IusCommune
IusCommune › Textos › Novelas

Nov. 41Ἡ διάταξις πρὸς Βόνον κοιαίστωρα exercitου τάττει τὰς ἐκκλήτους ἀπὸ τῶν πέντε ἐπαρχιῶν Καρίας καὶ Κύπρου καὶ τῶν Κυκλάδων νήσων καὶ Μυσίας καὶ Σκυθίας, παρά τινι δεῖ ταύτας ἐξετάζεσθαι.

LEX UT BONUS ... Idem Aug. Bono quaestori exercitus. Recte nobis ... (Iulian. const.38: De officio quaestoris exercitus et designatis quinque provinciis ei subiectis. Haec constitutio quendam virum magnificum Bonum nomine quaestorem exercitus fecit. Nam et more antiquo duplex erat quaestorum magistratus, et unus quidem circa latus principis erat, alter autem quaestor exercitui praeerat. Disposuit autem praesens constitutio etiam annonas quaestoris et consiliarii eius; apparitionem quoque ei dedit ad imitationem quandam praefecti praetorio; id est scriniarios et ad actis et praecones et commentarienses et lampadarios et omnem deinceps ordinem. Sed et annonas militum tam comitatensium quam limitatensium disposuit quomodo distribui debeant. Subiecit autem ei et quinque provincias, id est Scythiam et Mysiam et Cariam et omnes Cycladas insulas et Cyprum totam. Causarum quoque auditorium habere ei concessit, ut non obiciatur ei fori praescriptio. Subiunxit autem et notitiam impensarum. Et est promulgata haec constitutio XV. kal. Iun. ind. XIV. p.c. Belisarii.

Abrir no leitor do IusCommune →

1 · Ὁ αὐτὸς βασιλεὺς Βόνῳ τῷ ἐνδοξοτάτῳ κοιαίστωρι Ἰουστινιανῷ exercitου.

praef pr.Ἴσμεν πρώην θείαν πεποιημένοι διάταξιν, καθ’ ἣν τῇ σῇ ἐνδοξότητι παραδεδώκαμεν τὰς πέντε ταύτας ἐπαρχίας, Καρίαν τε καὶ Κύπρον καὶ τὰς ἐν κύκλῳ κειμένας νήσους καὶ πρός γε Μυσίαν τε καὶ Σκυθίαν, ἐφ’ ᾧτε τελεῖν αὐτὰς ὑπὸ τῇ σῇ ἐνδοξότητι, προςθέντες ὥςτε καὶ τὰς ἐκκλήτους γινομένας δίκας κατὰ τὰς εἰρημένας ἐπαρχίας μηκέτι πρὸς τοὺς ἐνδοξοτάτους ἡμῶν ἐπάρχους, ἀλλὰ πρὸς τὴν σὴν ἀναπέμπεσθαι μεγαλοπρέπειαν. Ἐπειδὴ τοίνυν πολλοὶ προςῆλθον ἡμῖν τῶν ἐκ Καρίας καὶ Ῥόδου καὶ Κύπρου δυςχεραίνοντες καὶ φάσκοντες ἀναγκάζεσθαι πολλάκις καὶ χειμῶνος ὥρᾳ γίνεσθαι κατὰ τὴν Σκυθῶν καὶ Μυσῶν, ἔνθα διάγεις, κἀκεῖσε τὰς ἐκκλήτους ἴσως οὐδὲ ὑπὲρ μεγάλων χρημάτων ἐγγυμνάζειν, καὶ κινδυνεύειν καὶ πελάγη διαπερῶντας μακρὰ καὶ ἀφικνουμένους εἰς χώρας ὑπὸ βαρβάρων ἐνοχλουμένας, διὰ τοῦτο συνείδομεν τόνδε τὸν νόμον γράψαι πρὸς τὴν σὴν ἐνδοξότητα· ὥςτε τῶν μὲν ἐκ Σκυθίας καὶ Μυσίας δικῶν ὡς ἐκ γειτόνων οὐσῶν τὴν σὴν ὑπεροχὴν καθ’ ἑαυτὴν ἀκροᾶσθαι, τῶν δὲ ἄλλων, τουτέστι τῶν ἀπὸ Καρίας καὶ τῶν εἰρημένων νήσων καὶ Κύπρου (εἴπερ ἐξ ἀρχῆς αὗται παρὰ τοῖς ἐνδοξοτάτοις ἡμῶν ἐπάρχοις ἠγωνίζοντο, ἐκ θείας κελεύσεως ἡμῶν παραδεδομέναι τῷ τῆς ἐπαρχίας ἄρχοντι), εἰ μὲν αὐτὸς ἐνδημοίης ταύτῃ τῇ βασιλίδι πόλει, καὶ αὐτὰς ὑπὸ σοὶ κινεῖσθαι καὶ ἐξετάζεσθαι ἅμα τῷ ἐνδοξοτάτῳ κοιαίστωρι τοῦ θείου ἡμῶν παλατίου ἐν σάκρῳ auditoriῳ, καθάπερ καὶ ὁ ἐπὶ ταῖς ἐκκλήτοις κείμενος ὑφηγεῖται νόμος·

1εἰ δὲ αὐτὸς ἐπὶ Σκυθίας καὶ Μυσίας διατρίβοις, τῷ τὸν τόπον πληροῦντι τὸν σὸν κατὰ ταύτην τὴν εὐδαίμονα πόλιν προςάγεσθαι τὰς ἐφέσεις, πάντως μέντοι γινόμενον αὐτὸν ἅμα τῷ ἐνδοξοτάτῳ ἡμῶν κοιαίστωρι τῆς ὑποθέσεως ἀκροᾶσθαι κατὰ τὸ τῶν τοιούτων ἐξετάσεων σχῆμα, καὶ μὴ τοὺς ἀνθρώπους τὰς εἰρημένας ὑπομένειν δυςκολίας, ἀλλ’ ὑπ’ αὐτοῖς κοινῇ κατὰ τὸ ἔμπροσθεν ἡμῖν εἰρημένον κρίνεσθαι, διὰ τὸ παραστῆναι ἡμῖν οὕτω τάξαι τὸν νόμον, ὥςτε μετὰ πλείονός τε καὶ μείζονος ἀκριβείας καὶ αὐθεντίας τὰς ὑποθέσεις ἀγωνίζεσθαι.

2Εἰ δὲ αὐτὸς δοίης τὸν δικαστὴν ἐπὶ τῶν εἰρημένων ἔμπροσθεν ἐπαρχιῶν, ὁ τὴν τάξιν ἐπέχων τὴν σὴν κατὰ τὴν εὐδαίμονα πόλιν ἀκροάσεται, καθὰ καὶ ἐπὶ τῶν ἐνδοξοτάτων ἐπάρχων νενόμισται. εἰ μέντοι ἀρχθῆναι παρὰ τῇ σῇ ἐνδοξότητι συμβαίη τὴν δίκην ἐνταῦθα ὡς εἰκὸς εὑρισκομένῃ, εἶτα ἐν μέσῳ διὰ τὰς στρατιωτικὰς δαπάνας ἐκδημῆσαι, ταύτην ἀνυπερθέτως πληροῦσθαι παρὰ τῷ τὴν σὴν ἔχοντι τάξιν, καθάπερ αὐτῆς καὶ αὐτὸς ἠκροῶ. εἰ δὲ ἐξ ἀρχῆς οὐ παρὰ τοῖς ἐνδοξοτάτοις ἐπάρχοις ἡ ἔφεσις ἔκ τινων ἐπαρχιῶν ἀνεπέμπετο, ἀλλ’ εἰς ἕτερον δικαστήριον, τὴν ἀρχαιότητα παντελῶς οὐ καινίζομεν.

epilΤὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου ἡ σὴ ἐνδοξότης ἔργῳ καὶ πέρατι παραδοῦναι καὶ παραφυλάττειν εἰς τὸ διηνεκὲς σπευσάτω.

Dat. [ XV ] K. Sept. CP. imp. dn. Iustiniani pp. Aug. anno XI post cons. Belisarii v.c. anno II ind. I