὰ μὲν κατὰ τὸν ἑπταετῆ τῶν συμβαλλόντων χρόνον καὶ εἰς τὸ ἑξῆς ἄχρι τοῦ ιδ΄ ἢ τοῦ ιβ΄ τῆς ἡλικίας ἐνιαυτοῦ γινόμενα ὡς ἐν τύπῳ μνηστείας συμβόλαια μηδὲ τάξιν ὅλως μνηστείας ἐννόμου καὶ ἀσφαλοῦς ἀποφέρεσθαι, ἀλλ᾽ ὡς ἐπερωτήσεις μόνον ἠσφαλισμένας κρίνεσθαί τε καὶ ἐνεργεῖν κατὰ τὴν φύσιν τῶν ἄλλων συναλλαγμάτων, καὶ οὕτως αὐτὰ παρὰ πᾶσι τοῖς ὑφ᾽ ἡμᾶς πολιτεύεσθαι· τοῦ παλαιοῦ νόμου, ὃς ἐπὶ τῶν μνηστειῶν ἐξεφωνήθη, τὸ ἐνεργὸν εἰς τὰ κεκωλυμένα ἐπὶ τὴν ἀποζευχθεῖσαν μνηστὴν εἰσέρχεσθαι ἔχειν ὀφείλοντος τὸ τέλειον διὰ τὸ περιούσιον τῆς παρὰ τοῖς χριστιανοῖς πρεπούσης ἐμπολιτεύεσθαι καταστάσεως. εἰ γὰρ καὶ μὴ μνηστεία ἐστὶ κατὰ τὸ ἀκριβὲς ἐντελὴς τὸ γινόμενον, ἀλλ᾽ ὅτι σκοπὸν μνηστείας ἔχειν δοκεῖ τὸ πραττόμενον, καὶ θεμέλιος γάμου ἐντεῦθεν προκαταβάλλεσθαι ἄρχεται, πολὺ ἂν εἴη τὸ εὔλογον, τὰ κεκωλυμένα τῷ νόμῳ πρόσωπα καὶ αὖθις ἔχειν τὸ κώλυμα, καὶ μηδένα θαῤῥεῖν νεανιεύεσθαι ἀναιδῶς, ὡς εἰς γυναῖκα λαμβάνειν ἀποτολμᾶν, ἣν ὁ παλαιὸς νόμος μνηστήν τινος γενομένην οὐκ ἐφῆκεν ἑτέρῳ λυομένων τῶν μνήστρων κατὰ γάμον συνέρχεσθαι. ἱκνουμένου μέντοι τοῦ χρόνου, ὃν εἰς μνηστείαν ἅμα καὶ γάμον ἁρμόδιον εἶναι γνωρίζομεν (ἤγουν τῆς μὲν θηλείας τὸν δωδεκαετῇ ὅλον χρόνον διαδραμούσης, τοῦ δὲ ἄῤῥενος τὸν τεσσαρεσκαιδέκατον ὑπερβαίνοντος), τηνικαῦτα τὴν μνηστείαν πρώτως μετὰ τῆς ἱερᾶς τῶν εὐχῶν ἐπῳδῆς ἐκτελεῖσθαι καὶ τῶν συνήθων ταύτῃ παρατηρήσεων, ἤγουν τοῦ ἀβῥαβῶνος καὶ τοῦ φιλίου τοῖς μνηστῆρσι φιλήματος· καὶ οὕτω βραχέος ἢ πλείονος καιροῦ διαλείποντος, καθὼς ἂν δόξῃ τοῖς συναλλάττουσιν, ἀπαραιτήτως καὶ τὸν ἔννομον γάμον προβαίνειν, καὶ μὴ κατὰ ταὐτὸν συμπίπτειν ἐν ἡμέρᾳ ἢ καὶ ὥρᾳ πολλάκις μιᾷ πραγμάτων διηρημένων ἐκ πλείονος ἀποτέλεσμα. οὕτω γὰρ τῆς ἀκολουθίας προβαινούσης ἐν γάμοις ὅ τε παλαιὸς φυλαχθήσεται νόμος, ὃς κεκωλυμένων προσώπων ἀπαρίθμησιν ἐποιήσατο, μὴ ἐφιεὶς ταῦτα εἰς τὴν ἀποζευχθεῖσαν μνηστὴν τοῦ ἐγγίζοντος προσώπου εἰσέρχεσθαι· καὶ τὸ νεαρὸν τοῦ φιλοσοφωτάτου βασιλέως διάταγμα κοσμίως ἐν ἅπασι δόξει κρατοῦν καὶ πολιτευόμενον· καὶ τὰ συμβάλλοντα πρόσωπα τῶν ἀώρων καὶ ἀπρεπῶν κωλυόμενα συνελεύσεων, ἁγνεύουσαν ποιήσονται τὴν ἀναστροφὴν ἐν εὐθέτῳ καιρῷ μεθ᾽ ἱερᾶς ἐπικλήσεως εἰς ἄλληλα συνερχόμενα, ὁπηνίκα δέοι μνηστείαν καὶ γάμον αὐτοῖς καταρτίζεσθαι.
3
pr.Καὶ εἴ τις παρὰ τὰ διηγορευμένα τῇ παρούσῃ τοῦ κράτους ἡμῶν διατάξει μνηστείαν τολμήσειε διαπράξασθαι, καὶ μὴ ταύτῃ τῇ γενικῶς καὶ κατὰ πάντων ἐκφωνηθείσῃ καὶ εἰς τὸ ἑξῆς ὀφειλούσῃ κρατεῖν φανείη ἑπόμενος ἀπ᾿ αὐτῆς τῆς πρώτης ἡμέρας τοῦ εἰσιέναι μέλλοντος ἰουλίου μηνὸς τῆς ἐνεστώσης ζ ἐπινεμήσεως τοῦ ςφςβ΄ ἔτους, καὶ ἀῤῥαβῶνας πρὸ τοῦ νενομισμένου καιροῦ καὶ τῆς ἱερᾶς εὐλογίας τολμήσειε διαπράξασθαι, ἢ καὶ εἰς θέαν ἀλλήλοις ἐφήσει τὰ συναλλάττοντα συνέρχεσθαι πρόσωπα καὶ ἀδιαφορίαν ἔχειν ἐν ἑαυτοῖς· ὁ μὲν συμβολαιογράφος ὁ τὸ ἀῤῥαβωνικὸν συμβόλαιον ἐκτιθέμενος τῆς ἰδίας στατίωνος μετακινηθήσεται, οἱ δὲ τὴν μνηστείαν πρὸ ὥρας κατεργαζόμενοι ἀνθρωπίνῳ καὶ θείῳ ἴστωσαν ἑαυτοὺς ἐνοχοποιοῦντες μηνίματι. ὁ μὲν γὰρ δημόσιος διὰ τοῦ σεκρέτου τῶν οἰκειακῶν τὸ τοῖς συμβολαίοις ἐγκείμενον ἐξ ἐπερωτήσεως πρόστιμον ἀφ᾽ ἑκάστου αὐτῶν εἰσπράξεται κατὰ τὸ ὁλόκληρον διὰ τὴν τοῦ παρόντος διατάγματος περιφρόνησιν· πιστεύομεν δὲ καὶ αὐτὸν τὸν θεὸν κατὰ τούτων διαναστήσεσθαι, ὅτι πορνείαν κατὰ προαίρεσιν ἄντικρυς ἐπὶ μέσον τῶν νέων εἰσαγαγεῖν οὐκ ἐνάρκησαν. εἰ μὲν γὰρ ὁ παλαιὸς νόμος κατήρ γηται καὶ μνηστείαν τελείαν οὐ δύνανται διαπράξασθαι, τὰ δὲ τῆς νεωτέρας νομοθεσίας εἰς ἔργον ἐξάγειν οἱ συναλλάττοντες ἀπαναίνονται, τί ἄλλο ποιοῦσιν, ἢ ἀνθρώπους οὐδὲν ἀλλήλοις κατὰ νόμον προσήκοντας ἑαυτοῖς συγχωροῦσι παρὰ τὸν νόμον συμφθείρεσθαι, ἔρωτας ἀσελγεῖς ταῖς τῶν νέων ψυχαῖς διὰ τῆς ἀνιέρου κατεργαζόμενοι συναναστροφῆς;