Nov. 133Περὶ μοναχῶν καὶ ἀσκητριῶν καὶ διαγωγῆς αὐτῶν.
QUOMODO OPORTET MONACHOS VIVERE.
Abrir no leitor do IusCommune →1 · Αὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ τῶν ἱερῶν τῆς Ἑῴας πραιτωρίων τὸ δεύτερον, ἀπὸ ὑπάτων ⟨ὀρδιναρίων⟩ καὶ πατρικίῳ. · Idem Aug. Menae beatissimo episcopo.
praefὉ μονήρης βίος καὶ ἡ κατ’ αὐτὸν θεωρία πρᾶγμά ἐστιν ἱερὸν καὶ ἀνάγον αὐτόθεν τὰς ψυχὰς εἰς θεόν, καὶ οὐ μόνον ὠφελοῦν αὐτοὺς τοὺς εἰς τοῦτο παριόντας, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι διὰ τῆς αὐτοῦ καθαρότητος καὶ τῆς πρὸς θεὸν ἱκετείας παρεχόμενον τὴν πρέπουσαν ὠφέλειαν. ὅθεν τοῖς τε πρώην αὐτοκράτορσι τοῦτο διεσπούδασται καὶ ἡμῖν οὐ μέτρια νενομοθέτηται περὶ τῆς αὐτῶν σεμνότητός τε καὶ κοσμιότητος. ἀκολουθοῦμεν γὰρ τοῖς θείοις κανόσι καὶ τοῖς ἁγιωτάτοις πατράσιν, οἵπερ ταῦτα ἐνομοθέτησαν, ἐπειδὴ μηδὲν ἄβατόν ἐστιν εἰς ζήτησιν τῇ βασιλείᾳ κοινὴν πάντων ἀνθρώπων ἐπιστασίαν ἐκ θεοῦ παραλαβούσῃ. ἤδη μὲν οὖν ἐγράψαμεν διάταξιν βουλομένην τοὺς εἰς πλῆθος ὄντας μοναχοὺς ἐν κοινῷ διαιτᾶσθαι κατὰ τὸ τῶν καλουμένων κοινοβίων σχῆμα, καὶ μήτε ἰδίας ἔχειν οἰκήσεις μήτε περιουσίαν ἀθροίζειν μήτε βίον ἔχειν ἀμάρτυρον, ἀλλὰ κοινῇ μὲν αὐτοὺς σιτεῖσθαι, καθεύδειν δὲ ἅπαντας ἐν κοινῷ, καὶ τὸν εὐσχήμονα μεταδιώκειν βίον καὶ μάρτυρας εἶναι τῆς ἀλλήλων κοσμιότητος, καὶ τοὺς νεωτέρους αἰδεῖσθαι τὴν πολιὰν τῶν ταῦτα ἐποπτευόντων καὶ ἐξεπίτηδες καὶ ἀγρυπνίαν προςλαμβάνειν, ἵνα μή τι πάρεργον μηδὲ ἐξ ὕπνου γένηται μηδὲ ἀσχήμων θέα τοῖς ἄλλοις, ἀλλ’ ἕκαστος τὴν ἑαυτοῦ κοσμιότητα κἀν τῷ καθεύδειν φυλάττοι.
Singularis vita eiusque contemplatio res est sacra et ex hoc evehens animas ad deum, et non solum iuvans eos qui ad hoc accedunt sed etiam aliis omnibus per eius puritatem et supplicationem ad deum praebens inspectam utilitatem. Unde et priscis imperatoribus studii fuit et a nobis non pauca sancita sunt de eorum honestate et ornatu. Sequimur etenim sacras regulas et antiquos patres qui haec sanxerunt, quia nihil segne fit ad quaestionem imperio communem omnium hominum sollicitudinem ex deo suscipienti. Dudum quidem scripsimus constitutionem volentem in multitudine existentes monachos in commune degere secundum quod appellatur coenobiorum schema, et neque propria habere habitacula neque substantias congregare neque vitam sine testimonio, sed communiter quidem eos comedere, dormire vero omnes in commune, et honestam sectari vitam et testes esse ornatus alterutris. et iuvenes quidem vereri canitiem haec respicientium et ex studio etiam vigilias assumere, ut ne quid facinoris veluti per somnum fiat neque turpis videatur aliis, sed unusquisque suam honestatem etiam dormiendo custodiat.
1Τινῶν δὲ ἡμῖν προςαγγελθέντων, ἅπερ καὶ μείζονος καὶ ἀσφαλεστέρου νόμου προςεδεῖτο, εἰκότως ἐπὶ τὴν παροῦσαν ἀφικόμεθα νομοθεσίαν εἰς ἐκείνης τελείωσίν τε καὶ ἀναπλήρωσιν, δι’ ἧς θεσπίζομεν, μηδένα παντελῶς ἰδίαν ἔχειν οἴκησιν μηδὲ τὸ καλούμενον κελλίον, εἰ μὴ μόνος εἴη κατὰ τὸ μοναστήριον ἑνὶ τυχὸν ἢ δύο χρώμενος ὑπουργοῖς καὶ τὸν ἐν θεωρίᾳ τε καὶ ἡσυχίᾳ διαζῇ βίον, ἀλλ’ ὅλως ὄντων πλειόνων ἀνδρῶν μίαν εἶναι τὴν αὐτῶν συνέλευσιν καὶ εὐχομένων καὶ τὰ τῆς φύσεως ἔργα πραττόντων, ὁπόσα ἄμεμπτά τε καὶ ἀδιάβλητα καθέστηκε, καὶ κοινῇ μὲν ὡς εἴρηται σιτεῖσθαι, κοινῇ δὲ καθεύδειν. καὶ εἰ μὲν τοσοῦτον εἴη τὸ πλῆθος ὅσον εἰς ἕνα οἶκον χωρεῖσθαι - · ἐπείτοιγε τυχὸν δύο ἢ τρεῖς οἴκους εἶναι τοὺς δεχομένους αὐτούς. μηδένα μέντοι παντελῶς ἴδιον ἔχειν μηδέν, ἀλλ’ ἐν κοινῷ ζῆν νύκτωρ τε καὶ μεθ’ ἡμέραν, ἵνα αἱ νύκτες αὐτοῖς τὴν αὐτὴν ταῖς ἡμέραις ἔχοιεν παρατήρησιν. οὐ γὰρ καθεύδουσιν ἅπαντες ἀεί, ἀλλὰ πρόδηλον ὡς οἱ μὲν ἐν τῷ καθεύδειν εἰσίν, οἱ δὲ ἐγρηγόρασι, καὶ πάντως ἔσονταί τινες οἱ τοὺς καθεύδοντας ἐποπτεύοντες. εἰ δέ τινα οἰκήματά ἐστιν ἐν οἱῳδήποτε μοναστηρίῳ τῶν ὑπὸ τὸν οἰκουμενικὸν πατριάρχην ⟨εἴτε ἐπὶ⟩ ταύτης τῆς μεγάλης πόλεως [ἢ τῶν ὑπὸ τὴν σὴν ὄντων ἁγιωσύνην] εἴτε ἐπὶ τῆς αὐτῆς περιοικίδος, εἴτε παρ’ ἡμῶν αὐτῶν ᾠκοδομημένα εἴτε παρ’ ἑτέρων, ἰδιάζουσαν οἴκησιν ἔχοντά τινων μοναχῶν, ταῦτα πάντα καθαιρήσεις τρόποις ἅπασιν, ἀνοίξεις τε αὐτοῖς τὴν ἀλλήλων θέαν, καὶ ὄψονται πάντες τὰ παρ’ ἀλλήλων πραττόμενα. τί γὰρ δὴ καὶ εὐλαβηθήσονται τοῦτο πράττοντες, ἅπαξ ἑαυτοὺς ἀναθέντες θεῷ καὶ ἀπειπόντες πρὸς πᾶσαν δημώδη δίαιταν; καὶ τοῦτο μὲν ταύτῃ κρατεῖν νῦν τε καὶ εἰς τὸν ἑξῆς ἅπαντα βουλόμεθα χρόνον, οὐδενὸς ὡς εἴρηται ἔχοντος οἴκησιν ἰδίαν. ἀλλὰ συναθροιζομένων ἁπάντων καὶ θεωμένων τὰ παρ’ ἀλλήλων πραττόμενα· πρόδηλον γὰρ ὅτι τοιαῦτα σπεύσουσιν αὐτὰ καθεστάναι οἷα παντελῶς ἀνεπίληπτα μένει. εἰ δέ τις ὀφθείη τοσοῦτον ἀναιδής, ὥςτε τολμᾶν ἐπιχειρεῖν παραβαίνειν τι τῶν νενομοθετημένων, ὁ τῆς μονῆς ἡγούμενος ταῦτα ἐξεταζέτω. βουλόμεθα γὰρ τῆς νῦν σφοδροτέραν γενέσθαι τὴν παρατήρησιν, καὶ πρῶτον μὲν μὴ πολλὰς εἶναι τὰς εἰς τὸ μοναστήριον εἰςόδους, ἀλλὰ μίαν ἢ δύο τυχόν, ἐφεστάναι τε τῇ πυλίδι ἄνδρας γεγηρακότας καὶ σώφρονας καὶ μεμαρτυρημένους ἐξ ἁπάντων, οἵπερ οὔτε τοῖς εὐλαβεστάτοις μοναχοῖς συγχωρήσουσι χωρὶς τῆς τοῦ ἡγουμένου γνώμης ἐκφοιτᾶν ἐκ τοῦ μοναστηρίου, ἀλλ’ εἴσω τούτους καθέξουσι τὰ πρὸς θεὸν ζηλοῦντας καὶ μὴ διασπῶντας ἑαυτούς, μήτε τὰς πράξεις μήτε τὰς ἐπιτηδεύσεις, οὔτε ἑτέρους τινὰς γενέσθαι κατὰ τὸ μοναστήριον νύκτωρ τε καὶ μεθ’ ἡμέραν ἐάσουσιν, οἵπερ οὐκ ὀρθὴν μένειν τὴν τῶν εὐλαβεστάτων μοναχῶν παρασκευάσουσι δόξαν. ἔστω δὲ ἀκριβεῖ θριγκίῳ περιπεφραγμένον τὸ μοναστήριον, ὥςτε μηδεμίαν ἔξοδον ἀλλαχόθεν πλὴν ἢ διὰ τῶν πυλίδων εἶναι.
Quibusdam vero nobis nuntiatis, quae digna et maiori cautela legis egebant, recte ad praesentem venimus sanctionem ad illius perfectionem et supplementum, per quam sancimus. nullum penitus licentiam habere habitandi appellatam cellulam, nisi solus fuerit et monasterium duobus utens ministris et continentem et quietam degat vitam, sed omnino cum sint plurimi viri, una sit eorum conversatio et orantium et quae naturae sunt opera facientium, quatenus inculpabiles et inaccusabiles consistant; et communiter quidem. sicut dictum est comedere, communiter quoque dormire. Et si quidem tanta sit multitudo quanta in uno habitaculo capiatur - alioquin duo forsan aut tria habitacula esse quae capiant eos. Nullum tamen omnino proprium habere, sed in commune vivere noctibus et diebus, ut noctes eis eandem habeant quam dies observationem. Non enim dormiunt omnes semper, sed palam est quia alii quidem in somno sunt, alii vero vigilant, et omnino sunt quidam dormientes inspicientes. Si autem aliqua habitacula sunt in quolibet monasterio sub tua constitutorum sanctitate, sive in hac magna civitate sive in eius per circuitum habitaculis sive a nobis ipsis aedificatis sive ab aliis, seorsum habitationem habentia aliquorum monachorum, haec omnibus modis depones aperiesque eis alterutra, ubi celebrentur. Quid enim formidabunt hoc agentes, semel ipsos dicantes deo et abrenuntiantes publicae comessationi? Et hoc quidem ita valere nunc et in futurum omne volumus tempus, nullo (sicut dictum est) habente habitaculum seorsum, sed congregandis omnibus et inspicientibus quae ⟨ab⟩ alterutris aguntur. Certum enim est quia talia studebunt ea constituere qualia omnino inculpabilia manent. ⟨Et⟩ si quis apparuerit tantum impudens, ut audeat temptare praevaricari quod sancitum est, monasterii praesul haec examinet. Volumus enim vehementiorem quam nunc est fieri observationem et primum quidem non plurimos esse in monasterium ingressus, sed unum aut secundum forte, et adstare ianuae viros senes et castos et testimonii boni ex omnibus, qui neque reverentissimis monachis concedant sine abbatis voluntate deserere monasterium, sed intus eos detineant quae dei sunt zelantes nec semet ipsos lacerantes, nec actus nec studia, nec alios quosdam introire in monasterium noctibus et diebus sinant, quod non recte manere procuret venerabilium voluntatem. Sitque cautissima maceria munitum monasterium, ut nullus exitus aliunde nisi per ianuas sit.
2Ἔπειτα κἂν εἰ μή τις ἐκκλησία κατὰ τὸ μοναστήριον εἴη, μηδὲ οὕτως προφάσει τῶν ἐκκλησιῶν ἐκφοιτᾶν ἀδεῶς, ἢ καὶ περιπάτους ἐκεῖσε ποιεῖσθαι καὶ ἐντυγχάνειν τισὶν οἷς οὐ προςῆκον, ἀλλὰ παραγίνεσθαι μὲν ἐν τῷ καιρῷ τῆς ἱερᾶς λειτουργίας ἅμα τῷ ἡγουμένῳ ἢ τοῖς αὐτῶν πρωτεύουσί τε καὶ γεγηρακόσι, τῆς δὲ λειτουργίας πληρωθείσης τὸ μὲν μοναχικὸν ἅπαν αὖθις ἐπὶ τὸ κοινόβιον χωρεῖν κἀκεῖσε καθῆσθαι, καὶ τόν τε μέγαν ἱκετεύειν θεὸν ταῖς τε θείαις ἐντυγχάνειν γραφαῖς. πολὺς γὰρ ὁ ἱερὸς τῶν τοιούτων βιβλίων χορός, καὶ δυνατός ἐστιν ἑκάστου τὴν ψυχὴν ἐπανορθοῦν καὶ ἐπάρδειν τοῖς ἱεροῖς λογίοις, ἅπερ εἰ συνεχῶς ἀναγινώσκοιεν, οὐκ ἄν ποτε σφαλεῖεν οὐδὲ εἰς ἀνθρωπίνας κατενεχθεῖεν μερίμνας. τέσσαρας δὲ ἢ πέντε πρεσβύτας ἐκ τῆς αὐτῆς μονῆς εἶναι κατὰ τὴν ἐν τῷ μοναστηρίῳ καθεστῶσαν ἁγιωτάτην ἐκκλησίαν, οἷς ἤδη πᾶς ἀγὼν διήνυσται κατὰ τὴν ἄσκησιν καὶ οἵπερ χειροτονίας ἠξίωνται τῆς ἐν τῷ κλήρῳ, πρεσβυτέρων τυχὸν ἢ διακόνων ἢ τῶν ἐφεξῆς ἔχοντες σχῆμα. οὗτοι γὰρ καὶ τοῖς ἀφικνουμένοις ἐντεύξονται καὶ τὰ ἐκ τῶν θείων διαλέξονται γραφῶν καὶ νομίζεσθαι πάντας εἶναι τοιούτους παρασκευάσουσι καὶ φυλάξουσι τὸν ἱερὸν οἶκον, τὴν νεότητα θρασυνομένην καὶ τῶν οἰκείων ὅρων ἐξιέναι βουλομένην ὑπὸ τῆς καρτερίας ἐπέχοντες.
Deinde vel si nulla ecclesia in monasterio sit, neque sic occasione ecclesiarum egredi ⟨et⟩ deambulationes illicite illic facere et confabulari cum quibus non convenit, sed venire quidem tempore sacri ministerii cum abbate suisque prioribus et senibus, sacrificioque completo omnes monachi rursus ad coenobium revertantur ibique sedeant magnumque deum honorent et sacris scripturis incumbant. Plurimus itaque est talium librorum chorus. et possibile est unicuique animam corrigere atque rigare sacris, quae si frequenter legerit nunquam decipitur nec ad humanas descendet sollicitudines. Quattuor autem vel quinque seniores ex ipso monasterio esse in monasterii constituta ecclesia, quibus iam omnis exercitatio est expleta in continentia et qui ordinationem habere meruerunt in clero presbyterorum forsan aut diaconorum aut deinceps habentium schema. Dicti namque et supervenientibus loquentur et de divinis eloquiis disputabunt, et putari omnes esse tales procurabunt, et custodient iuventutem exardescentem et suos terminos exire volentem continentia detinebunt.
3 pr.Οὐκ εἰςελεύσεται δὲ οὔτε γυνὴ παντελῶς εἰς ἀνδρικὸν μοναστήριον οὔτε ἀνὴρ εἰς γυναικεῖον ἢ προφάσει τελευτήσαντος κἀκεῖσε κειμένου μνήμης ἢ κατὰ ἄλλην αἰτίαν, καὶ μάλιστα εἴ τις ἀδελφὸν τυχὸν ἢ ἀδελφὴν ἤ τινα τῶν ἐκ τοῦ γένους ἔχειν ἐν τῷ μοναστηρίῳ φήσειε. συγγένεια γὰρ μοναχοῖς ἐπὶ γῆς οὐκ ἐστὶ τοῖς γε τὸν ἐν οὐρανῷ ζηλώσασι βίον. τί γὰρ δὴ κἂν βουλόμενοι τὰς τοιαύτας εἰςόδους ποιήσαιντο, εἰ μὴ βούλονταί τι πράττειν τῶν ἀπηγορευμένων; ἐξὸν ὂν καὶ τὰ ἀνδράσι πρέποντα ἐν τοῖς ἀνδρικοῖς μοναστηρίοις ἄνδρας ποιεῖν, καὶ τὰ γυναιξὶν ὁμοίως ἀπονενεμημένα ἐν τοῖς γυναικείοις μοναστηρίοις πράττειν γυναῖκας, οὐδενὸς ἐπιμιγνυμένου θατέρῳ, οὐδὲ εἴ τις τυχὸν ἀδελφὸς εἶναι λέγοιτο ἢ ἀδελφὴ ἢ συγγενὴς ἄλλος· οὐδὲ γὰρ κατὰ ταύτην τὴν πρόφασιν εἰςιτητὸν εἶναί τισι συγχωροῦμεν. εἰ γὰρ αὐτὰς τὰς ἀρχὰς ἐκκόψαιμεν καὶ τὴν δι’ αὐτῆς τῆς ὁράσεως εἰςκρινομένην ταῖς ψυχαῖς ἀπάτην καὶ τὸν ἐντεῦθεν ὄλισθον κωλύσαιμεν, ἔσται πολλῷ ῥᾴων τε καὶ εὐκολωτέρα τοῖς ἱεροῖς ἀγωνισταῖς ἡ τοῦ κρείττονος βίου κατάστασις. πάντες τοίνυν τῷδε τῷ νόμῳ πειθέσθωσαν, καὶ μήτε ἄνδρες ἀποτιθέσθωσαν ἐν γυναικείων μοναστηρίων τάφοις μήτε γυναῖκες ἐν ἀνδρικοῖς ἀσκητηρίοις κατορυττέσθωσαν. οὔτε γὰρ ἀνδράσι γυναικωνίτιδες πρέπουσιν οὔτε αὖθις ἀνδρῶνες τοῖς τῶν γυναικῶν καταλόγοις· οὐδὲ ἐντεῦθεν διὰ τοὺς τελευτήσαντας τοῖς περιοῦσι τὰς ἀσχήμονας ταύτας καὶ ἀρχεκάκους ἐπιμιξίας γίνεσθαι βουλόμεθα, ἵνα μὴ πάροδος ἐντεῦθεν γένοιτο τῇ φύσει πρὸς ἑαυτὴν ἃ μὴ θέμις τρυφᾶν τε καὶ παίζειν καὶ τὰ θεῖα καταισχύνειν πράγματα, καὶ εὐσεβείας δῆθεν προκαλύμματι καὶ τῷ τῆς ὁσίας σχήματι ταῦτα πράττειν, ἅπερ οὔτε λέγειν οὔτε ἐννοεῖν τοῖς μονήρη βίον ἀσκοῦσίν ἐστι καλόν. Ἐκείνου δὲ ὄντος φανεροῦ, ὡς ἀνάγκη καθέστηκε τοὺς ταῖς ταφαῖς ὑπηρετουμένους καὶ μάλιστα τούς τε τὴν κλίνην φέροντας τούς τε ὀρύττοντας εἰςφοιτᾶν εἰς τὰ μοναστήρια, ἐν μὲν τοῖς ἀνδρικοῖς μοναστηρίοις τὸ πρᾶγμα εὔκολόν ἐστιν, ἐν δὲ τοῖς γυναικείοις οὐχ οὕτως, διὰ τὴν εἰρημένην ἀπαγόρευσιν.
Non ingredientur autem neque mulier penitus in virile monasterium neque vir in femineum occasione mortui et ibi sepulti memoriae vel per aliam causam, et maxime si qui fratrem forte vel sororem aut aliquem ex genere habere in monasterio dicat. Cognatio namque monachis in terra non est caelestem zelantibus vitam. Quid enim volentes tales ingressus faciant, nisi volunt agere aliquid interdictorum? cum liceat et viris competentia in virilibus monasteriis celebrare, nullo permixto alteri nec si quis forte frater dicatur esse aut soror aut cognatus alter: non enim per hanc occasionem ingredi sinemus alicui. Si enim ipsa principia abscidamus et per ipsum aspectum insertam animabus dilectionem et ex hoc lapsum prohibeamus, erit multo possibilis ac facilior sacris decertatoribus melioris vitae status. Omnes igitur huic legi oboediant, et neque viri recondant in muliebri monasterio sepulcra neque mulieres in virilibus asceteriis fodiant. Nec viros enim mulierum studia decent nec rursus virorum in muliebribus collegiis; nec ex hoc propter defunctos viventibus turpes et mali principii tales permixtiones agi, ut non iter ex hoc fiat naturae apud se inhoneste grassari et ludere et suas confundere causas et pietatis quasi velamine cognationis schemate haec agere, quae neque dicere neque cogitare singularem vitam eligentibus est bonum: Illo existente manifesto, quia necessarium est sepulturae ministrantes et maxime lectis [non] ingredi monasteria. Sed in virilibus quidem monasteriis causa facilis est, in muliebribus non ita, propter memoratam interdictionem.
3 1θεσπίζομεν τοίνυν, εἴ ποτε μέλλοι τοιοῦτό τι γίνεσθαι καὶ θάπτεσθαί τις γυνὴ ἐν γυναικείῳ μοναστηρίῳ (ἄνδρα γὰρ οὐκ ἐφίεμεν), τὰς μὲν εὐλαβεστάτας γυναῖκας ἐν τῷ οἰκείῳ μένειν καταγωγίῳ, μόνην δὲ τὴν θυρωρὸν ἢ τὰς θυρωροὺς καὶ τὴν ἡγουμένην ἴσως αὐτὴν εἰ βουληθείη παρεῖναι τοῖς γινομένοις, καὶ θᾶττον ἐκείνους πράξαντας τὰ περὶ τὴν ὁσίαν νενομισμένα καὶ τὸν τάφον ὀρύξαντας καὶ τὸ σῶμα καλύψαντας εὐθὺς ἀποχωρεῖν, μήτε θεασαμένους τινὰς τῶν εὐλαβεστάτων γυναικῶν μήτε παρά τινος αὐτῶν θεαθέντας. Ἀλλὰ μηδὲ ἄλλην ἐπινοείτωσαν πρόφασιν ἢ ἄνδρες τῶν εἰς γυναικεῖα μοναστήρια παρόδων ἢ γυναῖκες τῶν ἀνδράσιν ἀφωρισμένων, προφάσει τῶν περὶ τὴν ὁσίαν πραττομένων, ἃς δὴ μνήμας καλοῦσιν, εἰς τρίτην καὶ ἐνάτην συνιόντες ἡμέραν, ἢ ἡνίκα τεσσαράκοντα ἐξήκοιεν ἢ καὶ ἐνιαυτός· ἐξόν, εἰ μὲν γυναικεῖον εἴη τὸ μοναστήριον, γυναῖκας ἅπαντα πράττειν, εἰ δὲ ἀνδρεῖον ἄνδρας, καὶ μὴ προφάσει τῶν τοιούτων παρατηρήσεων ἀδοξίαν τινὰ τοῖς εὐαγέσι μοναστηρίοις προςτρίβεσθαι.
Sancimus igitur, si quando aliquid futurum sit tale fieri, et sepeliri mulier in muliebri monasterio (virum namque non sinimus), reverentissimas quidem feminas in suo manere habitaculo, solam vero ostiariam aut ostiarias et abbatissam, in quo forte ipsa voluerit, interesse his quae aguntur, et ipsos illos agentes quae circa funus sollemnia sunt et sepulchrum fodientes et corpus obvelantes repente discedere, neque videntes aliquas reverentissimarum neque ab aliqua earum visos. Sed neque aliam excogitent occasionem aut viri ad muliebria monasteria ingrediendi aut mulieres viris deputata occasione horum quae circa funus aguntur, quas utique memorias vocant, in tertiam et nonam convenientes diem, aut dum quadraginta complentur aut etiam annus: cum liceat, si quidem muliebre sit monasterium, mulieres omnia agere, si vero virorum, ipsos similiter, et non occasione talium observationum inhonestatem venerabilibus monasteriis imponere.
4Ἐπειδὴ δὲ οὐδὲν τῶν νομοθετουμένων εἰ μὴ φυλακὴν ἔχοι τὴν προςήκουσαν δύναται τηρεῖσθαι προςηκόντως, θεσπίζομεν τὸν κατὰ καιρὸν ἑκάστου μοναστηρίου προεστῶτα συνεχῶς ἐποπτεύειν καὶ περιεργάζεσθαι τὴν ἑκάστου πολιτείαν τε καὶ κατάστασιν, καὶ εἴ πού τι βραχὺ γένηται παρὰ τὸ πρέπον, τοῦτο εὐθὺς ἐπανορθοῦν, καὶ μὴ συγχωρεῖν μείζω γίνεσθαι τὸν ὄλισθον μηδὲ ἀπολέσθαι ψυχὴν πρὸς τὴν ἐκ τῆς ἀσκήσεως σωτηρίαν καταφεύγουσαν. ὁ δὲ τῶν μοναστηρίων ἔξαρχος (εἴγε τις εἴη κατὰ τὸν τόπον, ὥςπερ ἐπὶ ταύτης ἐστὶ τῆς εὐδαίμονος πόλεως) ταῦτα περιεργαζέσθω καὶ στελλέτω τοὺς καλουμένους ἀποκρισιαρίους τοὺς αὑτοῦ κατὰ τὰ μοναστήρια, καὶ πυνθανέσθω καὶ παρὰ τῶν γειτόνων, μή πού τι πονηρὸν ἐπί τινος τῶν μοναστηρίων τῶν ἐγγύθεν γίνεται, καὶ ταῦτα ἅπαντα σωφρονιζέτω καὶ τῆς προςηκούσης ἀξιούτω προνοίας. ἀλλὰ καὶ ὁ πόλεως ἑκάστης ἐπίσκοπος τούτου πρόνοιαν ἐχέτω, εἴτε πατριάρχης εἴτε μητροπολίτης εἴτε καὶ τῶν καθ’ ἕκαστον εἴη, καὶ τοὺς εὐλαβεστάτους ἐκδίκους τῆς ἐκκλησίας τῆς αὑτοῦ στελλέτω ταῦτα ἀναζητοῦντας καὶ παραφυλάττοντας καὶ μὴ συγχωροῦντας μηδ’ ὁτιοῦν γίνεσθαι ἔξω τοῦ προςήκοντος, ἀλλὰ καὶ εἴ τι γένοιτο, θᾶττον τοῦτο ἐπανορθοῦντας. ὁ δὲ ἁγιώτατος πατριάρχης ταύτης τῆς εὐδαίμονος πόλεως τὰ περὶ τῶν ἐνταῦθα μοναστηρίων ὁμοίως ἐξεταζέτω, καὶ φύλακας τοῦ πράγματος τοὺς θεοφιλεστάτους ἐκκλησιεκδίκους τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας καὶ οὓς ἂν νομίσειεν ἀκριβεῖς καὶ σεμνοτάτους εἶναι καταστησάσθω, ἵνα διὰ πλειόνων τῆς φυλακῆς γινομένης ἔτι μείζων ἡ τήρησις καὶ ἡ ἐπὶ τοῖς ἁμαρτήμασιν ἐκδίκησις γένηται.
Quia vero nihil quod sancitur nisi custodiam habeat competentem poterit servari decenter, sancimus per tempus uniuscuiusque monasterii praesulem frequenter inspicere et perscrutari uniuscuiusque conversationem et disciplinam, et sicubi aliquid parvum fiat contra quam decet, hoc repente corrigere, et non sinere maius fieri lapsum et perire animam ad salutem conversationis confugientem. Monasteriorum autem exarchus, si quis fuerit per loca, sicut in hac felicissima civitate, ⟨haec perscrutetur et mittat⟩ eos qui appellantur responsarii eius per monasteria, et requirat etiam vicinos, ne forte aliquid nequam in aliquo monasteriorum proximo fit, et haec universa castiget et competenti digna faciat providentia. Sed etiam uniuscuiusque civitatis episcopus huius providentiam habeat, sive patriarcha sive metropolita sive singuli sint episcoporum, et reverentissimos defensores ecclesiae mittat haec requirentes et servantes et non sinentes quicquam fieri extra quam decet, sed et si quid fiat, velociter hoc emendare. Sanctissimus autem patriarcha felicissimae huius urbis de monasteriis hic positis similiter examinet, ⟨et⟩ custodes rei deo amabiles ecclesiae defensores sanctissimae maioris ecclesiae et quos putaverit perfectos et honestissimos esse constituat, ut per plures custodia facta, adhuc amplius observatio et super peccatis vindicta fiat.
5 pr.Δεῖ δὲ ἕκαστον μοναστήριον ὑπὸ ἡγούμενον τελοῦν ἔχειν, καθάπερ εἰπόντες ἔφθημεν, τοὺς λεγομένους ἀποκρισιαρίους, ἄνδρας γεγηρακότας καὶ ἤδη τὸν μοναχικὸν ἆθλον ἀγωνισαμένους καὶ οὐ ῥᾳδίως τὰς σωματικὰς ἐπηρείας ὑφισταμένους, οἳ τοῖς πράγμασι καὶ ταῖς αὐτῶν ἀπησχόληνται χρείαις. καὶ οὐ μόνον εἴπερ ἀνδρῶν εἴη τὸ μοναστήριον, ἀλλ’ εἰ καὶ γυναικῶν τυχόν, εἶναι δύο τινὰς ἢ τρεῖς ἄνδρας ἢ εὐνούχους, εἰ δυνατόν, ἢ τῶν γεγηρακότων τε καὶ ἐπὶ σωφροσύνῃ μεμαρτυρημένων, οἵπερ τὰ πράγματα αὐταῖς πράξουσι καὶ τὴν ἄρρητον αὐταῖς διαδώσουσι κοινωνίαν, ἡνίκα τούτου καιρός. εἰ δὲ περί τινος τοῦ μοναστηρίου χρείας ἢ εἰς μίαν τῶν εὐλαβεστάτων ἀσκητριῶν ἀναφερομένης εἰπεῖν τι τῶν ἀναγκαίων βούλοιντο, ἐντεύξονται τῇ ἡγουμένῃ μόνῃ καὶ ἑτέρᾳ παντελῶς οὐδεμιᾷ τῶν γυναικῶν τῶν εἰς τὸ μοναστήριον, τοῦτο ἅμα διὰ τῶν εὐλαβεστάτων θυρωρῶν πράττοντες· δεῖ γὰρ τοιαύτας τινὰς ἐπὶ ταῖς θύραις τετάχθαι, αἵπερ ὁμοίως τὰς εἰςόδους καὶ ἐξόδους τὰς εἰς τὸ μοναστήριον ἐποπτεύουσαι καὶ τὰς ἐξόδους κωλύσουσι καὶ ἀβάτους ἀνδράσι τὰς εἰςόδους πλὴν τῶν ἀποκρισιαρίων καταστήσουσιν. οἱ δὲ ταῖς θυρωροῖς ἐντεύξονται καὶ ἐροῦσι τὴν ἑαυτῶν ἄφιξιν, ἡ δὲ ἡγουμένη μανθάνουσά τε καὶ κατιοῦσα τούτοις ἐντεύξεται, αὐτοὶ δὲ ἀνοίσουσιν ἐπ’ ἐκείνην τὰ περὶ τῆς αὐτῶν διοικήσεως ἢ τῆς χρείας ἐφ’ ᾗ παραγεγόνασι· καὶ οὕτως καὶ τὰ ἀνθρώπινα πραχθήσεται καλῶς καὶ ἡ σωφροσύνη διαμενεῖ πανταχόθεν ὑπ’ οὐδενὸς πειραζομένη κακοῦ.
Oportet autem unumquodque monasterium sub abbate constitutum, sicut praediximus, habere eos qui vocantur responsarii, viros senes et iam monachicum certamen superantes et non facile corporales violentias passuros, qui eorum rebus et eorum occupentur utilitatibus. Et non solum si virorum monasterium, sed si etiam mulierum contingat, esse duos aliquos aut tres viros aut eunuchos, si possibile est aut senes et castitatis testimonium habentes, qui causas agant et ineffabilem eis praebeant communionem, cum huius tempus fuerit. Si vero de aliqua monasterii utilitate aut ad unam reverentissimarum ascetriarum pertinente dicere aliquid necessariorum voluerint, loquentur abbatissae et alteri penitus nulli feminarum quae in monasterio sunt, haec per reverentissimas ostiarias agentes. Oportet enim tales aliquas ad ianuas ordinari, quae similiter ingressus et egressus in monasterium inspiciant et egressus prohibeant et inaccessibiles viris ingressus praeter apocrisiarios constituant. Illi vero ad ostiarias loquentur et dicent suum adventum, abbatissae vero per eas agnoscentes et descendentes his loquentur, et illi referent ad illas de earum gubernatione aut utilitate pro qua venerunt; et ita et quae humana sunt aguntur bene et castitas permanet undique a nullo temptata malo.
5 1Εἰ δέ τις ἁμάρτοι (καὶ γὰρ πολλὰ τὰ ἀνθρώπινα, καὶ οὐκ ἄν τις δύναιτο τὴν φύσιν οὕτως ἐπισχεῖν ὡς ἁμαρτάνειν μηδέν· τοῦτο γάρ ἐστι μόνου θεοῦ), τοῦτον μετρίου μὲν ὄντος τοῦ πταίσματος καὶ νουθετεῖν καὶ καθείργειν καὶ μετανοίας αὐτῷ διδόναι καιρόν, ἵνα καλλίω τάξιν λαβὼν αὖθις ἐπανέλθοι πρὸς ἑαυτὸν καὶ μὴ τοὺς ἤδη καταβεβλημένους ἀπολέσειε πόνους· εἰ δὲ μείζων ὁ τοῦ πταίσματος εἴη τρόπος, πρὸς τὴν ἁμαρτίαν καὶ τὴν ἐπιμέλειαν τῆς ἐπανορθώσεως εἶναι καὶ αὖθις νουθεσίαν σφοδροτέραν καὶ μετάνοιαν ἰσχυρὰν ἀπαιτεῖν. καὶ εἰ μὲν ἰσχύσειε τούτοις τοῖς τρόποις σῶσαι τὸν ὀλισθαίνειν ἀρχόμενον (τὸ αὐτὸ δὲ καὶ ἐπὶ γυναικῶν ἀσκουσῶν καὶ ἀνδρῶν φαμεν), χάριν εἰδέναι τῷ μεγάλῳ θεῷ τῷ καὶ ἐν οὐρανῷ γίνεσθαι χαρὰν ταῖς ἀγγελικαῖς εἰπόντι δυνάμεσιν, ἡνίκα τις σωθείη τῶν ἁμαρτανόντων· εἰ δὲ κρεῖττον ἢ κατὰ θεραπείαν τὸ πρᾶγμα γένηται, τηνικαῦτα καὶ ἐξωθεῖν αὐτὸν τοῦ μοναστηρίου, ὅπως ἂν ἐκδοὺς ἑαυτὸν ἐκ τῶν καλλιόνων τοῖς χείροσιν αὐτὸς τῆς ἑαυτοῦ κακίας ἀπολαύσειε μόνος καὶ μή τι τῶν ἑαυτοῦ κακῶν καὶ ἑτέροις προςαπομάξηται, ὥςπερ τι τῶν λοιμωττόντων καὶ ἀθεράπευτα νοσούντων βοσκημάτων. οὐδὲ γὰρ ἡ βασιλεία περιόψεται τούτων ἀμελουμένων οὐδὲ ἀφέξεται τῆς ἀγανακτήσεως κατὰ τοῦ ἡγουμένου οὐδὲ κατὰ τοῦ τῶν τόπων ἐπισκόπου καὶ τῶν ὑπ’ αὐτὸν ἐκκλησιεκδίκων, εἰ μὴ ταῦτα τηροῖεν, ὡς ἀναγκαίας οὔσης καὶ τῇ βασιλείᾳ τῆς τοῦ πράγματος ἐπιμελείας. εἰ γὰρ ἐκεῖνοι καθαραῖς ταῖς χερσὶ καὶ γυμναῖς ταῖς ψυχαῖς τὰς ὑπὲρ τοῦ πολιτεύματος εὐχὰς προςάγοιεν τῷ θεῷ, πρόδηλον ὡς καὶ τὰ στρατεύματα ἕξει καλῶς καὶ αἱ πόλεις εὐσταθήσουσι (θεοῦ δὲ ἵλεώ τε καὶ εὐμενοῦς καθεστῶτος πῶς οὐκ ἔσται πάντα μεστὰ πάσης εἰρήνης τε καὶ εὐνομίας;) καὶ ἡ γῆ τε ἡμῖν οἴσει καρποὺς καὶ ἡ θάλαττα τὰ οἰκεῖα δώσει, τῆς ἐκείνων εὐχῆς τὴν εὐμένειαν τοῦ θεοῦ πρὸς ἅπασαν τὴν πολιτείαν συναγούσης. ἀλλὰ καὶ αὐτό γε τὸ κοινὸν σχῆμα τῶν ἀνθρώπων αἰδεσιμώτερον ἔσται καὶ ζήσει κάλλιον τὴν ἐκείνων αἰσχυνόμενον καθαρότητα. ὥςτε μία σύμπνοια γενήσεται, πάντων ὁμοῦ πρὸς τοῦτο συντρεχόντων καὶ ἐξοριζομένης καθ’ ὅσον οἷόν τέ ἐστι κακίας ἁπάσης, τῶν καλλιόνων τε καὶ ὁσιωτέρων ἐπιτηδευμάτων ἀντειςαγομένων τε καὶ ἐμπρεπόντων τοῖς πράγμασιν· ὅπερ ἡμεῖς ἐπιζητοῦντες πρᾶγμα πράττομεν, ὥς γε πεπιστεύκαμεν, χρηστόν.
Si quis autem deliquerit (nam multa sunt humana , et nullus poterit naturam sic retinere ut non peccet nihil: hoc enim proprium est solum dei), hunc si quidem mediocre peccatum est, et monere et suspendere et paenitentiae ei dare tempus, ut meliorem ordinem sumens mox revertatur ad semet ipsum et non quos iam posuit amittat labores; si vero maioris culpae sit modus, secundum commissum et medelam correctionis esse et rursus admonitionem vehementiorem et paenitentiam fortem exigere. Et si quidem valuerit istis modis amovere lapsum suscipiendum (hoc autem et in mulieribus conversis et in viris dicimus), grates agere magno deo, cum et in caelo fiat gaudium angelicis virtutibus, quando aliquis salvus fit peccatorum; si vero potiores ultra medicinam causae fiant, tunc etiam expelli eum monasterio, quatenus dans semet ipsum ex melioribus ad peiora ipse suis malis potiatur solus et non per eius malum etiam alii violentur, sicuti morbosorum et incurabiliter languentium iumentorum. Non enim imperium despiciet hos negligi neque retinebit indignationem adversus abbatem neque contra locorum episcopum et sub eo positos defensores ecclesiae, si non haec observaverint, tamquam necessaria sit etiam imperio rei diligentia. Si enim illi puris manibus et nudis animabus pro re publica supplicent <deo, manifestum quia et exercitus) habebit bene et civitates bene disponentur (deo quoque beneplacito et propitio existente quomodo non universa plena totius pacis et devotionis?) terraque nobis offeret fructus et mare quae sua sunt dabit, illorum oratione propitiationem dei ad omnem rempublicam deducente. Sed et ipsum commune schema hominum reverentius erit et vivet melius illorum erubescens perdurationem. Ideoque pariter conspiratio erit omnium simul pro malitia omni, melioribus et sanctioribus studiis introductis et decentibus rerum. Quod nos requirentes causam agimus ut putamus utilem.
6Κἀκεῖνό γε μὴν πᾶσι φυλάττεσθαι βουλόμεθα τρόποις, ὥςτε εἰ φανείη τις τῶν εὐλαβεστάτων μοναχῶν εἴς τι τῶν καπηλείων ἀναστρεφόμενος, τοῦτον εὐθὺς παραδίδοσθαι τοῖς τῶν πόλεων ἐκδίκοις ἢ ἐνταῦθα τῷ δικαστηρίῳ τῆς σῆς ὑπεροχῆς, σωφρονίζεσθαί τε διελεγχόμενον καὶ μηνύεσθαι τοῦτο τῷ ἡγουμένῳ, ὥςτε αὐτὸν ἐξελαύνειν τοῦ μοναστηρίου τὸν ταῦτα πλημμελήσαντα, οἷα τὸν ἐν αἰσχύνῃ βίον τῆς ἀγγελικῆς ταύτης καταστάσεως ἀλλαξάμενον. δεῖ γὰρ διπλοῦν τοῦτο ἔργον τοῖς μοναχοῖς καθεστάναι, ἢ ταῖς θείαις ἐνασχολεῖσθαι γραφαῖς ἢ τὰ μοναχοῖς πρέποντα ἅπερ καλεῖν εἰώθασιν ἐργόχειρα μελετᾶν τε καὶ ἐργάζεσθαι· διάνοια γὰρ μάτην σχολάζουσα οὐδὲν ἂν τῶν ἀγαθῶν ἀποτέκοι. Ὑπὲρ τούτων οὖν τόνδε τίθεμεν τὸν νόμον ἐπί τε ταύτης τῆς βασιλίδος πόλεως κρατοῦντα ἐπί τε τῶν ἐθνῶν ἁπάντων. καὶ γὰρ δὴ πρὸς ἕκαστον τῶν ὁσιωτάτων πατριαρχῶν καταπέμψομεν αὐτὸν ἐπ’ ἀσφαλείᾳ τε καὶ φυλακῇ προςηκούσῃ, οἱ δὲ πρὸς τοὺς ὑφ’ ἑαυτοὺς τεταγμένους μητροπολίτας ἐκπέμψουσιν, ἐκεῖνοι δὲ τοῖς ἄλλοις ἅπασι διαδώσουσιν ἐπισκόποις, καὶ διὰ τῶν ἐπισκόπων ἅπαντα ταῦτα τοῖς εὐλαβεστάτοις μοναχοῖς καὶ τοῖς ἡγουμένοις αὐτῶν γενήσεται φανερά. δίδομεν δὲ τὴν τοῦ πράγματος παρατήρησιν οὐ μόνον τῷ ἡγουμένῳ μονῆς ἑκάστης οὐδὲ μόνον τῷ θεοφιλεστάτῳ τῶν τόπων ἐπισκόπῳ οὐδὲ τοῖς ὁσιωτάτοις μητροπολίταις οὐδὲ τοῖς ἁγιωτάτοις πατριάρχαις, ἀλλ’ ἐνταῦθα μὲν καὶ τῇ σῇ ὑπεροχῇ, ἵνα εἴ τινος τὸ πρᾶγμα δεηθείη σφοδροτέρας ἐπανορθώσεως, μανθάνων παρὰ τῶν θεοφιλεστάτων ἀνδρῶν ἐπεξίοις, ἐν δὲ ταῖς ἐπαρχίαις τοῖς ἐκείνων ἄρχουσι πρότερον παρὰ τῶν θεοφιλεστάτων ἐπισκόπων τὸ πρακτέον μανθάνουσι. καὶ εἴη διὰ πάντων καὶ τοῖς προςώποις τοῖς ἱερωμένοις καὶ ταῖς ἀρχαῖς ἀνεύθυνα τὰ πρὸς θεὸν καὶ πρό γε πάντων τῇ βασιλείᾳ, ὡς οὐδενὸς τῶν θειοτέρων καὶ τῶν φυλάττεσθαι δικαίων ἀμελουμένου παρ’ ἡμῶν, ἀλλὰ διὰ πάντων σπευσάντων τὴν κοινὴν πολιτείαν τῆς τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ φιλανθρωπίας ἀπολαύειν διὰ τῆς τῶν εὐλαβεστάτων ἀνδρῶν καθαρότητος, ἣν φυλάξουσι καὶ κληρικοὶ καὶ μοναχοὶ καὶ ἐπίσκοποι μείζους τε καὶ ἐλάττους, τῶν τε ἱερῶν μεμνημένοι κανόνων τῶν τε ἡμετέρων νόμων καὶ διατάξεων τῶν περὶ τούτου γεγραμμένων, οὓς καὶ κρατεῖν καὶ κυρίους εἶναι καὶ διὰ τοῦ παρόντος θεσπίζομεν νόμου.
Illud quoque omnibus servari volumus modis, si visus fuerit aliquis reverentissimorum monachorum in aliquam tabernarum conversari, hunc repente dari locorum defensoribus aut hic gloriosissimis praefectis sacrorum praetoriorum, et castigari convictum et nuntiari hoc abbae, quatenus eum expellat monasterio qui talia deliquit, utpote in confusionem vitae angelicam hanc conversationem mutantem. Oportet enim duplex hoc opus monachis esse, aut divinis vacare scripturis aut quae monachos deceant quae vocant manuum opera meditari et operari: mens enim frustra vacans nihil bonorum parit. Pro his namque hanc ponimus legem et in hac regia civitate valentem et in gentibus omnibus. Utique ad singulos patriarcharum dirigimus eam ad cautelam observationemque competentem, illi vero sub se constitutis eam metropolitis mittent, illi quoque omnibus aliis innotescent episcopis, et per episcopos omnia haec reverentissimis monachis et abbatibus eorum fient manifesta. Damus autem causae observationem non solum abbatibus monasteriorum singulorum nec solum deo amabilibus episcopis neque sanctissimis patriarchis, sed hic quidem gloriosissimis praefectis sacrorum praetoriorum, ut si causa eguerit aliqua correctione, cognoscentes a sanctissimis viris exequantur, in provinciis autem illarum iudicibus primitus a deo amabilibus episcopis quod agitur agnoscentibus Et ..... administrationibus innoxia [custodire] quae ad deum sunt, et prae cunctis imperio, tamquam nihil sit sanctis custodiri ..... rem publicam magni dei et salvatoris nostri Iesu Christi clementia frui per reverentissimorum virorum puritatem, ⟨quam⟩ custodient quoque monachi et clerici et episcopi maiores et minores, sacrorum memores canonum sacrarumque legum et constitutionum de hoc scriptarum, quas et valere et ratas esse et per praesentem sancimus legem.
epilἩ τοίνυν σὴ ἐνδοξότης τὰ παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου γινώσκουσα ἔργῳ καὶ πέρατι παραδοῦναι σπευσάτω.
Tua igitur beatitudo quae placuerunt nobis et per hanc sacram declarata sunt legem cognoscens operi effectuique tradere festinet.
Dat. XVII k. Apr. CP. ⟨imp. dn. Iustiniani pp. Aug. anno XII⟩ Apione vc. cons.