IusCommune
IusCommune › Textos › Novelas

Nov. 6Περὶ τοῦ πῶς δεῖ χειροτονεῖσθαι τοὺς ἐπισκόπους καὶ πρεσβυτέρους καὶ διακόνους ἄρρενας καὶ θηλείας, καὶ ποῖα ἐπιτίμια κατὰ τῶν παραβαινόντων τὸν τύπον τῆς διατάξεως.

QUOMODO OPORTEAT EPISCOPOS ET RELIQUOS CLERICOS AD ORDINATIONEM DEDUCI, ET DE EXPENSIS ECCLESIARUM.

Abrir no leitor do IusCommune →

1 · Ὁ αὐτὸς βασιλεὺς Ἐπιφανίῳ τῷ ἁγιωτάτῳ ἀρχιεπισκόπῳ τῆς βασιλίδος ταύτης πόλεως καὶ οἰκουμενικῷ πατριάρχῃ. · Imp. Iustinianus A. Epiphanio archiepiscopo Constantinopolitano.

praefΜέγιστα ἐν ἀνθρώποις ἐστὶ δῶρα θεοῦ παρὰ τῆς ἄνωθεν δεδομένα φιλανθρωπίας ἱερωσύνη τε καὶ βασιλεία, ἡ μὲν τοῖς θείοις ὑπηρετουμένη, ἡ δὲ τῶν ἀνθρωπίνων ἐξάρχουσά τε καὶ ἐπιμελομένη, καὶ ἐκ μιᾶς τε καὶ τῆς αὐτῆς ἀρχῆς ἑκατέρα προϊοῦσα καὶ τὸν ἀνθρώπινον κατακοσμοῦσα βίον. ὥςτε οὐδὲν οὕτως ἂν εἴη περισπούδαστον βασιλεῦσιν ὡς ἡ τῶν ἱερέων σεμνότης, εἴγε καὶ ὑπὲρ αὐτῶν ἐκείνων ἀεὶ τὸν θεὸν ἱκετεύουσιν. Εἰ γὰρ ἡ μὲν ἄμεμπτος εἴη πανταχόθεν καὶ τῆς πρὸς θεὸν μετέχοι παρρησίας, ἡ δὲ ὀρθῶς τε καὶ προςηκόντως κατακοσμοίη τὴν παραδοθεῖσαν αὐτῇ πολιτείαν, ἔσται συμφωνία τις ἀγαθή, πᾶν εἴ τι χρηστὸν τῷ ἀνθρωπίνῳ χαριζομένη γένει. Ἡμεῖς τοίνυν μεγίστην ἔχομεν φροντίδα περί τε τὰ ἀληθῆ τοῦ θεοῦ δόγματα περί τε τὴν τῶν ἱερέων σεμνότητα, ἧς ἐκείνων ἀντεχομένων πεπιστεύκαμεν, ὡς δι’ αὐτῆς μεγάλα ἡμῖν ἀγαθὰ δοθήσεται παρὰ θεοῦ, καὶ τά τε ὄντα βεβαίως ἕξομεν τά τε οὔπω καὶ νῦν ἀφιγμένα προςκτησόμεθα. Καλῶς δὲ ἂν ἅπαντα πράττοιτο καὶ προςηκόντως, εἴπερ ἡ τοῦ πράγματος ἀρχὴ γένοιτο πρέπουσα καὶ φίλη θεῷ. τοῦτο δὲ ἔσεσθαι πιστεύομεν, εἴπερ ἡ τῶν ἱερῶν κανόνων παρατήρησις φυλάττοιτο, ἣν οἵ τε δικαίως ὑμνούμενοι καὶ προςκυνητοὶ καὶ αὐτόπται καὶ ὑπηρέται τοῦ θεοῦ λόγου παραδεδώκασιν ἀπόστολοι καὶ οἱ ἅγιοι πατέρες ἐφύλαξάν τε καὶ ὑφηγήσαντο.

Maxima quidem in hominibus sunt dona dei a superna collata clementia sacerdotium et imperium, illud quidem divinis ministrans, hoc autem humanis praesidens ac diligentiam exhibens; ex uno eodemque principio utraque procedentia humanam exornant vitam. Ideoque nihil sic erit studiosum imperatoribus, sicut sacerdotum honestas, cum utique et pro illis ipsis semper deo supplicent. Nam si hoc quidem inculpabile sit undique et apud deum fiducia plenum, imperium autem recte et competenter exornet traditam sibi rempublicam, erit consonantia quaedam bona, omne quicquid utile est humano conferens generi. Nos igitur maximam habemus sollicitudinem circa vera dei dogmata et circa sacerdotum honestatem, quam illis obtinentibus credimus quia per eam maxima nobis dona dabuntur a deo, et ea, quae sunt, firma habebimus, et quae nondum hactenus venerunt, adquirimus. Bene autem universa geruntur et competenter, si rei principium fiat decens et amabile deo. Hoc autem futurum esse credimus, si sacrarum regularum observatio custodiatur, quam iuste laudati et adorandi inspectores et ministri dei verbi tradiderunt apostoli, et sancti patres et custodierunt et explanaverunt.

1 pr.Θεσπίζομεν τοίνυν τοῖς θείοις διὰ πάντων ἑπόμενοι κανόσιν, ἡνίκα τις εἰς τὸν λοιπὸν ἅπαντα χρόνον ἐπὶ χειροτονίαν ἐπίσκοπος ἄγοιτο, σκοπεῖσθαι πρότερον αὐτοῦ τὸν βίον κατὰ τὸν θεῖον ἀπόστολον, εἰ σεμνός τε καὶ ἄμεμπτος καὶ πανταχόθεν ἀνεπίληπτος εἴη καὶ ἐπ’ ἀγαθοῖς μεμαρτυρημένος τε καὶ ἱερεῖ πρέπων·

Sancimus igitur sacras per omnia sequentes regulas, dum quispiam sequenti omni tempore ad ordinationem episcopatus adducitur, considerari prius eius vitam secundum sacrum apostolum, si honesta et inculpabilis et undique irreprehensibilis sit, et in bonis testimonium habeat, et sacerdotem decens.

1 1καὶ οὔτε ἐκ ταξεωτικῆς ἢ ἐκ βουλευτικῆς ὁρμώμενος τύχης, πλὴν εἰ μὴ ἐκ νέας ἡλικίας, κατὰ τὸ ἤδη διατυπωθέν, ἐν μοναστηρίῳ καταλεγεὶς ἐλευθερωθείη τῆς τύχης, τὸ τέταρτον μέντοι πρότερον τῆς περιουσίας ἀποδιδοὺς τῇ βουλῇ·

Et neque ex officiali aut ex curiali veniat fortuna, nisi tamen ex novella aetate, secundum quod iam dispositum est, in monasterio constitutus fortuna liberetur, quartam tamen prius substantiae reddens curiae;

1 2οὔτε ἐξ ἰδιώτου καὶ τῶν καλουμένων λαϊκῶν εἷς καθεστὼς εἶτα εὐθὺς ἐπὶ τὴν ἐπισκοπὴν ἀναβαίνων, οὐδὲ ἐσχηματισμένην λαμβάνοι τὴν χειροτονίαν, ὡς ἄρτι μὲν ἰδιώτης, εὐθὺς δὲ κληρικός, εἶτα βραχύ τι διαλιπὼν ἐπίσκοπος ἀναφαίνεσθαι·

neque ex idiota et his qui vocantur laici existens et ita, mox episcopatum ascendens, nec imaginariam suscipiat ordinationem, tamquam modo quidem idiota, mox autem clericus, deinde parvum aliquid praeteriens episcopus appareat.

1 3οὔτε γαμετῇ συνοικῶν, ἀλλ’ ἢ παρθενίᾳ συζήσας ἐξ ἀρχῆς ἢ γυναῖκα μὲν σχών, ἐκ παρθενίας δὲ εἰς αὐτὸν ἐλθοῦσαν, ἀλλ’ οὔτε χήραν οὔτε διαζευχθεῖσαν ἀνδρὸς οὔτε παλλακήν·

et neque uxori aliae copulatus, sed aut in virginitate degens a principio aut uxorem quidem habens, ex virginitate autem ad eum venientem, et non viduam neque seiunctam viro neque concubinam.

1 4οὔτε παῖδας ἢ ἐγγόνους ἔχων, οὔτε γνωριζομένους τῷ νόμῳ οὔτε ὑπ’ ἐκείνου μεμισημένους· ἐπείτοιγε ὁ παρὰ ταῦτά τι πράττων αὐτός τε ἐκπεσεῖται τῆς ἱερωσύνης καὶ ὁ τοῦτον χειροτονῶν ὁμοίως ἔξω τῆς ἐπισκοπῆς ἐλαθήσεται, τῷ νόμῳ τούτῳ προςκεκρουκώς.

neque filios aut nepotes habens neque cognitos legi neque illi odibiles; alioquin qui praeter haec aliquid agit, et ipse cadet sacerdotio, et qui eum ordinat, foris episcopatum sectabitur, hanc legem offendens.

1 5Ἀλλ’ οὐδὲ χρημάτων ὠνήσασθαι τὴν ἱερατείαν αὐτῷ συγχωροῦμεν, μόνῃ δὲ προςέχειν αὐτὸν τῇ τοῦ δεσπότου θεοῦ θεραπείᾳ βουλόμεθα, καὶ μὴ πολλαῖς ἀνθρωπίναις φροντίσι περιέλκεσθαι.

Sed neque pecuniis [oportere] emere sacerdotium ei permittimus, solum vero respicere eum domini dei culturam volumus, et non plurimis humanis cogitationibus protrahi.

1 6Ἀλλὰ μηδὲ ἀμελέτητος ὢν τῶν ἱερῶν δογμάτων πρὸς ἐπισκοπὴν εἰςίτω·

Sed neque ineruditus existens sacrorum dogmatum ad episcopatum accedat:

1 7πρότερον δὲ ἢ μοναχικὸν βίον ἀσκήσας ἢ ἐν κλήρῳ καταλεγόμενος οὐκ ἔλαττον μηνῶν ἕξ, γυναικὶ μέντοι, καθάπερ εἰπόντες ἔφθημεν, μὴ συνοικῶν ἢ παῖδας ἢ ἐγγόνους ἔχων. Ταῦτα γὰρ πάντως ἐπὶ τῶν θεοφιλεστάτων ἐπισκόπων ζητοῦμεν, καθάπερ καὶ πρότερον δύο θείαις ἡμῶν τοῦτο διατάξεσι νενομοθέτηται, καθ’ ἃς τοὺς μὲν ἤδη συνοικοῦντας γυναιξὶν οὐ περιειργασάμεθα, τὸ παρῳχηκὸς ἅπαν ἀφέντες, τοῦ λοιποῦ δὲ ἐκ τῆς θέσεως τοῦ νόμου μηδενὶ συγχωροῦντες γαμετὴν ἔχοντι τοιαύτην ἐπιτιθέναι χειροτονίαν. ὅνπερ νόμον καὶ νῦν ἀνανεοῦμεν, μή ποτε, εἰ παρὰ ταῦτα γένηται, αὐτός τε ἐκπέσοι τῆς ἱερωσύνης τὸν χειροτονήσαντά τε ὁμοίως ἐκβληθῆναι ταύτης παρασκευάσειεν. Ὁ τοίνυν χειροτονούμενος ἐπίσκοπος ἢ ἀπὸ μοναχῶν ἢ ἀπὸ κληρικῶν ἔστω, εἴγε καὶ ἐν τῷ τοιούτῳ βίῳ μαρτυροῖτο σεμνὸς καὶ δόξης ἀπολαύων ἀγαθῆς, καὶ ταύτην κρηπῖδα τῆς ἀρχιερωσύνης ἐναποθέμενος τῇ ψυχῇ.

prius autem aut monachicam vitam professus aut in clero constitutus non minus mensibus sex, uxori tamen non cohaerens, aut filios aut nepotes habens. Hoc enim omnino super deo amabilibus episcopis quaerimus, sicut etiam prius duabus sacris nostris hoc constitutionibus sancitum est, per quas dudum cohaerentes uxoribus non perscrutamur, omne praeteritum relinquentes, de cetero autem nulli permittentes a positione legis uxorem habenti talem imponi ordinationem. Quam legem etiam nunc renovamus, ne forte, si praeter haec aliquid fiat, et ipse cadat sacerdotio et ordinantem similiter excludi procuret. Igitur ordinandus episcopus aut ex monachis aut ex clericis sit, etiam in huiusmodi vita testimonii boni et honestus et gloria fruens bona, et hoc fundamentum pontificatus deponens animae.

1 8Ἀλλὰ καὶ οὕτως αὐτὸν διακείμενον καὶ πρὸς τὴν ἐπισκοπὴν παρασκευαζόμενον προςῆκόν ἐστι τοὺς εὐαγεῖς καὶ πανταχόθεν ἐγκεκριμένους ἀναγινώσκειν κανόνας πρὸ τῆς χειροτονίας, οὓς ἡ ὁρθὴ καὶ ἀμώμητος ἡμῶν ἐδέξατο πίστις καὶ ἡ καθολικὴ τοῦ θεοῦ καὶ ἀποστολικὴ προςήκατό τε καὶ παραδίδωσιν ἐκκλησία. Καὶ ἐπειδὰν διὰ τῆς συνεχοῦς αὐτῶν ἀναγνώσεως ὁ πρὸς τὴν χειροτονίαν ἀγόμενος ἔλθῃ, τηνικαῦτα τὸν τὴν χειροτονίαν ἐπιτιθέναι μέλλοντα πυνθάνεσθαι αὐτοῦ, εἴπερ οἷός τε φυλάττειν ἐστὶ καὶ πράττειν, ἅπερ οἱ θεῖοι κανόνες ἐνομοθέτησαν. καὶ εἰ μὲν ἀποφήσειε καὶ λέγοι τὰ παραγγέλματα τῶν θείων κανόνων οὐχ ἱκανὸς εἶναι τηρεῖν, κατὰ μηδένα τρόπον αὐτῷ τὴν χειροτονίαν ἐπιτιθέναι. εἰ δὲ καταδέξοιτο καὶ φήσειεν, ὡς καθ’ ὅσον ἀνθρώπῳ δυνατὸν πληρώσει τὰ τούτοις περιεχόμενα, τηνικαῦτα νουθετεῖν αὐτὸν καὶ λέγειν ὡς, εἰ μὴ ταῦτα φυλάξοι, θεοῦ τε ἀλλότριος ἔσται καὶ ἐκπεσεῖται τῆς δοθείσης τιμῆς, καὶ οὐδὲ οἱ πολιτικοὶ νόμοι τὸ πλημμεληθὲν ἀτιμώρητον καταλείψουσι, διότι καὶ τοῖς πρὸ ἡμῶν βεβασιλευκόσι καὶ ἡμῖν αὐτοῖς ὀρθῶς εἴρηται, δεῖν τοὺς ἱεροὺς κανόνας ἀντὶ νόμου κρατεῖν. καὶ εἴπερ καὶ οὕτως ἐμμείνειε τοῦ πράγματος ἀντεχόμενος, τηνικαῦτα ἐπὶ ταύταις ταῖς ὁμολογίαις ἕκαστον τὴν ἱερὰν καταδέχεσθαι τῆς ἐπισκοπῆς χειροτονίαν.

Sed etiam sic eum constitutum et ad episcopatum praeparatum competens est venerabiles et undique probatas legere regulas ante ordinationem, quas recta et inviolata nostra suscepit fides, et catholica dei apostolicaque disposuit et tradidit ecclesia. Et dum ex frequenti earum lectione transierit qui ad ordinationem deducitur, tunc is, qui ordinationem impositurus est, interroget eum, si sufficiens est custodire et agere, quae sacrae regulae sancierunt. Et si quidem declaraverit et dixerit, praecepta sacrarum regularum non se valere servare, nullo modo ei ordinationem imponi; si vero susceperit et dixerit, quia quantum homini possibile est complebit haec quae his continentur, tunc monere eum et dicere quia, nisi haec observaverit, et a deo alienus erit et cadet dato honore, et neque civiles leges delictum inultum relinquent, eo quod et a praecedentibus nos imperatoribus et a nobis ipsis recte dictum est oportere sacras regulas pro legibus valere. Et si etiam sic permanserit causam amplectens, tunc super his professionibus unumquemque sacram suscipere episcopatus ordinationem.

1 9καὶ ταύτην μὴ χρημάτων ὠνεῖσθαι μηδὲ διὰ πραγμάτων τινῶν δόσεως λαμβάνειν, ἀλλὰ καθαρὰν δέχεσθαι καὶ ἄμισθον, οἷα παρὰ θεοῦ δεδομένην. εἰ γὰρ καὶ τἄλλα πάντα ἔχοι χρηστὰ τὰ πρόσθεν ἡμῖν εἰρημένα, χρημάτων δὲ ἢ πραγμάτων φανείη τὴν ἐπισκοπὴν ἐξωνησάμενος, ἴστω τῆς τε ἐπισκοπῆς αὐτὸς ἐκπεσούμενος καὶ τοῦτο δῶρον ἀντιδοὺς τῷ χειροτονήσαντι τὸ κἀκεῖνον τὴν ἐπισκοπὴν ἀπολλύναι καὶ ταύτης ἐκπίπτειν, καὶ ἑκατέρῳ τὸ πρᾶγμα τοιαύτην φέρειν ἀντίδοσιν, ὥστε τὸν μὲν μὴ τυχεῖν τῶν ἐλπιζομένων, τὸν δὲ καὶ ὧν εἶχεν ἀποτυχεῖν· δηλαδὴ τῶν δεδομένων χρημάτων ἢ πραγμάτων προφάσει χειροτονίας τῇ ἁγιωτάτῃ προσκυρουμένων ἐκκλησίᾳ, εἴτε ἐπίσκοπος ὁ λαβὼν εἴη καὶ διὰ τοῦτο τῆς ἱερωσύνης ἐκπεσών, εἴτε καί τις τῶν ἐν τῷ κλήρῳ καταλεγομένων. καὶ γὰρ δὴ κἀκείνῳ τὴν ἴσην ἐπιτίθεμεν ποινήν, τὸ καὶ τῆς τάξεως, ἣν ἐν ἱερεῦσιν εἶχεν, ἐκπεσεῖν, καὶ ἀποδοῦναι τὸ χρυσίον ἢ τὰ πράγματα τὰ προφάσει τῆς χειροτονίας δεδομένα τῇ περιυβρισμένῃ τό γε κατ’ αὐτὸν ἐκκλησίᾳ. Εἰ δέ τις τῶν ἔξωθεν εἴη καὶ οὐκ εἰς κλῆρον τελῶν ὁ τὸ χρυσίον ἢ τὸ πρᾶγμα διὰ προστασίαν τὴν ἐπὶ τῇ χειροτονίᾳ λαβών, καὶ μάλιστα εἴπερ ἀρχὴν ἔχοι τινά, ἕξει μὲν αὐτὸς τὴν ἐκ θεοῦ ποινὴν καὶ διαδέξονταί γε αὐτὸν αἱ ἐξ οὐρανοῦ τιμωρίαι· πλὴν ἀλλὰ καὶ τὸ δοθὲν ἅπαν ἀφαιρεθὲν παρ’ αὐτοῦ τῇ ἁγιωτάτῃ ἐκκλησίᾳ πᾶσιν ἀποδιδόσθω τρόποις διπλάσιον, πρὸς τῷ, κἂν εἴ τινα ἀρχὴν ἔχοι, ταύτης ἐκπίπτειν, καὶ ἀειφυγίᾳ ζημιοῦσθαι. Κἀκεῖνο δέ γε ἴστω σαφῶς ὁ χρήμασιν ἢ πράγμασι τὴν ἐπισκοπὴν ἐξωνησάμενος, ὡς, εἴπερ πρότερον διάκονος ἢ πρεσβύτερος εἴη, εἶτα κατὰ δωροδοκίαν εἰς τὴν ἱερωσύνην ἔλθοι, οὐ μόνον ἐκπεσεῖται τῆς ἐπισκοπῆς, ἀλλ’ οὐδὲ τὸ πρότερον αὐτῷ περιλειφθήσεται σχῆμα, τὸ τοῦ πρεσβυτέρου τυχὸν ἢ διακόνου. προσαπολέσει γὰρ καὶ αὐτό, ὡς τῶν οὐ πρεπόντων ἀναξίως ἐφιέμενος, πάσης τε ἱερατικῆς ἀπελαθήσεται τάξεως. Δεῖ δὲ κατ’ αὐτὸν τὸν τῆς χειροτονίας καιρὸν τὸν ἐπιτιθέντα ταύτην αὐτῷ ἐπὶ παντὸς τοῦ πιστοτάτου λαοῦ τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας ταῦτα ἅπαντα προαγορεύειν αὐτῷ, ὡς ἂν μαθὼν αὐτὸν ἅπαντα τὰ ἔμπροσθεν εἰρημένα παρ’ ἡμῶν ἔχειν ἐπὶ τὴν ἱερὰν αὐτὸν ἄγῃ χειροτονίαν· ὥστε κἀκεῖνον πάντων ἐναντίον ταῦτα ἀκούοντα μὴ μόνον ἔχειν τὸ τοῦ θεοῦ δέος, ἀλλὰ καὶ τὴν ἐφ’ ἁπάντων ἀνακήρυξίν τε καὶ ὁμολογίαν ἐρυθριᾶν.

et hanc non pecuniis emere neque per rerum aliquarum dationem suscipere, sed puram percipere et sine mercede, tamquam a deo datam. Nam si etiam alia omnia habeat utilia, quae prius a nobis dicta sunt, pecuniis autem vel rebus videatur episcopatum emisse, sciat se et episcopatu ipsum casurum et hoc munus retributurum ordinanti, ut et ille episcopatum amittat et eo cadat, et utrique causa talem praestet retributionem, ut hic quidem non adipiscatur quae sperabat, ille autem etiam quae habebat amittat; verumtamen pecuniis ac rebus datis occasione ordinationis sanctissimae assignandis ecclesiae, sive episcopus sit accipiens et propterea sacerdotio cadens, sive etiam quilibet in clero constitutorum. Nam et illi aequam imponimus poenam, ut ordine, quem inter sacerdotes habuit, cadat, et reddat aurum aut res, quae occasione ordinationis datae sunt, iniuriam passae quantum ad ipsum ecclesiae. Si quis autem extraneorum sit et non in clero constitutus, qui aurum aut rem propter patrocinium ordinationis accepit, et maxime si administrationem aliquam ⟨habeat⟩, habebit quidem ipse a deo poenam, et succedent ei de caelo supplicia, verumtamen etiam quod datum est totum ablatum ab eo sanctissimae ecclesiae omnibus reddatur modis duplum: insuper etiam si quam administrationem habet, ea cadat, et perpetuo exilio condemnetur. Illud quoque sciat aperte qui pecuniis aut rebus emerit praesulatum, quia, si prius diaconus aut presbyter sit, deinde per suffragium ad sacerdotium veniat, non solum cadet episcopatu, sed neque prior ei relinquetur ordo, presbyterii forsitan aut diaconatus. Amittit etenim etiam illud, utpote ⟨non⟩ decentia indigne concupiscens, et omni sacerdotali excluditur ordine. Oportet autem in ipso ordinationis tempore, qui imponit eam illi, coram omni fideli populo sanctissimae ecclesiae haec omnia praedicere, ut agnoscens eum omnia, quae prius dicta sunt a nobis, habere, ad sacram eum deducat ordinationem, ut et ille coram omnibus haec audiens non solum habeat dei timorem, sed etiam coram omnibus denuntiationem et professionem erubescat.

1 10Εἰ δέ τις τοιοῦτος μὲν εἶναι νομίζοιτο καὶ πρὸς τὴν τῆς ἐπισκοπῆς χειροτονίαν παρέλθοι, ἀντείποι δέ τις καὶ φήσειε συνειδέναι τι τῶν ἀτόπων αὐτῷ, μὴ πρότερον ἀξιούσθω τῆς χειροτονίας, πρὶν ἂν ἐξέτασίς τε τῶν προςηγγελμένων γένηται καὶ φανείη πανταχόθεν ἀνεύθυνος. ὡς εἴ γε καὶ μετὰ τὴν τοιαύτην ἀντίρρησιν οὐκ ἀνασχόμενος ὁ τὴν χειροτονίαν ποιῶν τὴν νενομισμένην ἐξέτασιν ἐπιθεῖναι τῷ πράγματι δράμοι πρὸς τὴν χειροτονίαν, ἴστω τὸ παρ’ αὐτοῦ γινόμενον ἀντ’ οὐδενὸς ὄν· ἀλλ’ ὅ τε παρὰ τὸν νόμον γενόμενος ἐκπεσεῖται τῆς ἱερωσύνης ὅ τε ἀδοκίμαστον ἐπιθεὶς τὴν χειροτονίαν καὶ αὐτὸς μὲν ὁμοίως ἐκπεσεῖται τοῦ θρόνου τῆς ἱερατείας, καὶ ὑπεύθυνος ἔσται θεῷ τῷ μάλιστα πάντων ζητοῦντι τὴν τῶν οἰκείων ἱερέων καθαρότητα. Εἰ μέντοιγε ὁ πρὸς τὴν χειροτονίαν ἀντειπὼν ἢ ἐπεξελθὼν δειχθείη συκοφάντης, ἢ καὶ αὐτὸ τὴν ἀρχὴν μηδὲ ἐπεξελθεῖν θαρρήσειε, χωριζέτω τοῦτον διηνεκῶς τῆς ἱερᾶς κοινωνίας ὁ τὴν χειροτονίαν ποιῆσαι βουλόμενος, ἵνα μηδὲ ἐκεῖνο τὸ ψεῦδος ἀνεύθυνον ᾖ. ὥςπερ γὰρ τὴν ἀγαθὴν δόξαν ἐπὶ τῷ χειροτονουμένῳ ζητοῦμεν, οὕτω καὶ τὴν συκοφαντίαν ἐπὶ τῷ μάτην κατηγοροῦντι κολάζομεν. Εἰ δὲ μηδεὶς κατηγοροίη παντελῶς, ἢ προςαγγείλας ὅλως οὐκ ἐπεξέλθοι, ἢ ἐπεξελθὼν ἀποδεῖξαι, καθάπερ εἰπόντες ἔφθημεν, μὴ δυνηθείη τὴν κατηγορίαν ἀληθῆ, τηνικαῦτα προςήκει τὸν διὰ τοσούτων ὁδῶν ἀνεύθυνον ὀφθέντα προςίεσθαι πρὸς τὴν ἐσομένην χειροτονίαν. Ὁ γὰρ οὕτω χειροτονούμενος αὐτόθεν τὰ πλεῖστα καὶ κάλλιστα γνώσεται τῶν μαθημάτων καὶ οὐκ ἐκπεσεῖται πρὸς βίον ἀκόλαστον, τὴν τοιαύτην πεπαιδευμένος λόγῳ τε καὶ ἔργῳ σοφίαν.

Si quis autem talis quidem esse putetur, et ad episcopatus ordinationem transeat, contradicat autem aliquis atque dicat conscium se esse alicuius illicitorum ei, non prius mereatur episcopatus ordinationem, quam examinatio, querimoniarum fiat, et appareat undique innoxius. Quodsi etiam post huiusmodi contradictionem non passus is qui ordinationem facit legitimam examinationem imponi causae, currat ad ordinationem, sciat, quod ab eo fit, pro nihilo esse: sed et is, qui contra legem fit, cadet sacerdotio, et qui sine probatione imponit ordinationem, et ipse quidem similiter cadet sede sacerdotali, reus autem erit deo, qui praecipue omnium quaerit suorum sacerdotum puritatem. Si tamen is, qui ordinationi contradicit, aut examinatione facta probetur calumniator, aut in ipso principio neque in examinatione persistere confidat, segreget istum in perpetuum a sacra communione is qui ordinationem facere vult, ut non autem illa falsitas impunita sit. Sicut enim bonam gloriam in eo, qui ordinandus est, quaerimus, ita etiam calumniam in eo, qui frustra accusavit, punimus. Si vero nemo accusaverit omnino, aut toto denuntians examinationem non faciat, aut facta examinatione demonstrare, sicut praediximus, non valuerit accusationem veram, tunc oportet eum, qui per tot vias inculpabilis apparuit, accedere ad venturam ordinationem. Qui enim ita ordinatur, ex hoc multa et meliora cognoscit praeceptorum, et non incurrit ad vitam impunitam, huiusmodi eruditus et verbo et opere [corporis] sapientia.

2Κἀκεῖνό γε μὴν προςδιορίζομεν, ὥςτε μηδένα τῶν θεοφιλεστάτων ἐπισκόπων ἔξω τῆς καθ’ ἑαυτὸν ἐκκλησίας πλεῖον ἢ κατ’ ἐνιαυτὸν ὅλον ἀπολιμπάνεσθαι, πλὴν εἰ μὴ τοῦτο κατὰ βασιλικὴν γίνοιτο κέλευσιν (τότε γὰρ μόνον ἐστὶν ἀνεύθυνον)· τῶν ὁσιωτάτων πατριαρχῶν ἑκάστης διοικήσεως ἀναγκαζόντων τοὺς θεοφιλεστάτους ἐπισκόπους ταῖς αὑτῶν ἐγκαρτερεῖν ἁγιωτάταις ἐκκλησίαις καὶ μὴ μακρὰν ὁδὸν στέλλεσθαι μηδὲ ἐν ξένῃ διατρίβειν ἐθέλειν μηδὲ τῶν ἁγιωτάτων ἐκκλησιῶν ἀμελεῖν μηδὲ τὸν ἐνιαυτὸν ὑπερβαίνειν, ὃν δὴ καὶ αὐτὸν διὰ φιλανθρωπίαν ἐτάξαμεν. Εἰ μέντοιγε καὶ ὑπὲρ τὸν ἐνιαυτὸν πλανῷτο καὶ ἀλητεύοι, καὶ μὴ πρὸς τὴν ἐπισκοπὴν ἐπανίοι τὴν οἰκείαν, μηδὲ βασιλική τις αὐτόν, καθάπερ εἰπόντες ἔφθημεν, κατέχοι κέλευσις, τηνικαῦτα, εἰ μὲν εἴη μητροπολίτης, πρὸς τὴν ἐκκλησιαστικὴν εὐταξίαν ἀφορῶν ὁ τοῦ κλίματος πατριάρχης καλείτω μὲν αὐτὸν τοῖς νενομισμένοις κηρύγμασι, φυλάττων πανταχοῦ τὴν τῶν ἱερῶν κανόνων παρατήρησιν· εἰ δὲ μείνειε μέχρι παντὸς ἀπειθῶν, καὶ ἐξωθείτω τοῦ θείου τῶν ἐπισκόπων χοροῦ καὶ ἕτερον ἀντειςαγέτω τῆς τοιαύτης αἰδοῦς τε καὶ σεμνότητος ἄξιον. Εἰ δὲ οὐ μητροπολίτης, ἀλλὰ τῶν ἄλλων τις ἐπισκόπων ὁ πλανώμενος εἴη, ταῦτα παρὰ τοῦ μητροπολίτου γινέσθω. οὐδὲ γὰρ ἄν τις αὐτῶν ταύτην προςδέξοιτο τὴν πρόφασιν, εἰ λέγοιεν διὰ τοῦτο τὰς ἑαυτῶν καταλιμπάνειν ἐκκλησίας, διότι δικῶν ἕνεκεν ἢ ἄλλων πραγμάτων ἰδίων ἢ εἰς τὴν ἁγιωτάτην ἐκκλησίαν ὁρώντων περινοστοῦσι καὶ ἢ τοῖς ἐνταῦθα προςκαρτεροῦσιν ἢ εἰς ἑτέρους ἀφικνοῦνται τόπους. Τοῦτο γὰρ οὐκ ἂν ἔχοι πρέποντα λογισμόν, τὸ μετὰ πλήθους, ὅπερ ἀνάγκη τὰς τῶν ἐπισκόπων ἔχειν θεραπείας, περινοστεῖν τε ἐν ξένῃ καὶ δαπανᾶν, καὶ μηδεμίαν ταῖς ἁγιωτάταις ἐκκλησίαις παρέχειν ὠφέλειαν, μηδὲ κατὰ τὸ πρέπον ἱερεῦσι διαγίνεσθαι σχῆμα, παρόν, εἴ τινες εἶεν δίκαι τυχὸν ταῖς ἁγιωτάταις ἐκκλησίαις, δι’ ἃς ταῦτα προφασίζονται, ταύτας διὰ τῶν ὑπ’ αὐτὴν εὐλαβεστάτων κληρικῶν ἢ ἀποκρισιαρίων ἢ οἰκονόμων κινεῖν, καὶ δεήσεις μὲν πρὸς τὴν βασιλείαν ἐκπέμπειν, τυγχάνειν δὲ τῶν ζητουμένων. Ὥςτε διὰ ταῦτα θεσπίζομεν, εἴ ποτέ τις ἐκκλησιαστικῆς ἕνεκεν προφάσεως ἐμπέσοι χρεία, ταύτην ἢ διὰ τῶν τὰ πράγματα πραττόντων τῶν ἁγιωτάτων ἐκκλησιῶν, οὓς ἀποκρισιαρίους καλοῦσιν, ἢ διά τινων κληρικῶν ἐνταῦθα στελλομένων ἢ διὰ τῶν οἰκονόμων αὐτῶν γνωρίμην τῇ βασιλείᾳ γίνεσθαι ἢ ταῖς ἡμετέραις ἀρχαῖς, τυγχάνειν τε αὐτοὺς τοῦ προςήκοντος, καὶ μὴ τοῦτο τοῖς θεοφιλεστάτοις ἐπισκόποις πλάνης τε καὶ ἀπουσίας καὶ τῆς τῶν ἁγιωτάτων ἐκκλησιῶν βλάβης αἴτιον γίνεσθαι, τῶν τε ἐν ταῖς ἐπαρχίαις ἐκκλησιαστικῶν πραγμάτων παρὰ τὴν ἀπουσίαν αὐτῶν ἀμελουμένων τῆς τε ἐνταῦθα δαπάνης πολλῆς αὐτοῖς γινομένης τῆς τε ἐν ξένῃ διαίτης οὐκ εὐσχήμονος καθεστώσης, καὶ πανταχόθεν τοῦ πράγματος οὐδεμίαν ὠφέλειαν, μᾶλλον μὲν οὖν βλάβην ταῖς ἁγιωτάταις ἐκκλησίαις ἐπάγοντος.

Et illud etiam definimus, ut nemo deo amabilium episcoporum foras a sua ecclesia plus quam annum totum deesse, nisi hoc per imperialem fiat iussionem (tunc enim solum erit inculpabile), sacratissimos patriarchas uniuscuiusque dioceseos compellentes deo amabiles episcopos suis inhaerere sanctissimis ecclesiis et non longo itinere separari neque in peregrinis demorari velle neque sanctissimas ecclesias neglegere neque annum excedere, quem et ipsum propter misericordiam constituimus. Si vero ultra annum erraverit et dereliquerit et non ad episcopatum remeaverit proprium, neque imperialis aliqua eum, sicut praediximus, detineat iussio, tunc, si quidem sit metropolita, circa ecclesiasticam dispositionem segregatum regionis illius patriarcha evocet quidem eum legitimis inclamationibus, servans ubique sacrarum regularum observantiam; si vero maneat per omnia inoboediens, et expellatur a sacro episcoporum choro et alium introducat huiusmodi et verecundia et honestate dignum. Si vero non metropolita, sed aliorum episcoporum aliquis sit, qui erraverit, haec omnia a metropolita fiant. Nemo enim eorum talem suscipiat occasionem, si dixerint propterea proprias derelinquere ecclesias, propter quod litium causa, aut aliarum rerum propriarum aut ad sacras ecclesias respicientium circumlustrant, et hic constituti adhaerent aut in aliis veniunt locis. Hoc enim non habet decentem rationem, ut cum multitudine, quam necesse est episcoporum habere ministeria, lustrent peregre et expendant, et neque ullum sanctissimis ecclesiis praebere iuvamen neque secundum quod decet sacerdotes proprium habere habitum; praesente, si quaedam sint lites forte sanctissimis ecclesiis, propter quas has occasiones asserunt, haec per eos, qui sub ipso sunt, religiosos clericos aut apocrisarios aut oeconomos movere, et petitiones non ad imperium dirigere, impetrare autem sperata. Propterea sancimus, si quando propter ecclesiasticam occasionem inciderit necessitas, hanc aut per eos qui res agunt sanctarum ecclesiarum, quos apocrisarios vocant, aut per aliquos clericos huc destinatos, aut oeconomos suos notam imperio facere aut nostris administratoribus, ut impetrent quod competens est, et non hoc deo amabilibus episcopis erroris et absentiae, et sanctissimis ecclesiis laesionis occasionem fieri, tam in provincia ecclesiasticarum rerum per absentiam eorum neglectarum, quam etiam hic expensis multis ab ipsis factis, nec non in peregre habitatione non habili constituta, et undique causa nullum iuvamen, magis autem laesionem sanctissimis ecclesiis inferente.

3Μὴ ἄλλως δέ τινα τῶν θεοφιλεστάτων ἐπισκόπων θαρρεῖν στέλλεσθαι πρὸς ταύτην τὴν εὐδαίμονα πόλιν, πρὶν ἄν, εἰ μέν τις ἐπίσκοπος εἴη, γράμματα λάβοι τοῦ οἰκείου μητροπολίτου πρὸς τὴν βασιλείαν, ταῦτα δὴ τὰ κατὰ τοὺς θείους κανόνας συστατικὰ καλούμενα, τὰ μαρτυροῦντα τῷ ἀναγκαίῳ τῆς αὐτοῦ παρουσίας, εἰ δέ γε μητροπολίτης εἴη ὁ παραγενέσθαι βουλόμενος, γράμματα κομίσαιτο τοῦ τῆς διοικήσεως πατριάρχου, τὴν αὐτοῦ παρουσίαν ἀναγκαίαν εἶναι λέγοντα. οὕτω τε δεῖσθαι βασιλέως καὶ ἐπιτρέπεσθαι τὴν ἐνταῦθα παρουσίαν, καὶ μὴ προχείρως παρὰ γνώμην τῶν μητροπολιτῶν ἢ τῶν πατριαρχῶν ἀποδημεῖν, διότι τοῦτο καὶ τοῖς θείοις διηγόρευται κανόσι. Καὶ ἐνταῦθα δὲ αὐτοὺς παραγινομένους μὴ θαρρεῖν δι’ ἑαυτῶν τὴν πρώτην μηνύειν εἰς τὴν βασιλείαν, ἀλλὰ πρότερον ἢ πρὸς τὸν θεοφιλέστατον πατριάρχην παραγίνεσθαι ἢ πρὸς τοὺς ἑκάστης διοικήσεως, ἐξ ἧς εἰσίν, ἀποκρισιαρίους, καὶ αὐτοῖς κοινοῦσθαι τὰς αἰτίας, δι’ ἃς ἦλθον, συνειςιέναι τε πρὸς τὴν βασιλείαν αὐτοῖς, καὶ τοῦ λοιποῦ δὲ τῆς βασιλικῆς ἀπολαύειν θέας, ἡνίκα ἂν τῷ βασιλεύοντι παρασταίη. Ἐξέστω μέντοι τοῖς δεομένοις ἐπισκόποις καὶ διὰ τῶν καλουμένων ῥεφερενδαρίων τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας ἢ διὰ τῶν εὐλαβεστάτων ἀποκρισιαρίων τῶν ἑκάστης διοικήσεως ἁγιωτάτων πατριαρχῶν ἀναφέρειν τῇ βασιλείᾳ καὶ τυγχάνειν ἀποκρίσεως συντόμου, ὥςτε αὐτοὺς ἢ δίκαια παρὰ τῆς βασιλείας αἰτοῦντας ταῦτα λαμβάνειν ἢ ἄδικα ζητοῦντας θᾶττον ἀναλύειν, ὅθεν καὶ παρεγένοντο.

Non aliter autem aliquem deo amabilium episcoporum praesumere dirigere ad hanc felicissimam civitatem, priusquam, si quidem quis episcopus sit, litteras acciperet proprii metropolitae ad imperium, haec quae secundum divinas regulas probabilia vocantur, testimonium perhibentia necessitatis eius praesentiae. Si vero metropolita sit, qui proficisci vult, litteras sumat eiusdem dioceseos patriarchae, eius praesentiam necessariam esse dicentes: et sic oportere imperatorem iubere hunc praesentari, et non temere sine conscientia metropolitarum aut patriarcharum proficisci, pro eo quod hoc et ex divinis interdictum est regulis; ut huc advenientes non praesumant per semetipsos se prius nuntiare ad imperium, sed primitus aut ad deo amabilem patriarcham proficisci, aut ad uniuscuiusque dioceseos, ex qua sunt, apocrisarios, et cum ipsis conferant causas propter quas venerunt, et congredi ad imperium eius, et deinceps imperiali perfrui adspectu, mox quam imperanti adstiterint. Liceat quidem petentibus episcopis et per eos qui vocantur referendarii sanctissimae maioris ecclesiae aut per religiosos apocrisarios cuiusque dioceseos sanctissimorum patriarcharum suggerere se imperio, et promereri. responsum celeriter, ut aut si iusta ab imperio petierint, haec accipiant, aut si non iusta quaerunt, velociter revertantur, unde profecti sunt.

4Ταῦτα ἐπὶ τοῖς θεοφιλεστάτοις ἐπισκόποις κατὰ τοὺς θείους κανόνας διατάξαντες καὶ τοὺς ὑπ’ αὐτοὺς εὐλαβεστάτους κληρικοὺς μετὰ πλείστης ὅσης γίνεσθαι ζητήσεως κατὰ τοὺς ἱεροὺς κανόνας καὶ μεμαρτυρημένους ἄνδρας χειροτονεῖσθαι θεσπίζομεν, γραμμάτων παντοίως ἐπιστήμονας ὄντας· γράμματα γὰρ ἀγνοοῦντα παντελῶς οὐ βουλόμεθα ἐν οὐδεμιᾷ τάξει κληρικὸν εἶναι· δηλαδὴ τῶν πρεσβυτέρων καὶ τῶν διακόνων τάς τε ἱερὰς εὐχὰς διδασκομένων τά τε τῶν ἐκκλησιαστικῶν κανόνων ἀναγινωσκόντων βιβλία τήν τε χειροτονίαν ἄμεμπτόν τε καὶ ἀνεύθυνον καὶ δίχα τινὸς ἀντιρρήσεως καὶ δόσεως χρημάτων ἢ πραγμάτων δεχομένων. Οὔτε δὲ αὐτοὺς βουλόμεθα παντελῶς ἢ ταξεώτας ἢ βουλευτὰς ὄντας δέχεσθαι τὴν χειροτονίαν, εἰ μὴ κατὰ τοὺς νόμους οὓς ὑπὲρ τούτων ἐθήκαμεν ἔμπροσθεν, οὓς δὴ καὶ νῦν βεβαιοῦμεν· καὶ αὐτοὺς δὲ χειροτονουμένους τὰ ἱερὰ παραγγέλματα παντὸς ἐναντίον τοῦ λαοῦ δέχεσθαι, διὰ τὰς αὐτὰς αἰτίας, δι’ ἃς τοῦτο πράττεσθαι καὶ ἐπὶ τῶν θεοφιλεστάτων ἐπισκόπων ἐνομοθετήσαμεν·

Haec de deo amabilibus episcopis secundum divinas regulas constituentes, et religiosos clericos cum multa fieri inquisitione secundum divinas regulas, et boni testimonii viros ordinari sancimus, litteras omnimodo scientes [eruditos] constitutos (litteras enim ignorantem omnino volumus neque unum ordinem clericorum, videlicet presbyterorum et diaconorum, tam sacras orationes docentium quam ecclesiarum canonum legentium libros), ordinationem sine querela et inculpabilem et sine aliqua contradictione et datione pecuniarum aut rerum suscipientes. Neque autem eos volumus omnino officiales aut curiales constitutos suscipere ordinationem, nisi secundum leges, quas super his posuimus pridem, quas et nunc confirmamus; et ipsos autem ordinatos sacra praecepta in conspectu totius populi suscipere, propter has ipsas causas, propter quas hoc ipsum agi et super deo amabilibus episcopis sancivimus.

5μήτε δὲ τὸν δευτέρους ἔχοντα γάμους ἢ σχόντα χειροτονεῖσθαι διάκονον ἢ πρεσβύτερον, μήτε εἰ γυναικὶ συνοικοίη διεζευγμένῃ καὶ τὸν οἰκεῖον ἄνδρα καταλιπούσῃ, μήτε εἰ παλλακὴν ἔχοι· ἀλλὰ καὶ αὐτοὺς ἢ μετὰ σωφροσύνης ζῶντας ἢ γαμεταῖς οὐ συνοικοῦντας, ἢ μιᾶς γαμετῆς ἄνδρα γενόμενον ἢ ὄντα, καὶ αὐτῆς σώφρονος καὶ ἐκ παρθενίας. οὐδὲν γὰρ οὕτως ἐν ταῖς ἱεραῖς χειροτονίαις ὡς σωφροσύνην ἐπιλεκτέον, πρώτην ἀρχὴν καὶ θεμέλιον ἀκριβῆ κατὰ τοὺς θείους κανόνας καὶ τῆς λοιπῆς ἀρετῆς καθεστῶσαν. Εἰ δὲ καί τις πρεσβύτερος ἢ διάκονος ἢ ὑποδιάκονος ὢν εἶτα εἰςαγάγοι γαμετὴν ἢ παλλακήν, ἢ φανερῶς ἢ ἐσχηματισμένως, τῆς ἱερᾶς εὐθὺς ἐκπιπτέτω τάξεως, καὶ τὸ λοιπὸν ἰδιώτης ἔστω.Εἰ δὲ καὶ ἀναγνώστης δευτέραν εἰςαγάγοιτο γαμετὴν διά τινα καὶ τοῦτο ὡς εἰκὸς ἀπαραίτητον ἀνάγκην, μηκέτι προςωτέρω χωρείτω μηδὲ ἀπολαυέτω βαθμοῦ μείζονος ἐν ἱερατείᾳ, μενέτω δὲ ἐπὶ τοῦ αὐτοῦ βαθμοῦ διηνεκῶς. μὴ μέντοιγε καὶ πρὸς τρίτους ἐρχέσθω γάμους· ἱκανὸν γὰρ δὴ καὶ τὸ δεύτερον. Εἰ δέ γε τοιοῦτό τι πράξειε, καὶ πρὸς δευτέρους ἐλθὼν γάμους ἐπὶ μείζονα βαθμὸν σπεύσειεν, αὐτόθεν ἰδιώτης ἔσται καὶ λαϊκός, πάσης ἱερᾶς λειτουργίας ἐκπίπτων. Σώφρονος γὰρ ἡμῖν διὰ πάντων μέλει βίου. εἰ γὰρ τοιοῦτοι καθεστῶτες οἱ εἰς κλῆρον ἀγόμενοι χειροτονηθεῖεν, εὔκολος αὐτοῖς ἡ πρὸς τὴν ἐπισκοπὴν ἄνοδος ἔσται, ἐκ πολλῶν ἀνδρῶν ἀγαθῶν ῥᾳδίως εὑρισκομένων τῶν ἀνάγεσθαι πρὸς ἱερωσύνην ἀξίων.

Neque autem secundas habentem, aut eum qui habuit, nuptias ordinari diaconum aut presbyterum, neque si mulieri coniungatur seiunctae et proprium virum derelinquenti, neque si concubinam habeat, sed et ipsam uxorem si cum castitate et ex virginitate sit. Nihil enim sic in sacris ordinationibus quam cum castitate viventes, aut uxoribus non cohabitantes, aut unius uxoris virum qui vel fuerit vel sit, et ipsam castitatem eligentem, primum principium et fundamentum manifestum secundum divinas regulas et residuae virtutis constitutam. Si autem et aliquis presbyter aut diaconus aut subdiaconus postea ducat uxorem aut concubinam aut palam aut occulte, sacro statim cadat ordine, et deinceps idiota sit. Quodsi et lector secundam ducat uxorem propter quaedam, et hoc forsan inrecusabili necessitate, nullatenus ad altiorem accedat, neque perfruatur gradu maiore in sacerdotio, maneat autem in eodem gradu perpetue. Sed non ad tertias veniat nuptias; satis est enim, si ad secundas. Si vero tale aliquid egerit, et ad secundas veniens nuptias ad maiorem gradum venire festinaverit, exinde idiota erit et laicus, omni sacro ministerio cadens. Pudice enim nobis per omnia pertinet vivere. Si enim tales constituti hi qui in clero adducuntur ordinentur, facilis eis ad episcopatum ascensus erit, et ex multis viris bonis facilius invenientur, qui adducantur ad primum gradum sacerdotii digni.

6Ὅσα γε μὴν ἐπὶ τῶν εὐλαβεστάτων κληρικῶν ἡμῖν εἴρηται, ταῦτα καὶ ἐπὶ τῶν θεοφιλεστάτων διακονισσῶν πράττεσθαι βουλόμεθα, ὥςτε μηδὲ αὐτὰς ἔξω τῆς πρεπούσης παρατηρήσεως γίνεσθαι· ἀλλὰ πρότερον μὲν αὐταῖς τὴν ἡλικίαν μήτε νέαν εἶναι μήτε ἀκμάζουσαν μηδὲ αὐτόθεν πρὸς τὰ πλημμελήματα πηδῶσαν, ἀλλ’ ὑπὲρ τὸν μέσον ἤδη καθεστώσας χρόνον καὶ ἀμφὶ τοὺς πεντήκοντα ἐνιαυτοὺς κατὰ τοὺς θείους κανόνας ἀγούσας, οὕτω τε τῆς ἱερᾶς τυγχάνειν χειροτονίας, καὶ ἢ παρθένους καθεστώσας ἢ ἑνὸς ἀνδρὸς γαμετὰς γενομένας. οὐ γὰρ ἐφήσομεν οὔτε δευτερογαμούσαις οὔτε βίον ἐχούσαις οὔτι φαμὲν κατεγνωσμένον, ἀλλ’ οὐδὲ ὕποπτον ὅλως ἐπὶ τὴν ἱερὰν παριέναι διακονίαν, καὶ τοῖς τε προςκυνητοῖς ὑπηρετεῖσθαι βαπτίσμασι τοῖς τε ἄλλοις παρεῖναι τοῖς ἀπορρήτοις, ἅπερ ἐν τοῖς σεβασμιωτάτοις μυστηρίοις δι’ αὐτῶν εἴωθε πράττεσθαι. Εἰ γάρ τις ἀνάγκη γένοιτο καὶ τὴν ἐλάττονα ταύτης τῆς ἡλικίας ἧς εἴπομεν χειροτονηθῆναι διάκονον, ἀλλ’ ἔξεστι ταύτην ἔν τινι τῶν εὐαγῶν ἀσκητηρίων χειροτονεῖσθαι καὶ κατ’ ἐκεῖνο οἰκεῖν, καθ’ ὅπερ οὔτε ἀνδρῶν ἐπιμιξία καθέστηκεν οὔτε αὐτεξούσιος δίαιτα, ἀλλὰ βίος συνεσταλμένος καὶ μέτριος καὶ ὑπὸ τοῦ συνόντος πλήθους μαρτυρούμενος.Βουλόμεθα δὲ καὶ αὐτὰς τὰς ἐπὶ τὴν χειροτονίαν ἀγομένας διακόνους εἴτε ἐκ χηρείας εἴτε ἐκ παρθενίας μή τινας συνόντας ἔχειν ἐν τάξει δῆθεν ἀδελφῶν ἢ συγγενῶν ἢ τῶν καλουμένων ἀγαπητῶν· τοῖς γὰρ τοιούτοις ὀνόμασι χρώμεναι πάσης πονηρᾶς ὑποψίας τὸν ἑαυτῶν πληροῦσι βίον· ἀλλ’ ἢ καθ’ ἑαυτὰς οἰκεῖν ἢ γονεῦσι μόνοις καὶ παισὶν ἢ ταῖς ἀληθείαις ἀδελφοῖς ἢ θείοις συνεῖναι, ἐφ’ ὧν εἴ τις ὑποπτεῦσαί τι τολμήσειε πονηρόν, αὐτὸς ἀνόσιός τε ἅμα καὶ ἀσεβὴς εἰκότως νομισθήσεται. ὥςτε εἰ λέγοιτό τι τοιοῦτο περί τινος τῶν εἰς διακονίσσης χειροτονίαν ἐμβαίνειν βουλομένων, ὥς τινι σύνεστιν ἐσχηματισμένῃ μὲν ἀγαθῇ προςηγορίᾳ, πονηρᾷ δὲ ὑποψίᾳ, οὐδὲ τὴν τοιαύτην γυναῖκα προςίεσθαι παντελῶς εἰς χειροτονίαν διακονίας· ἐπειδὴ κἂν εἰ χειροτονηθείη, καί τι τοιοῦτο πράξειε καὶ συνοικοίη τινὶ μετὰ τοῦ ῥηθέντος ὀνόματος ἢ σχήματος, ἐκπεσεῖται μὲν τῆς διακονίας, καὶ αὐτὴ δὲ κἀκεῖνος ὑπεύθυνοι ἔσονται τῷδε ἡμῶν τῷ νόμῳ, καὶ τοῖς λοιποῖς τοῖς τοὺς φθορέας κολάζουσι. Δεῖ δὲ πάσας τὰς χειροτονουμένας εὐλαβεστάτας διακόνους καὶ αὐτὰς κατὰ τὸν τῆς χειροτονίας καιρὸν καὶ νουθετεῖσθαι καὶ τῶν ἱερῶν ἀκούειν παραγγελμάτων ἐπὶ τῶν λοιπῶν τῶν ἤδη οὐσῶν εὐλαβεστάτων διακόνων, ὥστε αὐτὰς καὶ τὸ τοῦ θεοῦ δέος ἐχούσας καὶ τὴν προσοῦσαν τοῖς ἱεροῖς παραγγέλμασι παρρησίαν φοβεῖσθαί τε καὶ αἰσχύνεσθαι τῆς ἱερᾶς ἐκπεσεῖν τάξεως, εἰδυίας ὡς, εἰ θαρρήσαιεν ἢ καταισχῦναι τὴν χειροτονίαν ἢ ἀπολιποῦσαι τὴν ἱερὰν χειροτονίαν προσομιλῆσαι γάμοις ἢ ἄλλην ὅλως ἑλέσθαι βίου πονηρὰν πορείαν, αὐταί τε ἔνοχοι γενήσονται θανάτου καὶ τὰ τῆς περιουσίας αὐτῶν προσκυρωθήσεται ταῖς ἁγιωτάταις ἐκκλησίαις ἢ τοῖς μοναστηρίοις, ἐν οἷς εἰσιν. Οἵ τε ταύτας φθεῖραι ἢ γῆμαι θαρρήσαντες ὑπεύθυνοι μὲν καὶ αὐτοὶ ξίφους ἔσονται, τὴν δὲ οὐσίαν αὐτῶν καθέξει τὸ δημόσιον. εἰ γὰρ ἐν τοῖς πάλαι νόμοις ταῖς παρ’ ἐκείνοις εἰς τὴν αὐτῶν πλάνην καλουμέναις παρθένοις θάνατος ἐπῆν ἡ ζημία φθαρείσαις, πῶς οὐ μᾶλλον ἡμεῖς τοῦτο ἐπὶ τῶν τἀληθῆ περὶ θεοῦ δοξαζουσῶν ὁριοῦμεν, τὴν σωφροσύνην, ἣ μάλιστα γυναῖκας κοσμεῖ, φυλάττεσθαι βουλόμενοι διαφερόντως ἐπὶ τῶν εὐλαβεστάτων διακονισσῶν, ὅπως ἂν τό τε πρέπον τῇ φύσει φυλάττοιεν τό τε ὀφειλόμενον τῇ ἱερωσύνῃ τηροῖεν.

Quanta igitur super venerabiles clericos a nobis dicta sunt, haec etiam super deo amabilibus diaconissis agi volumus, ut neque ipsae citra observantiam fiant, sed primum quidem eis aetatem neque novellam esse neque crescentem neque exhinc ad delinquendum salientem, sed super mediam constitutas aetatem et circa quinquaginta annos secundum divinas regulas agentes, sicque sacram promereri ordinationem, et aut virgines constitutas aut unius viri quae fuerant uxores. Non enim permittimus neque secundas contrahentibus nuptias neque vitam habentibus non dicimus reprehensibilem sed neque suspectam omnino, ad sacrum venire ministerium et adorandis ministrare baptismatibus et aliis adesse secretis, quae in venerabilibus mysteriis per eas rite aguntur. Si vero quaedam necessitas fiat et minorem ab hac aetate qua diximus ordinari diaconissam contigerit, liceat eam in aliquo venerabilium asceteriorum ordinari et in illo habitare, ne quaquam viris admixta constituta sit neque suo arbitrio habitans, sed vitae separatae et mediocris, et a conveniente multitudine bonum testimonium habens. Volumus autem et ipsas, quae ad ordinationem perducuntur, diaconissas, sive ex viduitate sive ex virginitate, non cum aliquo cohaerentes aut cognatorum aut eorum quos appellant dilectos (talibus enim nominibus utentes maligna suspicione suam replent vitam): sed aut solae habitent, aut cum parentibus solis et filiis aut vere fratribus aut iis cohaerere, de quibus si quis suspicari aliquid praesumpserit malignum, ipse insipiens simul et impius forsan putabitur. ⟨Ut⟩ si dicatur tale aliquid de aliqua earum, quae in diaconissarum ordinationem ingredi vult, quod alicui cohaeret sub imagine, quidem bonae appellationis, maligna vero suspicione, non oportet huiusmodi mulierem produci omnino ad ordinationem diaconiae. Nam etsi ordinetur. et tale aliquid egerit, et cohaeserit alicui cum praedicto nomine aut schemate, cadat quidem a diaconia, et ipsa autem et ille subiecti erunt huic legi et reliquis, quae corruptores puniunt. Oportet enim omnes, quae ordinantur, venerabiles diaconissas tempore ordinationis et moneri et sacrorum audire mandatorum coram reliquis quae dudum sunt venerabiles diaconissae, ut ipsae et dei timorem habeant et adhaerentem sacris mandatis fiduciam, timere autem et confundi sacro cadere ordine, scituras quod, si praesumpserint aut erubescentes ordinationem, aut derelinquentes sacrum ministerium ad nuptias venerint, aut aliam omnino elegerint vitam, ipsae quidem obligatae efficiuntur morti, et substantia earum applicabitur sanctissimis ecclesiis aut monasteriis, in quibus sunt. Qui vero eas aut uxores accipere aut corrumpere praesumpserint, obnoxii quidem et ipsi gladio erunt, substantia autem eorum applicabitur fisco. Si enim in antiquis legibus virginibus illis, quae in eorum errorem vocabantur, mortis incumbebat damnum corruptis, quomodo non magis nos in his, quae a deo glorificantur, definimus, pudicitiam, quae quam maxime mulieres ornat, conservari volentes competens venerabilibus diaconissis, ut et quod decet naturae custodiant et quod debetur sacerdotio conservent.

7Τοὺς δὲ ἅπαξ ἐπὶ τούτοις γενομένους διακόνους ἢ πρεσβυτέρους κατὰ μηδένα τρόπον ἀπολιμπάνειν τὴν ἱερατείαν. Ὅπερ οὐ μόνον ἐπὶ πρεσβυτέρων καὶ διακόνων θεσπίζομεν, ἀλλὰ κἂν ὑποδιάκονος κἂν εἰ τυχὸν ἀναγνώστης εἴη τις, μηδὲ τοῦτον ἀπολιμπάνειν τὸ πρότερον σχῆμα καὶ εἰς ἕτερον μετατίθεσθαι βίον, γινώσκοντα ὡς, εἴπερ τοιοῦτό τι πράξειε, κατὰ τὸ ἤδη παρ’ ἡμῶν νομοθετηθὲν ἢ εἰς βουλευτήριον μετὰ τῆς οὐσίας, ἢ ἐν ἀπορίᾳ ὢν πρὸς ταξεωτικὴν κατενεχθήσεται τύχην.

Semel autem secundum haec factos diaconos aut presbyteros nullo modo derelinquere sacerdotium. Quod non solum in presbytero et diacono sancimus, sed et si subdiaconus aut forte lector fuerit aliquis, neque hunc relinquere pristinum schema, et ad alteram migrare vitam, scientem quia, si tale aliquid egerit, secundum quod iam a nobis sancitum est aut in curiam cum substantia, aut sub inopia degens ad officialem deponitur fortunam.

8Οὐ μὴν οὐδὲ ἐκκεχυμένας προςήκει γίνεσθαι τοῦ λοιποῦ τὰς τῶν εὐλαβεστάτων κληρικῶν χειροτονίας. τὸ μὲν γὰρ μέχρι νῦν, εἰ καὶ ἐπανορθοῦν ἐχρῆν, ἀλλ’ οὖν διὰ τὸν χρόνον ἀφίεμεν, τοῦ λοιποῦ δὲ μὴ προχείρως αὐτὰς γίνεσθαι μηδὲ εἰς ζημίαν τῶν ἁγιωτάτων ἐκκλησιῶν χωρεῖν θεσπίζομεν. Ὅσα μὲν οὖν ἐχρῆν περὶ τοῦ τοιούτου τρόπου κατὰ τὴν ἁγιωτάτην μεγάλην ἐκκλησίαν τῆς βασιλευούσης ἡμῶν ταύτης πόλεως καὶ τὰς ὑπ’ αὐτὴν ἁγιωτάτας ἐκκλησίας καὶ τὰς ἄλλας τὰς ἐνταυθοῖ γενέσθαι, ταῦτα ἰδικῷ περιελάβομεν νόμῳ. Ἐν δὲ ἅπασι τοῖς ἔξω τόποις θεσπίζομεν, εἰ μὲν ὁ συστησάμενος ἐξ ἀρχῆς καὶ οἰκοδομήσας τὴν ἐκκλησίαν ὥρισε τὸ τῶν χειροτονουμένων μέτρον, οἷα πρὸς αὐτὸ καὶ τὴν δαπάνην περιστήσας, μὴ πρότερον χειροτονηθῆναί τινα κατὰ τὴν αὐτὴν ἐκκλησίαν, πρὶν ἂν εἰς τὸν ἀριθμὸν τὸν ἐξ ἀρχῆς ὁρισθέντα τὸ μέτρον αὐτοῦ περισταίη. Εἰ δὲ μὴ τοῦτο γέγονεν, αὐτὴ δὲ ἡ τῆς πόλεως ἐκκλησία χορηγοίη τὰς σιτήσεις ἑαυτῇ τε καὶ ταῖς ἄλλαις ἐκκλησίαις, τηνικαῦτα μὴ προχείρως αὔξειν τοὺς ἐκεῖσε κληρικούς, μηδὲ διά τινας ἴσως προςπαθείας ἢ χάριτας ταῖς ἐντεῦθεν αὐτὴν καταφορτίζειν δαπάναις· οὐκ εὐσεβῆ γὰρ τὰ τοιαῦτα, οὐδὲ ἱερέων ἄξια· ἀλλ’ ἐξ ὧν ὁ δεσπότης διδοίη θεός, ἐκ τούτων τὰ δυνατὰ χορηγεῖν, ἢ τὴν γοῦν παλαιὰν φυλάττειν συνήθειαν, μηδ’ ὁτιοῦν παντελῶς καινιζομένην. Ὥςτε προςήκει τοὺς θεοφιλεστάτους πατριάρχας καὶ μητροπολίτας τούτου τίθεσθαι πρόνοιαν, καὶ τοὺς μὲν μέχρι νῦν ὄντας ἐᾶν ἐπὶ τοῦ αὐτοῦ σχήματος, ἐφ’ οὗπερ εἰσί, κληρικούς, συμμετρεῖν δὲ τὴν ἑκάστης ἐκκλησίας δύναμιν, καὶ οὕτως αὐτούς τε τοὺς ὁσιωτάτους πατριάρχας τὰς ὑφ’ ἑαυτοὺς τάττειν ἐκκλησίας, τούς τε μητροπολίτας αὐτὸ τοῦτο παρὰ τῶν ὁσιωτάτων πατριαρχῶν ὑπομιμνησκομένους ποιεῖν, ἐκείνους τε τοὺς ἄλλους ἅπαντας τοὺς ὑφ’ ἑαυτοὺς ἐπισκόπους ἐπὶ τὴν συμμετρίαν ταύτην ἐμβιβάζειν, καὶ σπεύδειν μὴ ὑπὲρ τὴν δαπάνην ποιεῖσθαι τὰς τῶν κληρικῶν χειροτονίας. Ἴσμεν γάρ, ὅσαι τῶν ἁγιωτάτων ἐκκλησιῶν διὰ τοῦτο δὴ τὸ τῶν χειροτονουμένων τε καὶ τῆς ἄλλης δαπάνης ἐκκεχυμένον ἠπόρησαν, καὶ ὅτι τινὰς ἐξ αὐτῶν μόλις μέν, περιεσώσαμεν δὲ ὅμως, τινὲς δὲ ἔτι καταπεφορτισμέναι κεῖνται, ἐκ τῆς τοιαύτης ἀνενεγκεῖν στενοχωρίας οὐ δυνάμεναι. ὥςτε τούτου προνοήσουσιν οἱ ἁγιώτατοι πατριάρχαι καὶ οἱ μητροπολῖται καὶ οἱ λοιποὶ θεοφιλέστατοι ἐπίσκοποι, ἐφ’ ᾧ τε ἡμᾶς τὰ παρ’ αὐτῶν γινόμενα μανθάνοντας ἀποδέξασθαι αὐτούς, ὅτι τὸν ἐν γράμμασιν ἡμῶν νόμον ἐν αὐτοῖς ἔδειξαν τοῖς ἔργοις πολιτευόμενον.

Sed neque effusas competit fieri de cetero reverentissimorum clericorum ordinationes. Quod enim hactenus gestum est, licet corrigi oporteret, sed tamen propter tempus sinimus; de cetero autem non prompte hoc fieri neque ad damnum sanctissimarum ecclesiarum venire sancimus. Quaecumque igitur oportebat de tali modo in sanctissima maiore ecclesia huius regiae nostrae civitatis et sub ea constitutis sanctissimis ecclesiis et aliis, quae hic sunt, fieri, hac speciali lege complexi sumus. In omnibus autem, quae foris sunt, locis sancimus, si quis cum constituit ab initio et aedificavit ecclesiam, definivit ordinationum mensuram, tamquam secundum eam expensas constituens, non prius ordinari quemquam in eadem ecclesia, nisi ad numerum a principio definitum eius mensura redigatur. Si vero hoc non fecit, ipsa vero civitatis ecclesia ministrat emolumenta et sibi et aliis ecclesiis, tum non promptum augere illic clericos, neque propter aliquas forte compassiones aut beneficia ex hoc eam sumptibus praegravare (non sunt enim haec pia, neque sacerdotibus digna): sed ex quibus dominus dederit deus, ex his quae sunt possibilia ministrare aut antiquam conservare consuetudinem nihil penitus innovantem. Unde competit deo amabiles patriarchas et metropolitas huius habere providentiam, et eos quidem, qui hactenus sunt, sinere in schemate, in quo sunt, clericos, metiri vero uniuscuiusque ecclesiae virtutem. et ita, ipsos quoque sanctissimos patriarchas sub se constitutas ecclesiae ordinare, et metropolitas hoc ipsum a sanctissimis patriarchis commonitos facere, illos autem alios omnes sub se constitutos episcopos ad mensuram hanc deducere, et studere non ultra expensam facere clericorum ordinationes. Scimus enim, quantae sanctissimae ecclesiae propter hanc ordinationum et alterius expensae effusionem inopes factae sunt, et quia aliquas earum vix quidem, tamen eliberavimus, quaedam vero adhuc oneratae iacent, ex tali elevari angustia non valentes. Ideoque hoc provideant sanctissimi patriarchae et metropolitae et reliqui deo amabiles episcopi, ut et nos, quae ab eis aguntur discentes, approbemus eos, quia nostram legem in litteris positam apud semet ipsos ostenderunt operibus adimpleri.

epil pr.Τὰ τοίνυν παρ’ ἡμῶν νομοθετηθέντα καὶ τὴν ἱερὰν τάξιν τε καὶ κατάστασιν φυλάττοντα κατὰ τὴν τῶν θείων κανόνων δύναμίν τε καὶ παρατήρησιν τοῦ λοιποῦ φυλαττέτωσαν διηνεκῶς ἀκέραια οἵ τε ἁγιώτατοι πατριάρχαι διοικήσεως ἑκάστης οἵ τε θεοφιλέστατοι μητροπολῖται οἵ τε λοιποὶ εὐλαβέστατοι ἐπίσκοποι οἵ τε κληρικοί, πανταχοῦ τὴν τοῦ θεοῦ λειτουργίαν καὶ τὴν ἱερὰν εὐκοσμίαν τηροῦντες ἀκέραιον, ποινῆς ἐπικειμένης τῷ ταῦτα παραβαίνοντι τοῦ παντελῶς αὐτὸν ἀλλότριον εἶναι θεοῦ τε καὶ τῆς ἐπικειμένης αὐτῷ κατὰ τὴν ἱερωσύνην ἀξίας· ὡς γὰρ ἀνάξιος ταύτης ἐξελαθήσεται.Ἄδειαν δὲ πᾶσι δίδομεν ἐν ὁποίᾳ δήποτε τάξει καθεστᾶσι καὶ σχήματι βίου θεωμένοις τι τούτων παραβαινόμενον μηνύειν ἡμῖν τε καὶ εἰς τὴν ἀεὶ βασιλείαν, ὅπως ἂν ἡμεῖς οἱ ταῦτα κατὰ τὴν τῶν θείων κανόνων ὑφήγησιν καὶ τὴν ἀποστολικὴν παράδοσιν διατάξαντες πρέπουσαν καὶ ἐπὶ τοῖς παραβαίνουσιν ἐνέγκοιμεν ἀγανάκτησιν. Δηλαδὴ καὶ τῶν νενομοθετημένων παρ’ ἡμῶν περὶ τῶν κληρονομιῶν τῶν θεοφιλεστάτων ἐπισκόπων φυλαττομένων.

Quae igitur a nobis sancita sunt, et sacrum ordinem statumque custodiunt secundum sacrarum regularum virtutem et observationem, de cetero conservent perpetuo integra et sanctissimi patriarchae uniuscuiusque diocesis et deo amabiles metropolitae et reliqui reverentissimi episcopi atque clerici, ubique dei culturam et sacram disciplinam custodientes inviolatam, poena imminente haec praevaricanti, quod penitus alienus sit a deo et imposito sibi sacerdotii ordine; nam velut indignus hoc excluditur. Licentiam vero universis damus, cuiuscumque sint officii vel conversationis, respicientibus aliquid horum praevaricari, nuntiare nobis et ad imperium quod semper est: ut nos, qui haec secundum sacrarum regularum explanationem apostolicamque traditionem constituimus, decentem etiam indignationem praevaricatoribus inferamus. Etiam his videlicet quae sancita sunt a nobis de hereditatibus deo amabilium episcoporum custodiendis.

epil 1Οἱ μὲν οὖν ἁγιώτατοι πατριάρχαι διοικήσεως ἑκάστης ταῦτα προθήσουσιν ἐν ταῖς ὑφ’ ἑαυτοὺς ἁγιωτάταις ἐκκλησίαις, δῆλα δὲ ποιήσουσι τοῖς θεοφιλεστάτοις μητροπολίταις τὰ παρ’ ἡμῶν διατεταγμένα, οἱ δὲ αὖθις καὶ αὐτοὶ προθήσουσί τε αὐτὰ κατὰ τὴν τῆς μητροπόλεως ἁγιωτάτην ἐκκλησίαν τοῖς τε ὑφ’ ἑαυτοὺς ἐπισκόποις φανερὰ ταῦτα καταστήσουσι, κἀκείνων δὲ ἕκαστος ἐν τῇ οἰκείᾳ ἐκκλησίᾳ ταῦτα προθήσει· ὥςτε μηδένα τῶν τῆς ἡμετέρας πολιτείας ἀγνοεῖν τὰ παρ’ ἡμῶν εἰς τιμήν τε καὶ αὔξησιν τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διατετυπωμένα. ἐφ’ ᾧ τε ἀκολουθοῦσαν τούτοις τὴν σὴν ἁγιωσύνην ἅπασι τοῖς ὑπ’ αὐτὴν ὁσιωτάτοις μητροπολίταις φανερὰ ταῦτα καταστῆσαι τῷ παντὶ συμπαραδοθησόμενα χρόνῳ.

Sanctissimi siquidem patriarchae uniuscuiusque diocesis haec proponant in ecclesiis sub se constitutis, et manifesta faciant deo amabilibus metropolitis, quae a nobis constituta sunt. Illi quoque rursus etiam ipsi proponant ea in metropolita sanctissima ecclesia, et constitutis sub se episcopis haec faciant manifesta, illorum vero singuli in propria ecclesia haec proponant: ut nullus nostrae reipublicae ignoret, quae a nobis ad honorem et augmentum magni dei et salvatoris nostri Iesu Christi disposita sunt. Insuper sequens haec tua sanctitas omnibus, qui sub ea sunt, sanctissimis metropolitis haec faciat manifesta, universo tempore contradenda.

epil 2Ἐγράφη τὰ ἰσότυπα ⟨Τιμοθέῳ⟩ τῷ ὁσιωτάτῳ ἀρχιεπισκόπῳ Ἀλεξανδρείας, Ἐφραϊμίῳ τῷ ὁσιωτάτῳ ἀρχιεπισκόπῳ Θεουπόλεως, Πέτρῳ τῷ ὁσιωτάτῳ ἀρχιεπισκόπῳ Ἱεροσολύμων, Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ τῶν ἱερῶν praetoriων τὸ δεύτερον, ἀπὸ ὑπάτων καὶ πατρικίῳ, Δομνίκῳ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ τῶν παρὰ Ἰλλυριοῖς ἱερῶν praetoriων.

Scripta exemplaria Euphraemio sanctissimo archiepiscopo Theopolitano. Scripta exemplaria ⟨Petro⟩ sanctissimo episcopo Hierosolymorum. Scripta exemplaria Iohanni viro gloriosissimo praefecto sacrorum praetoriorum secundo, exconsuli et patricio. Cui etiam hoc adiectum est: Et tua quoque celsitudo haec sciens una cum semper suscepturis sedem tuam haec servare festinet, et si denuntiatum fuerit aliquod tale delictum, prohibeat, et maxime quaecumque in ordinationibus curialium et officialium interdicta sunt. Nuntiet autem etiam nobis, ut decens super eis imponatur correctio. Utatur quoque praeceptis ad clarissimos provinciarum iudices, ut et ipsi quae fiunt inspicientes non permittant aliquid extra hoc quod a nobis constitutum est fieri. Imminebit enim eis et poena quinque librarum auri, siquidem et ipsi praevaricari videntes non denuntiaverint aut sedi tuae aut imperio: ut undique decens ornatus ordinationis gradui conservetur. Scripta cum adiectione Dominico....

Dat. XVII K. April. CP. Belisario v.c. cons.