Theoph. 1.5De libertinis.
Abrir no leitor do IusCommune →5
pr.Εἰρήκαμεν τίνες εἰσὶν εὐγενεῖς, εἴπωμεν καὶ τοὺς ἀπελευθέρους. ἀπελεύθερός ἐστιν ὁ ἐκ δικαίας δουλείας ἐλευθερωθείς. πρόςθες δὲ καὶ ἐννόμου. οὐκοῦν ἀπελεύθερός ἐστιν ὁ ἐκ δικαίας καὶ ἐννόμου δουλείας ἐλευθερωθείς. πρόσκειται τῷ ὅρῳ δικαίας ἵνα ἐξέλω τὸν ἐν ἀγνοίᾳ τῆς οἰκείας δουλεύοντᾳ καταστάσεως, ἐννόμου δὲ προςτίθεται διὰ τὸ τὴν φύσιν οὐκ εἰδέναι τοὺς δούλους, ἀλλὰ ταύτην εὑρῆσθαι ἐκ τῆς τῶν νόμων ἐπινοίας. ἡ δὲ ἐλευθερία παρὰ ῥωμαίοις λέγεται manumissio. καὶ τί ἐστι manumissio; datio libertatis, τουτέστιν ἡ δόσις τῆς ἐλευθερίας. καὶ γὰρ ἐφ᾽ ὅσον τις ἐστὶν ἐν τῇ δουλεία τῇ χειρὶ καὶ ἐξουσίᾳ ὑπόκειται τῇ ἡμετέρᾳ καὶ ἐλευθερωθεὶς ἀπαλλάττεται τῆς ὑπεξουσιότητος. αὕτη δὲ ἡ ἐλευθερία ἐκ τοῦ iurisgentíu τουτέστι τοῦ ἐθνικοῦ νόμου τὴν ἀρχαιογονίαν ἔλαβε διὰ τὸ κατὰ τὸν φυσικὸν νόμον πάντας ἐλευθέρους τίκτεσθαι. οὐδὲ γὰρ ἦν ἐγνωσμένη ἡ ἐλευθερία τῆς δουλείας οὔσης ἀγνώστου. μεθὸ δὲ ἐθνικὸς νόμος εἰσήγαγε τὴν δουλείαν, ἀκολούθως καὶ ἡ ἐκ τῆς ἐλευθερίας εὐεργεσία χρειώδης ὤφθη, καὶ τῆς φύσεως ἓν ὄνομα παρασχούσης ἡμῖν τὸ τοῦ ἀνθρώπου, ἅπαντες γὰρ ἄνθρωποι προσαγορευόμεθα, τὸ iurisgéntion τρία τῶν ἀνθρώπων εἶναι γένη διετύπωσεν, εἰσὶ γὰρ ἐλεύθεροι καὶ οἱ τοῖς ἐλευθέροις ἀντικείμενοι δοῦλοι καὶ τρίτον γένος τὸ τῶν ἀπελευθέρων, τουτέστι τῶν παυσαμένων εἶναι δούλων. Εἰρήκαμεν τῶν ἀνθρώπων τοὺς μὲν εἶναι δούλους τοὺς δὲ ἐλευθέρους καὶ τὴν μὲν δουλείαν ἄτομον εἶναι τὴν, δὲ ἐλευθερίαν τέμνεσθαι εἰς δύο, εἰς τε εὐγενεῖς καὶ ἀπελευθέρους. ἔστι δὲ ἡ εὐγένεια ἄτομος οὐκ ἔχουσα τὸ μᾶλλον ἢ τὸ ἦττον ἐν ἑαυτῇ. σκοπήσωμεν δὲ περὶ τῆς ἀπελευθερότητος ἥτις καὶ αὐτὴ σήμερον ἄτομός ἐστιν εἰς τρία πάλαι τεμνομένη, ὡς προϊόντος ἐροῦμεν τοῦ λόγου. ὡρισάμεθα δὲ ἐν τοῖς προλαβοῦσι τὸν ἀπελεύθερον ὅςτις ἐστιν.
Diximus quinam sint ingenui; iam est ut de libertinis dispiciamus. libertinus est qui ex iusta seruitute manumissus est. adde et legitima.. est igitur libertinus qui ex iusta legitimaque seruitute est manumissus. additum est definitioni iusta ut eum eximam qui ignorantia suae condicionis seruit: D legitima uero quia natura seruos non nouit, seruitus enim ex bellorum inuentione introducta est. manumissio apud Romanos dicitur, quam graeci ἐλευθερίαν uocant. et quid est manumissio? datio libertatis. et quamdiu aliquis in seruitute est constitutus manui et potestati nostrae subicitur, et manumissus potestate liberatur. quae manumissio ex iure gentium originem sumpsit, utpote cum naturali iure omnes liberi nascerentur, neque esset nota manumissio, cum seruitus esset incognita. set posteaquam ius gentium seruitutem introduxit, beneficio quoque manumissionis opus esse uisum est. et cum natura unum nobis nomen, idest hominis, praebuerit, omnes enim homines appellamur, ius gentium tria esse hominum genera constituit; sunt enim liberi et qui his opponuntur serui, et tertium genus libertini, qui serui esse desierunt. diximus hominum quosdam seruos quosdam liberos esse, atque seruitutem quidem indiuiduam esse, libertatem uero in duas species deduci, in ingenuos atque libertinos. ingenuitas quoque est indiuidua, cum nec magis nec minus in semet recipiat. dispiciamus autem de libertinis, quorum condicio hodie quidem est indiuidua, olim uero in tria deducebatur, sicuti inferius proponemus. definiamus uero ante omnia quisnam sit libertus.
1Πολλοῖς δὲ τρόποις ἐλευθερία συμβαίνει. ἡ γὰρ ἐκ τῶν θείων δογμάτων ἐν ταῖς ἀγιωτάταις ἐκκλησίαις ἐλευθεροῦν δυνάμεθα ἢ ἐπὶ ἄρχοντος ὅ ἐστι uindíctᾳ (τὴν δὲ αἰτίαν τῆς ὀνομασίας μαθησόμεθα), ἢ μεταξὺ φίλων ὅπερ λέγεται inter amicus ἢ δι᾽ ἐπιστολῆς ἢ ἐν διαθήκῃ ἢ ἐν οἱᾳδήποτε τελευταίᾳ βουλήσει. καὶ ἐν ἑτέροις πλείστοις τρόποις ἐλευθερία διδόσθαι δύναται, ὧν οἱ μὲν ἐκ τῶν παλαιῶν, οἱ δὲ ἐκ τῶν διατάξεων τοῦ ἡμετέρου βασιλέως ἐπινενόηνται.
Multis autem modis manumissio procedit, aut enim ex sacris constitutionibus in sacrosanctis ecclesiis manumittere possumus, aut apud magistratum, idest uindicta (cuius nominis rationem discemus), aut inter amicos aut per epistulam aut testamento aut per aliam quamlibet ultimam uoluntatem. set et aliis multis modis libertas dari potest, qui partim ex ueteribus, partim ex principis nostri constitutionibus sunt introducti.
2Ἡ δὲ ἐλευθερία τοῖς οἰκέταις ἐν παντὶ χρόνῳ. νομίμως δίδοται, οὐ μόνον ὄντος τοῦ ἄρχοντος ἐν τῷ οἰκείῳ δικαστηρίῳ, ἀλλὰ καὶ προϊόντι δυνατὸν προσελθόντα ἐλευθεροῦν· οἷον ἡνίκα ὁ praéter ἐν τῇ ῥώμῃ ἢ ὁ ἀνθύπατος ἢ ὁ τῆς ἐπαρχίας ἄρχων ἐπὶ βαλανεῖον ἢ θέατρον ἄπεισιν ἢ τυχὸν ἐπὶ δημόσιον οἰκοδόμημα ἢ κατὰ οἱανδήποτε αἰτίαν ἐν δημοσίῳ φαίνεται τόπῳ.
Libertas autem seruis omni tempore rite datur, non solum cum magistratus in tribunali sit; licet enim eum transeuntem adire manumissum, ueluti cum praetor Romae aut proconsul uel praeses prouinciae in provinciis in balneum uel theatrum eant, uel publicas aedes petant, uel demum quacumque ratione in publico uersentur.
3Τῶν δὲ ἀπελευθέρων τριχῇ ἦν ἡ διαίρεσις, παλαὶ γὰρ ἐλευθερούμενοι ποτὲ μὲν τὴν μείζονα καὶ ἐννομωτάτην ἐλάμβανον ἐλευθερίαν καὶ ἐγίνοντο πολῖται ῥωμαῖοι, ποτὲ δὲ τὴν ἐλάττονα καὶ ἀπετελοῦντο latinoi iunianoì ἀπὸ νόμου iuníu norbanû, ὃς εὑρετὴς ἐγεγόνει τῆς τοιαύτης αἱρέσεως, τοὺς δὲ dediticíus ἐπενόησεν ὁ aélios séntios. φησὶ γὰρ ἐάν τις ἐν τῷ καιρῷ τῆς δουλείας ὑποπέσῃ ἑνὶ τῶν παθῶν τῶν ὑπ᾽ αὐτοῦ εὑρεθέντων, οἷον ἐὰν διά τι πταῖσμα λάβῃ στίγματα κατὰ τοῦ μετώπου ἤγουν βληθῇ ἐν δημοσίᾳ εἰρκτῇ ἢ καὶ διά τι πταῖσμα τυπτόμενος ὁμολογήσῃ τὸ πταῖσμα, εἰ μετὰ ταῦτα εὔνους γενόμενος τῷ δεσπότῃ ἐλευθερωθῇ, ἐγένετο deditícios ἀπελεύθερος. ὠνόμασε δὲ αὐτοὺς dediticíus κατὰ μίμησιν τῶν peregrinon dediticíon. πότε γάρ τινες τῶν peregrinων ὑποτελεῖς ὄντες ῥωμαίοις τυραννικόν τι φρονήσαντες κατὰ ῥωμαίων ὅπλα ἔλαβον κατ᾽ αὐτῶν καὶ παραταξάμενοι ῥωμαῖοι ἐνίκησαν. οὐ δυνηθέντες τὴν αὐτῶν ὑπενεγκεῖν ἀνδρείαν οἱ peregrînoi ῥίψαντες τὰ ὅπλα ἑαυτοὺς παραδεδώκασι, φιλανθρωπευσάμενοι δὲ ῥωμαῖοι τὸ μὲν ζῆν αὐτοῖς ἐχαρίσαντο, ὕβρισαν δὲ αὐτοὺς μόνῃ προσηγορίᾳ, dediticíus ὠνομάσαντες quia uicti sese dederunt, τουτέστιν ἐπειδὴ ἡττηθέντες ἑαυτοὺς ἐκδεδώκασιν. καὶ οὗτοι οὖν οἱ ἀπελεύθεροι ὑπὸ τοῦ aelíu sentíu ὠνομάσθησαν deditícioi. κοινωνήσαντες γὰρ αὐτοῖς τῆς αἰσχρότητος ἐκοινώνησαν καὶ τῆς προσηγορίας. ἀλλ᾽ οἱ μὲν deditícioi ἐκ πλείστων ἤδη τῶν χρόνων εἰς ἀσυνήθειαν ἐχώρησαν· τὸ δὲ τῶν latinon ὄνομα οὐκ ἦν ἐν τοῖς συχνάζουσιν, ὅθεν καὶ ὁ ἡμέτερος βασιλεὺς αύξων ἅπαντα καὶ εἰς καλλίονα τάξιν μεταφέρων ἐν δύο διατάξεσι τὰ τῶν παλαιῶν διώρθωσε πταίσματα ἀνελὼν τὴν τῶν dediticiων τε καὶ latínων τύχην, εἰς δὲ τὸ ἀρχαῖον σχῆμα τὰ τῶν ἀπελευθέρων ἀνακαλεσάμενος καὶ μονοειδὴ τὴν ἀπελευθερότητα ποιήσας. ἐπειδὴ καὶ ἐκ προοιμίων ἡ ῥωμαίων ἀρχὴ ἁπλὴν τινα τὴν τῶν ἀπελευθέρων αἵρεσιν ἠπίστατο, ὥςτε τὴν αὐτὴν ἔχειν ἐλευθερίαν ἣν καὶ ὁ ἐλευθερώσας ἐκέκτητο, καὶ ἀμφοτέρους εἶναι πολίτας ῥωμαίους, ἐν τούτῳ μόνον τῆς διαφορᾶς οὔσης, ὅτι ὁ μὲν ἐλευθερούμενος ἀπελεύθερος ἦν, εἰ καὶ ὁ ἐλευθερῶν εὐγενὴς ὑπῆρχεν.
Libertinorum autem status tripertitus fuerat. antea enim qui manumittebantur, modo maiorem et iustam libertatem consequebantur et fiebant ciues romani, modo minorem et latini iuniani efficiebantur ex lege Iunia Norbana, quae eiusmodi condicionem introduxit. dediticios autem excogitauit lex Aelia Sentia. [ait enim: si quis seruitutis tempore in aliquam turpitudinem, quam ipsa recensuerit, inciderit, ueluti si cui stigmata propter aliquam noxam fronti inscripta sint, uel in publicam custodiam quis coniectus sit, uel si de aliquo quaestio tormentis habita sit, isque noxam sit confessus, ac postea in gratiam domino redierit, dediticium hunc fieri libertinum, ad dediticiorum peregrinorum similitudinem. quondam enim quidam peregrinorum qui in romanorum dicione erant, infestis animis aduersus eos arma susceperunt, quos pugnando romani uicerunt. cum eorum fortitudinem peregrini sustinere non possent, armis abiectis, uicti sese dediderunt. quibus Romani clementiam sectantes uitam quidem reliquerunt, appellatione uero tantum ignominia adfecerunt, dediticios eos uocantes, quia uicti sese dediderunt. eiusmodi autem liberti lege Aelia Sentia dediticii sunt appellati: cum enim esset eis turpitudo communis, communis quoque appellatio fuit. set dediticii quidem ex multis iam temporibus in desuetudinem abierunt: latinorum uero nomen non frequentabatur. unde et princeps noster omnia augere atque in meliorem statum reducere desiderans duabus constitutionibus ueterum errores correxit, dediticiorum latinorumque condicionem tollens, atque in pristinam formam libertinorum ius reuocans, unamque libertinitatis speciem constituens. nam et a primis incunabulis romana respublica simplicem quandam libertinorum condicionem nouerat, ut nempe eadem competeret libertas, quam manumissor haberet, atque uterque ciuis esset romanus, in hoc tantum differentes, quod manumissus libertinus fiebat, licet manumissor esset ingenuus.
4Καὶ τοὺς μὲν dediticíus διάταξις ἀνεῖλε τοῦ θειοτάτου βασιλέως ἀντιγραφεῖσα πρὸς suggestiona ἀπὸ τριβουνιανοῦ τοῦ ὑπερφυεστάτου κοιαίστορος ἣν ταῖς decisíosi συναριθμουμένην, ἐξεφώνησε τὰς τῶν ἀρχαίων διακρίνων ἀμφιβολίας. τοὺς δὲ latínus iunianùs καὶ πᾶσαν ἥτις ἐπ᾿ αὐτοῖς ἦν παραφυλακὴ τοῦ αὐτοῦ suggereúontos ἐνδοξοτάτου κοιαίστορος τῆς πολιτείας ἐξήλασε δι᾽ ἑτέρας διατάξεως, ἣν ἐκλάμπουσαν ἐστὶν ἰδεῖν μεταξὺ τῶν βασιλικῶν διατάξεων, ὥςτε πάντας ἐλευθέρους πολίτας εἶναι ῥωμαίους, μηδεμιᾶς οὔσης περὶ διαφορᾶς τὴν ἡλικίαν τοῦ ἐλευθερουμένου ἤ τὴν δεσποτείαν τοῦ ἐλευθεροῦντος ἢ τὸν τρόπον τῆς ἐλευθερίας, καθάπερ ἐφυλάττετο καὶ πρόπαλαι. τί δὲ τοῦτό ἐστιν ἀναγκαῖον εἰπεῖν. Ἔχε δὲ ταῦτα ὡς ἐν προθεωρίᾳ. ἔστι παρὰ ῥωμαίοις ἔννομος ἡλικία καὶ φυσικὴ ἡλικία, ἔννομος δεσποτεία καὶ φυσικὴ δεσποτεία, ἔννομος τρόπος ἐλευθερίας καὶ φυσικὸς τρόπος ἐλευθερίας. καὶ φυσικὴ μέν ἐστιν ἡλικία ἡ ἥττον τῶν λ ἐνιαυτῶν, ἔννομος δὲ ἡ ὑπερ τῶν λ, οὐχ ὅτι τὴν μείζονα τῶν λ ἐνιαυτῶν ἡλικίαν ἡ φύσις ἀγνοεῖ, πᾶσα γὰρ ἡλικία φυσικὴ· ἀλλ᾽ ἐπειδὴ ὁ νόμος ἰδικῶς ἐμνήσθητῆς ὑπὲρ τὰ λ ἔτη, διὰ τοῦτο εἶπον αὐτὴν ἔννομον. ἔστιν, ὡς εἶπον, φυσικὴ δεσποτεία καὶ ἔννομος δεσποτεία. καὶ ἡ μὲν φυσικὴ λέγεται in bonis καὶ ὁ δεσπότης βονιτάριος, ἡ δὲ ἔννομος λέγεται ex iure quiritium, τουτέστιν ἐκ τοῦ δικαίου τῶν πολιτῶν ῥωμαίων (quirites) γὰρ οἱ ῥωμαῖοι ἀπὸ ῥωμύλου, ἐξ οὗ τὴν ἀρχαιογονίαν ἐσχήκασιν, ὁ δὲ δεσπότης ex iure quiritario. εἰ δέ τις ἀμφοτέρας ἔσχε τὰς δεσποτείας ἐλέγετο pleno iure dominus, τουτέστι τελείῳ δικαίῳ δεσπότης, ὡς ἔχων ἀμφοτέρας τὴν ἔννομον καὶ τὴν φυσικήν. ἔστι καὶ ἔννομος τρόπος ἐλευθερίας καὶ φυσικὸς τρόπος ἐλευθερίας· καὶ ὁ ἔννομος τρόπος ἐγίνετο κατὰ τρεῖς τρόπους uindicta censu testamento. καὶ uindicta ἦν ἡ ἐπὶ τοῦ ἄρχοντος γινομένη ἐλευθερία. ἐλέγετο δὲ uindicta quia uindicabatur mancipium in naturalem libertatem, ἐπειδὴ ἐξεδικεῖτο καὶ ἀνέτρεχε τὸ ἀνδράποδον εἰς τὴν φυσικὴν ἐλευθερίαν. ἢ ἀπὸ Vindicíu τινὸς, ὃς ὢν οἰκέτης ἐπιβουλὴν ἐσομένην κατὰ τῆς ῥώμης ἐμήνυσε καὶ ἠλευθερώθη δημοσίᾳ ὑπὸ ῥωμαίων. καὶ εἰς τιμὴν τούτου πάντες οἱ ἐπὶ ἄρχοντος ἐλευθερούμενοι ἐλέγοντο uindíctᾳ ἐλευθεροῦσθαι. τὸ δὲ censu προέβαινε τοῦτον τὸν τρόπον. κῆνσος ἦν σανὶς ἤτοι χάρτης, ἔνθα ῥωμαῖοι ἀπεγράφοντο τὰς οἰκείας περιουσίας ἐπὶ τὸ ἐν καιρῷ πολέμου κατὰ τὸ μέτρον τῆς ἰδίας ὑποστάσεως ἕκαστον εἰσφέρειν. ἐν τούτῳ οὖν τῷ κήνσῳ εἴποτε οἰκέτης κατὰ κέλευσιν δεσπότου ἑαυτὸν ἐλεύθερον ἀπέγραψεν, ἀπηλλάττετο τῆς δουλείας. testamento δὲ, ἡνίκα τις ἐν διαθήκῃ τὸν ἴδιον οἰκέτην ἠλευθέρωσεν. φυσικοὶ δὲ τρόποι ἐλευθερίας ἦσαν τρεῖς· inter amicos per mensam per epistulam. καὶ inter amicos μὲν, ἡνίκα φίλων παρόντων ἠλευθέρουν τινά. per mensam, ὅτε συνεστιαθῆναί μοι ἐπὶ ἐλευθερίας δόσει προσέταττον τῷ οἰκέτῃ· per epistulam, ἡνίκα ὄντι αὐτῷ ἐν ἑτέρᾳ χώρᾳ δι᾽ ἐπιστολῆς ἐπέτρεπον διάγειν ἐν ἐλευθερίᾳ. ἐπειδή σοι τοῦτα προτεθεώρηται ὅρα λοιπὸν τὸ προκείμενον. ἡνίκα τρία ἔννομα συνδράμῃ * ἐπὶ τῷ ἐλευθερουμένῳ οἰκέτῃ, ὥςτε αὐτὸν καὶ ὑπερβεβηκέναι τὸν λ ἐνιαυτὸν καὶ ἔχειν ἐπ᾽ αὐτὸν τὸν δεσπότην τὴν ἔννομον δεσποτείαν, τουτέστι τὸ ex iure quiritium, ἠλευθεροῦτο δὲ καὶ ὁ οἰκέτης ἢ uindicta censu ἢ testamento, πάθος δὲ μὴ ὑπέκειτο, πάντως ὁ ἐλευθερούμενος ἐγίνετο πολίτης ῥωμαῖος. εί δὲ πάθους μὴ ὑπόντος, οὐ συνέδραμε τὰ τρία ἔννομα, ἢ γὰρ ὁ οἰκέτης ἦν ἐλάττων τῶν λε ἢ ὁ δεσπότης βονιτάριος μόνον ἦν, οὐκ εἶχε δὲ καὶ ἔννομον δεσποτείαν, ἢ ἐγίνετο ἡ ἐλευθερία per mensam per epistulam inter amicos, ἤτοι δύο ἐσθότε ἐνέλιπε τὰ ἔννομα ἢ καὶ τὰ τρία, ὁ ἐλευθερούμενος ἐγίνετο latinos iunianós· πάθους δὲ ὑποκειμένου πάντως ἐγίνετο deditícios. ἀλλὰ ταῦτα μὲν κατὰ τὸ παλαιόν· σήμερον δὲ, ἐπειδὴ μονοειδής ἐστιν ἡ ἀπελευθερότης, ὡς εἴρηται, ὁ ἐλευθερούμενος πάντως γίνεται πολίτης ῥωμαῖος, οὐ διαφερομένων ἡμῶν οὔτε περὶ δεσποτείας οὔτε περὶ τρόπου ἐλευθερίας οὔτε περὶ ἡλικίας.
Et dediticios quidem constitutio sacratissimi principis sustulit, quam Tribuniano uiro excelso quaestore suggerente rescripsit, et inter suas decisiones promulgauit, ueterum dirimens altercationes. latinos autem iunianos et omnem quae circa eos fuerat obseruantiam, eodem suggerente gloriosissimo quaestore, alia constitutione abrogauit, quam inter principales constitutiones radiantem uidere est, ut nempe omnes liberti ciues essent romani, nullo discrimine neque aetatis manumissi, neque dominii manumissoris, neque in manumissionis modo habito, sicuti antea obseruabatur. quid autem id sit dicendum est. ante omnia id perspectum habeas. est apud romanos aetas legitima et aetas naturalis, legitimum dominium et dominium naturale, modus legitimus manumissionis et naturalis modus manumissionis. et naturalis quidem aetas est quae minor est annis XXX: legitima quae maior est anno trigensimo. non quia aetatem XXX annis maiorem natura ignoret, cum omnis aetas naturalis sit, set quia lex eius aetatis specialem fecerit mentionem, quae trigensimo anno maior sit, ideo legitima aetas ea est uocata. est igitur, sicut dixi, naturale dominium et legitimum dominium. naturale autem dicitur in bonis, et dominus bonitarius; legitimus autem dicitur ex iure Quiritium, idest ciuium romanorum (Quirites enim dicuntur Romani a Romulo, unde originem duxerunt) dominus uero ex iure quiritario. si quis autem utrumque haberet dominium, pleno iure dominus dicebatur, utpote qui utrumque legitimum et naturale haberet dominium. est et legitimus manumittendi modus et naturalis manumittendi modus. et legitimus modus trifariam fiebat, uindicta censu testamento. Et uindicta manumissio est quae apud magistratum fit. dicebatur autem uindicta, quia uindicabatur mancipium in naturalem libertatem, uel a Vindicio quodam. qui, cum seruus esset, coniurationem aduersus rempublicam futuram indicio detexit, et a Romanis publice est manumissus: in cuius honorem omnes qui apud magistratum manumitterentur, uindicta manumissi dicebantur. censu autem manumissio ita procedebat. census erat tabula seu charta, ubi Romani facultates suas profitebantur, ut belli tempore pro modo sui quisque patrimonii inferret. in hoc igitur censu si seruus iussu domini semet liberum scripsisset, a seruitute liberabatur. testamento autem, cum quis seruum suum in testamento liberaret. naturales autem manumittendi modi tres erant, inter amicos per mensam per epistulam. et inter amicos quidem, cum, amicis praesentibus, quendam manumitterem. per mensam, cum libertatis dandae gratia seruum mecum in conuiuio adesse iuberem. per epistulam, cum seruo alibi terrarum degenti per epistulam in libertate morari concederem. cum haec tibi perspecta sint, uide quid inde sequatur. cum tria haec in manumissi serui persona concurrerent, ut maior esset annis XXX, et in legitima domini proprietate, i. e. ex iure Quiritium, manumitteretur autem uindicta aut censu aut testamento, neue in ulla esset turpitudine, omnino seruus ciuis romanus fiebat. sin autem, in nulla turpitudine eo uersante, tria illa non concurrerent, erat enim seruus minor annis XXX, aut in bonis tantum domini, aut per mensam uel per epistulam uel inter amicos manumissio fiebat; uel duo forte uel etiam tria iuris requisita desiderarentur, manumissus latinus iunianus fiebat. si uero in turpitudine quadam seruus uersaretur, dediticius fiebat. set haec quondam optinebant; hodie autem cum una sit libertatis species, uti dictum est, manumissus omnimodo ciuis romanus fit, nullo discrimine habito in dominio uel modo manumissionis uel aetate.