Harm. 5.6De querela et oppugnatione testamenti
ΠΕΡΙ ΜΕΜΨΕΩΣ ΚΑΙ ΕΝΑΝΤΙΩΣΕΩΣ ΔΙΑΘΗΚΗΣ
Abrir no leitor do IusCommune →1
pr.Γονεῖς καὶ παῖδες καὶ ἀδελφοὶ κινοῦσι τὴν κατὰ τῆς διαθήκης μέμψιν, οὐ μὴν καὶ οἱ λοιποὶ συγγενεῖς· ὡς πλαστὴν δὲ καὶ οὗτοι διαβάλλουσιν.
2
pr.Οἱ μὲν ἀνιόντες καὶ κατιόντες κατὰ παντὸς προσώπου κινοῦσι τὴν κατὰ τῆς διαθήκης μέμψιν ἀπόκληροι γενόμενοι ἢ μὴ τὸ νόμιμον ἔχοντες μέρος, εἰ μήπως ἀχάριστοι πρὸς τὸν διαθέμενον ὤφθησαν· οἱ δὲ ἐκ πλαγίου, ἡνίκα μόνον αἰσχρὸν ἐπέχωσιν οἱ γεγραμμένοι κληρονόμοι πρόσωπον, ἡνίοχοι τυχὸν ὄντες ἢ μίμοι ἢ κυνηγοὶ ἢ ἀπὸ αἰσχρᾶς μίξεως ἐγνωσμένοι.
3
pr.Ὁ κινήσας τὴν κατὰ τῆς διαθήκης μέμψιν καὶ ἡττηθεὶς ἐκπίπτει τοῦ ἐν τῇ διαθήκῃ αὐτῷ καταλειφθέντος· δημεύεται γάρ.
4
pr.Ὁ· παρὰ γυναικὸς υἱοθετηθεὶς καὶ παραμεληθεὶς οὐ κινεῖ τὴν κατὰ τῆς διαθήκης μέμψιν· γυνὴ γὰρ παρὰ κέλευσιν βασιλέως οὐχ υἱοθετεῖ.
5
pr.Ὅτι πενταετίᾳ ἀναιρεῖται ἡ κατὰ τῆς διαθήκης μέμψις, οὐκ ἐκ τῆς τελευτῆς τοῦ διατιθεμένου τοῦ χρόνου τρέχοντος, ἀλλ᾽ ἐξ οὗ ὁ κληρονόμος ὑπεισῆλθε τῇ κληρονομίᾳ.
6
pr.Ὁ᾽ αὐτῶν τὴν κατὰ τῆς διαθήκης ἐναντίωσιν ἐκπίπτει τῶν λεγατευθέντων αὐτῷ καὶ τῶν θανάτου αἰτίᾳ δωρηθέντων· εἴτε αὐτῷ ταῦτα κατελείφθη εἴτε τινὶ τῶν προσποριζόντων αὐτῷ.
Qui bonorum possessionem contra tabulas petit, legata et mortis sibi caussa donata perdit, sive ipsi haec sint relicta sive personae, per quam ipse acquirat.
7
pr.Διακατοχής ἐστι δίκαιον τοῦ ἐξεῖναι κρατεῖν τὴν οὐσίαν ἢ τὰ πράγματα τοῦ τελευτήσαντος. Κινεῖται δὲ παρὰ μὲν τῶν ἐκ πλαγίου συγγενῶν ἐντὸς ρ΄. ἡμερῶν, παρὰ δὲ τῶν κατιόντων ἐν τὸς ἐνιαυτοῦ.
Bonorum possessio est ius, quo patrimonium ac bona defuncti detinere licet. Petitur autem a cognatis collateralibus intra centum dies, ab adscendentibus vero aut descendentibus intra annum.