Nov. 144Περὶ Σαμαρειτῶν.
Abrir no leitor do IusCommune →1 · Αὐτοκράτωρ Ἰουστῖνος Διομήδει ἐπάρχῳ τῶν ἱερῶν πραιτωρίων.
praefΤὴν ἀσεβῆ τῶν Σαμαρειτῶν αἵρεσιν καὶ τὴν παράλογον τούτων μανίαν πολλάκις ὅ τε τῆς εὐσεβοῦς λήξεως ἡμῶν πατὴρ καὶ ἡμεῖς αὐτοὶ διὰ σπουδῆς ἐθέμεθα πρὸς τὸ κάλλιον μεταγαγεῖν καὶ τὰς αὐτῶν ἐλευθερῶσαι ψυχὰς τῆς ἐπικρατούσης αὐτὰς νόσου· ἀλλ’ οὐκ ἰσχύσαμεν ἐπὶ τοῖς πολλοῖς τούτων τὸ ἐσπουδασμένον ἡμῖν κατὰ τὸ πάλαι πράξασθαι. κεχωρήκασι γὰρ εἰς τοσοῦτόν τινες αὐτῶν μανίας, ὥςτε δὴ καὶ τοῦ σωτηριώδους τυχόντες βαπτίσματος πάλιν ἐπανῆλθον ὅθεν ἐξῆλθον κακοῦ, ⟨καὶ⟩ ταὐτὰ Σαμαρείταις τιμῶντές τε καὶ λυττῶντες διηλέγχθησαν. ἔδοξε τοίνυν ἡμῖν ὀρθῶς ἔχειν τὸν πάλαι καὶ πρότερον κατ’ αὐτῶν τεθέντα παρὰ τοῦ ἡμετέρου πατρὸς νόμον ἀνανεώσασθαι.
1Καὶ διὰ τοῦτο θεσπίζομεν, μὴ κληρονομεῖν αὐτοὺς ἐκ διαθηκῶν ἢ τούτων χωρίς, μηδὲ πρεσβεῖα λαμβάνειν ἢ κατὰ δωρεᾶς τρόπον κομίζεσθαι πρᾶγμα· ἀλλὰ μηδὲ κατὰ τὴν ἐξ ἀδιαθέτου κλῆσιν διαδόχους ἔχειν Σαμαρείτας ἢ ὅλως αἱρετικούς, μηδὲ σχηματιζομένους μὲν τὴν ὀρθὴν τῶν Χριστιανῶν προςδέχεσθαι πίστιν, ταῖς δὲ ἀληθείαις οὐχ οὕτω φρονοῦντας ἢ πράττοντας τὰ ταύτῃ συμβαίνοντα, μηδὲ μὴν διαθήκας [εἰς] αὐτοὺς γράφειν ἢ ληγάτα καταλιμπάνειν ἢ δωρεῖσθαι, πλὴν εἰ μὴ ὀρθόδοξοι εἶεν καὶ πίστει καὶ ἔργοις οἱ ταῦτα ληψόμενοι. εἰ γὰρ μηδεὶς τούτων εἴη, τῷ ἱερωτάτῳ ταμιείῳ τὰς τούτων περιουσίας μετὰ τελευτὴν προςήκειν κελεύομεν. ὥςτε καὶ ὁ πρώην φιλοτιμηθεὶς τούτοις παρὰ τοῦ ἡμετέρου πατρὸς θεῖος τύπος νόμου τάξιν ἐπέχων, διδοὺς αὐτοῖς κληρονομεῖν τε καὶ κληρονομεῖσθαι καὶ τιμᾶσθαι ληγάτοις ἢ καταλιμπάνειν πρεσβεῖα, σχολάσει τὸ λοιπὸν καὶ καθάπαξ ἰσχὺν οὐδεμίαν ἕξει. τῆς γὰρ ἐκ τούτου φιλανθρωπίας ἀναξίους ἑαυτοὺς ἀποδείξαντες εἶναι οἱ τὰ Σαμαρειτῶν μαινόμενοι οὐχ ἕτερον ἢ σφᾶς αὐτοὺς ἐπιμέμψονται, ἀλλοτριούμενοι μὲν τῆς ἐκ τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ φιλανθρωπίας, ἐκπίπτοντες δὲ καὶ τῶν πρώην αὐτοῖς ἐκ τῆς ἡμετέρας δοθεισῶν βασιλείας φιλοτιμιῶν πρὸς τὸ τῆς ἀμείνονος γενέσθαι γνώμης, οὐ μὴν ἵνα μέχρι παντὸς ἐπὶ τῆς οἰκείας διαμείναιεν κακοδοξίας.
2 pr.Ἐξαιροῦμεν δὲ τοῦ παρόντος νόμου τοὺς τὰ Σαμαρειτῶν πρεσβεύοντας γεωργούς, οὐκ αὐτῶν χάριν, ἀλλὰ διὰ τὰς τῶν παρ’ αὐτῶν γεωργουμένων χωρίων συστάσεις καὶ διὰ τοὺς ἐκεῖθεν εἰςαγομένους τῷ δημοσίῳ φόρους τε καὶ προςόδους, ἐξ ἀγροικίας τε πλανωμένους. τούτοις γὰρ γράφειν ἐφίεμεν κληρονόμους τε καὶ ληγαταρίους τοὺς αὐτῶν ἀνιόντας τε καὶ κατιόντας καὶ τοὺς ἐκ πλαγίου αὐτῶν συγγενεῖς, κἂν εἰ Σαμαρειτικῇ πλάνῃ κρατοῖντο, γεωργοῦντας μέντοι τὰ γήδια, ὡς τῆς ἐντεῦθεν εὐπορίας εἰς τοὺς τὰ χωρία κεκτημένους φερομένης καὶ δι’ αὐτῶν εἰς τὸ δημόσιον. καὶ διαθηκῶν δὲ χωρὶς οἱ προρρηθέντες ἐπὶ τὸν ἀλλήλων ἥξουσι κλῆρον διὰ τὴν αὐτὴν πρόφασιν. ἐπεὶ καὶ μηδενὸς τούτων εὑρισκομένου τὸν κύριον τοῦ χωρίου, ἐν ᾧ γεωργὸς ἦν ὁ τελευτήσας, τὰ παρ’ ἐκείνου καταλειφθέντα λαμβάνειν βουλόμεθα καὶ τὴν τοῦ ταμιείου τάξιν ἔχειν αὐτόν, οἷα δὴ καὶ τοὺς δημοσίους φόρους ὑπὲρ ἐκείνου πληροῦντα.
2 1Σαμαρείτην δὲ στρατεύεσθαι παντελῶς οὐ συγχωροῦμεν, ἀλλ’ οὐδὲ πολιτικὸν μετιέναι φρόντισμα, οὐδὲ μὴν συνηγορεῖν ἢ συνεδρεύειν ἢ τοῖς λογιωτάτοις συνίστασθαι ῥήτορσιν ὅλως ἢ νέους παιδεύειν.
2 2Εἰ δὲ καί τινες ἐκ τούτων τυχόντες τοῦ σωτηριώδους βαπτίσματος φανεῖεν ἐπὶ τὴν προτέραν πλάνην ἐπανελθόντες, τὰ σάββατα παραφυλαττόμενοι ἢ καὶ ἄλλα τινὰ πράττοντες τὰ διελέγχοντα αὐτοὺς ὑποκρίσει τὸ ἅγιον παραλαβεῖν βάπτισμα, δημεύεσθαι τούτους κελεύομεν καὶ πρὸς ἐξορίαν διηνεκῆ παραδίδοσθαι. ταῖς δὲ αὐταῖς ὑπάγομεν ποιναῖς καὶ τοὺς ἀσεβῆ προστασίαν κατὰ τῆς ὀρθῆς τῶν Χριστιανῶν πίστεως τοῖς τοιούτοις ἀπονέμοντας.
2 3Καλῶς δὲ ἔχειν δοκεῖ τὸ μηδὲ προχείρως αὐτοὺς εἰςδέχεσθαι τῷ ἀχράντῳ προςτρέχοντας βαπτίσματι, ἀλλὰ μετά τινος παραφυλακῆς καὶ κατηχήσεως ἐν ἀρκοῦντι χρόνῳ γινομένης. φαμὲν δὴ τοὺς μὲν τῆς χρηστῆς διδασκαλίας ὅλως αἰσθανομένους ἐπὶ ἐνιαυτοὺς δύο κατηχεῖσθαι μανθάνειν τε τὰς γραφὰς κατὰ τὸ δυνατόν, καὶ τότε προςφέρεσθαι τῷ τῆς ἀπολυτρώσεως ἁγίῳ βαπτίσματι, τῇ μετανοίᾳ τοῦ τοσούτου χρόνου καρπουμένους τὴν ὡς ἀληθῶς ἀπολύτρωσιν. τοὺς δὲ νέους σφόδρα καὶ διδασκαλίας οὐ συνιέντας ἐφίεμεν καὶ τῆς παρατηρήσεως ταύτης χωρὶς ἀξιοῦσθαι τοῦ ἁγίου βαπτίσματος.
2 4Σαμαρείτης δὲ οὐδεὶς οἰκέτην Χριστιανὸν ἕξει, ἀλλ’ ἅμα τῷ κτήσασθαι τοῦτον εὐθέως εἰς ἐλευθερίαν ἁρπάζεσθαι. εἰ δὲ καὶ τῆς ὁμοίας αὐτῷ κακοδοξίας ὁ οἰκέτης εἴη, ἐξέστω αὐτῷ τὴν τῶν Χριστιανῶν ἀσπαζομένῳ δόξαν εὐθὺς καὶ τῆς ῥωμαϊκῆς ἀπολαύειν ἐλευθερίας.
epilΤὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦ παρόντος δηλούμενα νόμου ἡ σὴ ἐνδοξότης προτιθεῖσα κατὰ τοὺς συνήθεις τόπους ἔργῳ καὶ πέρατι παραδοθῆναι προςταξάτω.
D. XV k. Iun. CP. imp. dn. Iustini pp. Aug. anno VII post cons. eiusdem anno VI