Nov. 32Περὶ τοῦ μηδένα δανείζοντα γεωργῷ κρατεῖν τὴν ἐκείνου γήν, καὶ πόσον ὀφείλουσι λαμβάνειν τόκον ἀπὸ τῶν γεωργῶν.
Abrir no leitor do IusCommune →1 · Αὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος Ἀγερωχίῳ τῷ λαμπροτάτῳ ἄρχοντι Αἱμιμόντου τῆς Θρᾴκης.
praefΠρᾶγμα δεινὸν καὶ πάσης ἐπέκεινα καὶ ἀσεβείας καὶ πλεονεξίας γινόμενον συνείδομεν νόμῳ θεραπεῦσαι κοινῷ, οὐκ ἐπὶ τῆς παρούσης μόνον ἀνάγκης, ἀλλὰ καὶ εἰς τὸν ἑξῆς ἅπαντα χρόνον πολιτεύεσθαι δυναμένῳ. ἔγνωμεν γὰρ ὥς τινες ἐπὶ τῆς ἐπαρχίας ἧς ἄρχεις ἐτόλμησαν ἐπιλαβόμενοι τοῦ καιροῦ τῆς ἀφορίας τοῦ σίτου δάνεισμα πρᾶξαι πρός τινας ἐπ’ ἐλαχίστῳ μέτρῳ καρπῶν καὶ τὴν αὐτῶν λαβεῖν γῆν ἅπασαν ἀντ’ αὐτοῦ, ὥςτε τοὺς μὲν τῶν γεωργῶν φεύγειν, τοὺς δὲ διαφθαρῆναι λιμῷ, δεινήν τε γεγενῆσθαι φθορὰν οὐδὲν τῆς βαρβαρικῆς ἐπιδρομῆς ἐλάττονα.
1Θεσπίζομεν τοίνυν ἅπαντας τοὺς δανείσαντας ὁσονδήποτε μέτρον τῶν οἱωνδήποτε ξηρῶν καρπῶν τοῦτο ἀπολαμβάνοντας νῦν χωρὶς τῆς οἱαςοῦν προςθήκης ἀποδοῦναι τὰ γήδια τοῖς γεωργοῖς, μηδενὸς παντελῶς θαρροῦντος γῆν κατέχειν προφάσει τῶν εἰρημένων δανεισμάτων, εἴτε ἔγγραφα εἴτε ἄγραφα εἴη, κομιζομένους δέ, εἰ μὲν οἱ δανεισθέντες εἶεν καρποί, ὀγδόην τοῦ μοδίου μοῖραν ἐφ’ ἑκάστῳ μοδίῳ εἰς ἐνιαυτὸν ὅλον εἰ δὲ νομίσματα τὰ δανεισθέντα εἴη, ἐφ’ ἑκάστῳ νομίσματι ἐνιαύσιον κεράτιον ἓν προφάσει τόκου, τοῦ λοιποῦ δὲ τοὺς δανειστὰς ἀρκουμένους ὀγδόῃ μοδίου μοίρᾳ ἐφ’ ἑκάστῳ μοδίῳ εἰς ἐνιαυτὸν ἕνα (ἢ ἐφ’ ὅσον μένει τὸ δάνεισμα κατὰ τὴν ἀναλογίαν ταύτην) ἢ τῷ κερατίῳ ἀποδιδόναι πάντως, εἴτε γῆν εἴτε ἄλλο τι λαβόντες τύχοιεν ἐνέχυρον, βόας τυχὸν ἢ πρόβατα ἢ ἀνδράποδα. καὶ τοῦτον εἶναι τὸν νόμον κοινὸν ἅπασι, φιλάνθρωπόν τε ἅμα καὶ εὐσεβῆ καὶ τήν τε χρείαν θεραπεύοντα τοῖς δεομένοις τοῖς τε δανεισταῖς φέροντα μετρίαν παραψυχήν.
epilΤὰ τοίνυν παραστάντα ἡμῖν ἡ σὴ λαμπρότης ἔργῳ καὶ πέρατι παραδοῦναι σπευσάτω· εἰδότος τοῦ δανειστοῦ, ὡς εἰ παρὰ ταῦτά τι πρᾶξαι θαρρήσειε, τῆς εἰςπράξεως ἐκπεσεῖται, καὶ ὁ λαβὼν εἶτα ἀδικούμενος ἕξει παραψυχὴν τὸ αὐτὸς μὲν ἀπηλλάχθαι πραγμάτων, τὸν δανειστὴν δὲ ἰδεῖν ἐπὶ τοῖς ἑαυτοῦ ζημιούμενον.
Dat. XVII K. Iul. CP. Belisario v.c. cons.