Harm. 4.15De solutione matrimonii atque eius caussis
ΠΕΡΙ ΛΥΣΕΩΣ ΓΑΜΟΥ ΚΑΙ ΤΩΝ ΑΙΤΙΩΝ ΑΥΤΟΥ
Abrir no leitor do IusCommune →1
pr.Ἐπειδὴς πολλὰς ἐν τοῖς παλαιοῖς νόμοις εὕρομεν αἰτίας, ἐξ ὧν εὐχερῶς αἱ τῶν γάμων διαλύσεις γίνονται, τούτου ἕνεκα συνείδομεν ἐκ τούτων περιελεῖν τινας, αἵπερ ἡμῖν ἀνάξιαι πρὸς τὸ διαλύειν τοὺς γάμους ἐφάνησαν, καὶ ταύτας μόνον ὀνομαστί τῷ παρόντι ἐντάξαι νόμῳ, ὑπὲρ ὧν εὐλόγως τοὺς γάμους δίχα ποινῆς ἔξεστι διαλύειν.
Quia multas in legibus antiquis reperimus caussas, ex quibus matrimonii dissolutio facile exsistit, ideo quasdam ex iis statuimus tollere, quae nobis indignae sunt visae ad dissolvenda matrimonia, easque solas praesenti huic legi inserere, ob quas merito absque poena matrimonium licebit solvere.
2
pr.Διαλύεται ὁ γάμος κατὰ πρόφασιν ἀναγκαίαν τε καὶ οὐκ ἄλογον, ὅταν τις οὐκ οἷός τε εἴη συνιέναι τῇ γυναικὶ καὶ τὰ παρὰ τῆς φύσεως ἀνδράσι δεδομένα πράττειν, ἀλλὰ τριετία μὲν παραδράμῃ ἐκ τοῦ τῶν γάμων καιροῦ, ὁ δὲ ὅτι ταῖς ἀληθείαις ἐστὶν ἀνήρ, οὐ δεικνύει· πάρεστι γὰρ τῇ γυναικὶ ἢ τοῖς γε αὐτῆς πατράσι διαζευγνύναι τὸ συνοικέσιον καὶ στεῖλαι διάλυσιν, κἂν εἰ μὴ βούλοιτο τοῦτο ὁ συνοικῶν. Κἀνταῦθα ἡ μὲν προῖξ ἥτις ἐστὶν ὅλως ἐπιδεδομένη, ἀκολουθήσει τῇ γυναικί, καὶ ἀποδώσει ταύτην ὁ ἀνήρ, εἴγε τύχοι λαβών· ἡ δὲ διὰ τὸν γάμον ἤτοι πρὸ τοῦ γάμου δωρεὰ μένει παρὰ τῷ ἀνδρὶ οὐδὲν· οἴκοθεν ζημιουμένῳ.
Solvitur matrimonium ob caussam necessariam nec ratione carentem, ubi quis ineptus fuerit cum uxore coire et quae a natura viris tributa sunt, praestare, sed triennium praeterierit a nuptiarum tempore, nec ipse se virum revera esse probaverit. Tunc enim muliere aut parentibus eius matrimonium dissolvere licet repudiumque mittere, etiamsi maritus nolit. Atque hic dos, quae in solidum fuit data, mulierem sequetur, eamque vir reddet, siquidem accepit: ante nuptias vero aut propter nuptias donatio apud virum remanet, nihil de suo amissurum.
3
pr.Θεσπίζομεν· καὶ τὸν ἐν αἰχμαλωσίᾳ διαλύεσθαι τοῦ γάμου οὐχ ἁπλῶς καὶ ὡς ἔτυχεν, ἀλλ᾽ ἕως μέν ἐστι φανερόν, περιεῖναι· ἢ τὸν ἄνδρα ἢ τὴν γαμετήν, μένειν1ο ἄλυτα τὰ συνοικέσια συγχωροῦμεν, καὶ οὐκ ἐλεύσεται πρὸς δευτέρους γάμους οὔτε γυνὴ οὔτε ἀνήρ ", εἰ μὴ βούλοιτο δοκεῖν κατὰ προπέτειαν τοῦτο πρᾶξαι καὶ ὑποπεσεῖν ταῖς ποιναῖς· ὁ μὲν τῇ τῆς προγάμου δωρεᾶς φαμὲν ἐκτίσει, ἡ δὲ τῇ τῆς προικός. Εἰ δὲ ἄδηλον καθειστήκει, πότερον περίεστιν ἢ μὴ τὸ εἰς πολεμίους ἀφικνούμενον πρόσωπον, τηνικαῦτα πενταετίαν μενετέον, εἴτε τῷ ἀνδρί εἴτε τῇ γυναικί· μεθ ' ἣν εἴτε σαφῆ γένοιτο τὰ τῆς τελευτῆς, εἴτε ἄδηλα μένει, γαμεῖν ἔξεστιν ἀκινδύνως· καὶ οὐδεὶς ἐνταῦθα κερδαίνει οὔτε ὁ ἀνὴρ τὴν προῖκα οὔτε ἡ γυνὴ τὴν προγαμιαῖαν δωρεάν, ἀλλ᾽ ἕκαστος ἐπὶ τῶν οἰκείων μένει.
Sancimus etiam, ut qui in captivitate est, matrimonio solvatur nec tamen simpliciter aut temere: sed, donec certum est, aut virum superesse aut mulierem, matrimonia indissoluta sinimus, neque aut mulier aut vir ad secundas transibit nuptias, nisi videri malit per temeritatem fecisse et poenis subdi; hic scilicet donationis ante nuptias persolutioni, illa dotis amissioni. Si vero incertum sit, an persona inter hostes delapsa supersit, tunc quinquennium erit exspectandum sive viro sive mulieri: quo exacto, sive de morte constet sive incertum maneat, sine periculo iterare nuptias licet: et neuter inde lucratur, nec vir dotem, nec mulier propter nuptias donationem, sed uterque bona sua retinet.
4
pr.Ἡὰ δὲ κ΄. νεαρὰ αὕτη περὶ τοῦ μὴ ἐξεῖναι τὰς τῶν αἰχμαλώτων γυναῖκάς φησιν ἑτέροις συνάπτεσθαι, ἀλλ᾽ ὅσοις ἂν δήποτε χρόνοις ἐν αἰχμαλωσίᾳ ἢ τὸ ἐκεῖ ταλαιπωρούμενον, περιμένειν τὸ ἕτερον πρόσωπον, κἂν μήτε ἔγγραφος δήλωσις μήτε ἄγραφος ἐκεῖθεν καταλαμβάνῃ 15.
Haec autem Novella XX statuit, ne liceat captivorum uxoribus aliis nubere, sed alteram personam exspectare, quotcumque demum annis in misera captivitate adfligatur, etiamsi nec scriptam neque non scriptam acceperit probationem.:
6
pr.Ὅτι καὶ μανίας ἐπιγενομένης ἑνὶ τῶν συνοικούντων ὁ γάμος διαλύεται, ὡς ἐν τῷ περὶ συναινέσεως μνηστείας τίτλῳ δηλοῦται πλατύτερον.
Furore quoque uni coniugum superveniente matrimonium solvitur: ut fusius in titulo de sponsalium consensu ostenditur.
7
pr.Ἡἱ νεαρὰ τοῦ κυροῦ Λέοντος ἄδειαν δίδωσι τῷ ἀνδρὶ διασπᾶν τὸν μετὰ τῆς γυναικὸς αὐτοῦ γάμον, ἐξεπίτηδες ἀμβλωσκούσης τὴν ἐκείνου σποράν.
Novella domini Leonis viro dat licentiam matrimonii cum uxore distrahendi, quae data opera partum ex eo conceptum abegerit.
8
pr.Ὁ δὲ ιε΄. κανὼν τοῦ Τιμοθέου ᾿Αλεξανδρίας ὁ δαιμονῶσαν ἔχων φησὶ γυναῖκα εἰ ἄλλην λήψεται, μοιχᾶται.
Decimus autem quintus canon Timothei Alexandrini: qui daemoniacam, inquit, uxorem habet, si aliam ducat, moechatur.
9
pr.Ἐλεγχθέντος τινὸς ὡς ἀπεκάρη καὶ τὸ ἱερὸν ἀποθέμενος σχῆμα εἰς γάμον ἦλθε, διελύθη ὁ γάμος καὶ οἱ τοῦτον συναινέσαντες καὶ τὸν γάμον συνειδότες ἐτιμωρήθησαν.
Convicto aliquo, quod tonsus fuisset, sed abiecto habitu sacro matrimonium iniisset, diremtum est matrimonium, quique consenserant et nuptiarum conscii erant, puniti sunt.
10
pr.Ὅταν᾿ ἄσκησιν θάτερον ἕληται τῶν μερῶν πρὸς τὴν ἐπὶ τὰ κρείττω μεταβαῖνον ὅδον καὶ τὸν ἐν ἁγνείᾳ βίον αἱρούμενον, τηνικαῦτα κελεύομεν παῤῥησίαν εἶναι καὶ ἀνδρὶ καὶ γυναικὶ πρὸς τὰ καλλίω μεθισταμένῳ, διαλύειν τὸ συνοικέσιον καὶ ἀναχωρεῖν μετά τινος βραχείας ὑπολελειμμένης τῷ καταλελειμμένῳ παραμυθίας, ὅπερ ἂν συμφωνήσειαν οἱ συμβάλλοντες ἀπὸ τελευτῆς γενέσθαι κέρδος, τοῦτο ἔχειν δεῖ τὸν καταλελειμμένον παρὰ θατέρου εἴτε ἀνὴρ εἴτε γυνὴ καθειστήκει· διότι καὶ οὗτος τόγε ἐπὶ τῷ συνοικήσαντι δοκεῖ τελευτᾷν ἑτέραν ἀνθ᾽ ἑτέρας βίου πορείαν ἑλόμενος.
Si monachismum alterutra elegerit partium, ad meliorem viam transiens vitamque in castitate exoptans, tunc iubemus facultatem aut viro esse aut mulieri ad meliora transeunti dissolvere matrimonium et abscedere, brevi quadam consolatione parti relictae relicta: quodcumque enim pacti fuerint contrahentes ex morte lucrum fore, hoc personam relictam habere oportet ab altera, sive vir fuerit sive mulier: quandoquidem et hic quantum ad coniugem videtur mori aliud pro alio vitae genus eligens.
11
pr.Ἐὰνὶ ἐν τῷ καιρῷ τοῦ γάμου διαπεπαρθενευμένην εὕρῃ, ἣν ὡς παρθένον ὁ ἀνὴρ ταύτης ἠγάγετο, καὶ δείξῃ τοῦτο παραυτίκα δι᾽ ἐναργοῦς ἀποδείξεως, διαλύεσθαι καὶ τοῦτον τὸν γάμον ὁ Πατρίκιος ἔλεγε, μὴ κατακρινομένης τῆς γυναικὸς ἐπὶ μοιχείᾳ διὰ τὸ πρὸ τοῦ γάμου πεπλημμεληκέναι τὸ ἁμάρτημα.
Si nuptiarum tempore vitiatam invenerit, quam pro virgine maritus duxerat, idque statim manifesta probatione ostenderit, etiam hoc matrimonium dissolvi aiebat Patricius, muliere adulterii non damnanda, quia ante matrimonium hoc in se flagitium admisit.
12
pr.Εἰ συνεστῶτος τοῦ γάμου ὁ ἀνὴρ μόνος ἢ ἡ γυνὴ μόνη εἰς μοναστήριον εἰσέλθοι, διαλυέσθω ὁ γάμος δίχα διαζυγίου, μεθό μέντοι τὸ πρόσωπον τὸ εἰσερχόμενον εἰς μοναστήριον τὸ σχῆμα λάβοι· καὶ εἰ μὲν ὁ ἀνὴρ τὸν μοναχικὸν ἐπιλέξηται βίον, ἀποκαθιστάτω τῇ γυναικὶ καὶ τὴν προῖκα καὶ εἴ τι ἄλλο ἀπ᾿ αὐτῆς ἔλαβε, καὶ πρὸς τούτοις ἐκ τῆς γαμικῆς δωρεᾶς τοσοῦτον, ὅσον μέρος ἐκ τῆς τελευτῆς τοῦ ἀνδρὸς ἥρμοζε τῇ γυναικὶ κατὰ τὸ σύμφωνον τὸ τοῖς προικώοις συμβολαίοις ἐμφερόμενον· εἰ δὲ γυνὶ εἴη ἡ εἰς τὸ μοναστήριον εἰσελθοῦσα, τὸν ὅμοιον τρόπον παρακρατείτω ὁ ἀνὴρ τὴν γαμικὴν δωρεάν καὶ τὸν κάσον τῆς προικὸς τὸν ἀπὸ τῆς τελευτῆς τῆς γυναικὸς συμφωνηθέντα καὶ τὸ λοιπὸν τῆς προικὸς τῇ γυναικὶ ἀποκαθιστᾷν παρακελευόμεθα καὶ εἴ τι ἄλλο ἐκ τῶν πραγμάτων τῆς γυναικὸς παρ᾿ αὐτῷ εὑρεθείη. ᾿Αμφοτέρων δὲ τὸν μοναχικὸν βίον ἐπανῃρημένων; κελεύομεν ἀργούντων τῶν προικιμαίων συμφώνων τὸν ἄνδρα παρακρατεῖν τὴν γαμικὴν δωρεὰν καὶ τὴν γυναῖκα τὴν ἰδίαν λαμβάνειν προῖκα καὶ εἴ τι ἄλλο τῷ ἀνδρὶ δεδωκέναι δειχθῇ, ἵνα εἷς ἕκαστος δίχα ζημίας τῶν ἰδίων ἀπολαύσῃ πραγμάτων· εἰ μή, ὡς εἰκός 36, ὁ μνηστὴρ τῇ μνηστῇ ἢ ἡ μνηστὴ τῷ μνηστῆρι ἢ ὁ ἀνὴρ τῇ γυναικὶ ἢ ἡ γυνὴ τῷ ἀνδρὶ δωρήσασθαί τι ἢ συγχωρῆσαι βουληθείη.
Si constante matrimonio vir solus aut sola uxor monasterium ingrediatur, solvatur matrimonium citra divortium, posteaquam tamen persona monasterium ingrediens habitum ceperit. Et si quidem vir monachicam vitam elegerit, uxori et dotem restituat et si quid aliud ab ea accepit, ac praeterea tantum ex donatione propter nuptias, quantum ex morte viri competeret uxori, secundum pactum instrumentis dotalibus insertum: si vero mulier sit, quae monasterium ingressa sit, pari modo maritus retineat dotem et dotis casum, qui ex morte uxoris convenerat, et reliquum dotis uxori restitui iubemus, et si quid aliud ex uxoris rebus apud eum reperiatur. Ambobus autem monachicam vitam amplectentibus volumus, cessantibus pactis dotalibus, ut vir donationem propter nuptias retineat mulierque suam dotem recipiat, et si quid aliud marito dedisse probetur, quo unusquisque sine damno suis perfruatur bonis: nisi, ut fieri amat, aut sponsus sponsae vel sponsa sponso aut vir uxori vel mulier marito donare quid vel remittere voluerit.
13
pr.Ἐπειδὴ κ δὲ καὶ κατὰ συναίνεσιν ἢ κατὰ σωφροσύνην ἐλύετο
14
pr.a ὁ γάμος, θεσπίζομεν μὴ ἄλλως πως ἢ παρευθὺ τὰ ἑκάτερα μέρη προσέρχεσθαι τῷ μονήρει βίῳ· ἀζημίων δηλονότι φυλαττομένων αὐτῶν.
Quoniam vero etiam per consensum aut castitatis caussa matrimonium solvebatur, sancimus ne hoc alio fiat modo, nisi confestim utraque pars solitariam amplectatur vitam, ut scilicet sic indemnes serventur.
15
pr.Ἡ ὕστερον ἐπιφανεῖσα δουλεία διαλύει τὸν γάμον καὶ δια ζεύγνυσιν αὐτοὺς ἀπ᾿ ἀλλήλων, ὡσανεὶ τελευτῆς ἐπακολουθησάσης 39.
Servitus postmodo adparens solvit matrimonium et separat eos a se, tamquam insecuta morte.
16
pr.Τὰς αἰτίας, ἐξ ὧν ὁ ἀνὴρ χωριζόμενος τὴν προῖκα τῆς γυναικὸς ἀποκερδαίνειν δύναται, φυλαττομένης τῆς ἐπ᾿ αὐτῇ δεσποτείας τοῖς ἐκ τοῦ αὐτοῦ γάμου παισίν, ἢ παίδων οὐκ ὄντων ἀπολαύειν αὐτὸν καὶ τῆς δεσποτείας, ταύτας εἶναι διατυποῦμεν. Εἰ κατὰ τῆς βασιλείας βουλομένοις τισὶ σύνοιδεν ἡ γυνή, καὶ τῷ ἰδίῳ ἀνδρὶ μὴ φανερώσῃ·· εἰ δὲ καὶ ὁ ἀνὴρ τοῦτο παρὰ τῆς γυναικὸς προσαγγελθέν σιωπήσῃ 42, ἔξεστι τῇ γυναικὶ δι᾽ οἱουδήποτε προσώπου τοῦτο προσαγγέλλειν τῇ βασιλείᾳ, ὥστε τὸν ἄνδρα μηδεμίαν ἐκ ταύτης τῆς αἰτίας λύσεώς γάμου εὑρεῖν πρόφασιν. Εἰ περὶ μοιχείας ὁ ἀνὴρ νομίσῃ δύνασθαι τὴν ἑαυτοῦ γαμετὴν ἐλεγχθῆναι, προσήκει τὸν ἄνδρα πρότερον ἐγγράφεσθαι τὴν γυναῖκα ἢ καὶ τὸν μοιχόν· καὶ εἴπερ ἡ τοιαύτη κατηγορία ἀληθὴς ἀποδειχθῇ, τηνικαῦτα χωρισμοῦ γενομένου ἔχειν τὸν ἄνδρα πρὸς τῇ πρὸ γάμου δωρεᾷ καὶ τὴν προῖκα· καὶ πρὸς τούτοις εἰ παῖδας μὴ ἔχει, τοσοῦτον λαμβάνειν ἐκ τῆς ἄλλης τῆς γυναικὸς περιουσίας, ὅσον τῆς προικὸς τὸ τρίτον μέρος εἶναι γινώσκεται, ὥστε τῇ αὐτοῦ δεσποτείᾳ καὶ τὴν προῖκα καὶ τὴν παρ᾿ ἡμῶν ὁρισθεῖσαν ποινὴν προσκυροῦσθαι. Εἰ γὰρ παῖδας ἔχει ἐκ τοῦ αὐτοῦ συνοικεσίου, κελεύομεν καὶ τὴν προῖκα καὶ τὴν ἄλλην τῆς γυναικὸς περιουσίαν κατὰ τοὺς ἔμπροσθεν ὡρισμένους νόμους τοῖς παισὶ φυλάττεσθαι καὶ οὕτω τὸν μοιχὸν νομίμως ἐλεγχόμενον ἅμα τῇ γυναικὶ τιμωρεῖσθαι· καὶ εἰ μὲν ἔχει ὁ μοιχὸς γυναῖκα, λαμβάνειν αὐτὴν τὴν ἰδίαν προῖκα καὶ τὴν διὰ τοὺς γάμους δωρεάν· ὥστε εἰ παῖδας ἔχοιεν, μόνης τὴν γυναῖκα τῆς χρήσεως ἀπολαύειν τῆς δωρεᾶς, τῆς δεσποτείας κατὰ τοὺς νόμους τοῖς παισὶ φυλαττομένης· τὴν δὲ ἄλλην τοῦ ἀνδρὸς περιουσίαν τοῖς αὐτοῦ παισὶ δωρούμεθα· παίδων δὲ μὴ ὑπόντων, τὴν μὲν τῆς προγαμιαίας δωρεᾶς δεσποτείαν τῇ γυναικὶ διαφέρειν θεσπίζομεν, τὴν δὲ ἄλλην τοῦ ἀνδρὸς πᾶσαν περιουσίαν τῷ φίσκῳ κατὰ τοὺς παλαιοὺς προσκυροῦσθαι νόμους. Ἐὰν οἱῳδήποτε τρόπῳ ἡ γυνὴ τῇ ζωῇ τοῦ ἀνδρὸς ἐπιβουλεύσῃ ἢ ἄλλοις τοῦτο ποιοῦσι συνειδυῖα τῷ ἀνδρὶ μὴ φανερώσῃ 52. Ἐὰν ἀνδράσι μὴ βουλομένου τοῦ ἀνδρὸς ἐξωτικοῖς συμποσιάζῃ ἢ συλλούηται. Ἐὰν μὴ βουλομένου τοῦ ἀνδρὸς ἔξω τοῦ οἴκου μείνῃ *, εἰ μήτοιγε τυχὸν παρὰ τοῖς ἰδίοις γονεῦσιν. Ἐὰν ἱππικοῖς ἢ θεάτροις ἢ κυνηγίοις παραγένηται ἐπὶ τῷ θεωρῆσαι, ἀγνοοῦντος ἢ κωλύοντος τοῦ ἀνδρός. Ἐὰν δὲ συμβῇ τινα δίχα μιᾶς τῶν προειρημένων αἰτιῶν τὴν ἑαυτοῦ γυναῖκα τοῦ ἰδίου οἴκου ἐξωθῆσαι, ὥστε ἐκείνην μὴ ἔχουσαν γονεῖς, πρὸς οὓς δύναται μένειν, ἐξ ἀνάγκης ἔξω τὴν νύκτα διάγειν, κελεύομεν μηδεμίαν εἶναι τῷ ἀνδρὶ ἄδειαν διὰ ταύτην τὴν αἰτίαν χωρισθῆναι τῆς γυναικός, διότιπερ αὐτὸς τούτου αἴτιος γέγονεν.
Caussas, ob quas vir divertens dotem uxoris lucrari possit, dominio illius liberis ex eodem matrimonio genitis reservato, aut liberis non exstantibus et ipse frui proprietate, has esse statuimus. Si quibus contra imperium quid molientibus uxor conscia fuerit nec marito indicaverit: si vero vir hoc ab uxore denuntiatum tacuerit, mulieri licet id per quamcumque personam maiestati denuntiare, ut ne vir ullum ex hac caussa dirimendi matrimonii praetextum habeat. Si vir se putet uxorem convincere posse adulterii, oportet eum prius accusare mulierem aut etiam adulterum: atque si illa accusatio vera esse probetur, tunc facto divortio vir praeter donationem propter nuptias habeat et dotem: et insuper, si liberos non habet, tantum ex alia mulieris substantia accipiat, quantum triens dotis facere comperiatur, ut eius dominio et dos et praefinita a nobis poena acquiratur. Nam si ex eodem coniugio liberos habet, iubemus et dotem et aliam mulieris substantiam, secundum statutas antea leges, liberis reservari, et sic adulterum legitime convictum una cum muliere puniri: et si quidem uxorem habeat adulter, ipsa suam dotem capiat et propter nuptias donationem, ita ut, si liberos habeant, solo mulier usufructu donationis gaudeat, reservata secundum iura liberis proprietate: reliquam vero viri substantiam liberis eius donamus: liberis autem non exstantibus, proprietatem donationis propter nuptias ad mulierem pertinere statuimus, omnem vero aliam viri substantiam fisco secundum veteres leges addici. Si quocumque modo mulier mariti vitae insidiata aut aliis hoc agentibus conscia fuerit neque marito indicarit. Si cum extraneis viris, nolente marito, convivetur aut lavetur. Si viro invito extra domum maneat, nisi forte apud parentes suos. Si ludis equestribus vel theatris vel venationibus spectandi caussa interfuerit, invito aut prohibente viro. Sed si acciderit, ut quis citra unam dictarum caussarum uxorem suam domo expellat, atque ea parentes non habens, apud quos manere possit, necessario foris pernoctare cogatur, nullam sancimus viro esse potestatem propter hanc caussam ab uxore divertere, quandoquidem ipse hanc caussam praebuit.
17
pr.Τὰς αἰτίας, δι᾽ ὧν εὐλόγως δύναται ἡ γυνὴ τοῦ ἀνδρὸς χωρισθῆναι καὶ ἐξ ὧν δύναται τὴν προῖκα λαμβάνειν καὶ τὴν διὰ τοὺς γάμους ἀπαιτεῖν δωρεάν, ὁμοίως τοῖς παισὶ διαφυλαχθησομένης τῆς ἐπὶ τῇ δωρεᾷ δεσποτείας ἢ παίδων μὴ ὄντων ἔχειν καὶ τὴν ταύτης δεσποτείαν, ταύτας εἶναι διατυποῦμεν. Ἐὰν κατὰ τῆς βασιλείας ἢ αὐτὸς βούληταί τι, ἢ τοῦτό τισι βουλομένοις συνειδὼς μὴ φανερώσῃ τῇ βασιλείᾳ ἢ δι᾽ αὐτοῦ ἢ οἱουδήποτε προσώπου. Ἐὰν οἱῳδήποτε τρόπῳ ὁ ἀνὴρ ἐπιβουλεύσῃ τῇ ζωῇ τῆς γυναικὸς ἢ ἄλλων τοῦτο βουλομένων εἰδὼς μὴ φανερώσῃ τῇ γυναικὶ καὶ σπουδάσῃς κατὰ τοὺς νόμους ἐκδικῆσαι [τὴν κατὰ τῆς γυναικὸς αὐτοῦ ἐπιβουλήν] 8. Ἐὰν ὁ ἀνὴρ τῇ τῆς γυναικὸς σωφροσύνῃ ἐπιβουλεύων ἄλλοις ταύτην εἰς τὸ μοιχευθῆναι ἐπιχειρήσῃ προδοῦναι. Ἐὰν· ὁ ἀνὴρ περὶ μοιχείας στ τῆς αὐτοῦ γυναικὸς ἐγγράψηται καὶ τὴν μοιχείαν μὴ ἀποδείξῃ, ἐξεῖναι τῇ γυναικὶ βουλομένῃ καὶ ὑπὲρ ταύτης τῆς αἰτίας χωρίζε σθαι τοῦ ἀνδρὸς καὶ ἀπολαμβάνειν μὲν τὴν ἰδίαν προῖκα κομίζεσθαι δὲ καὶ [ἐκ πάσης τῆς οὐσίας τοῦ ἀνδρὸς αὐτῆς καὶ] ἢ τὴν προγαμιαίαν δωρεάν· καὶ ὑπὲρ ταύτης τῆς συκοφαντίας εἰ παῖδας μὴ ἔχοι ἐκ τοῦ αὐτοῦ συνοικεσίου, τοσοῦτον λαμβάνειν αὐτὴν ἐκ τῆς ἄλλης [τῆς περιττευούσης, μετὰ τὴν ἱκάνωσιν τῆς τε προικὸς αὐτῆς καὶ τῆς προγάμου δωρεᾶς] τοῦ ἀνδρὸς περιουσίας ὅσον τῆς προγαμιαίας δωρεᾶς τὸ τρίτον μέρος εἶναι γινώσκεται· εἰ γὰρ παῖδας ἔχει, κελεύομεν πᾶσαν τὴν τοῦ ἀνδρὸς περιουσίαν τοῖς παισὶ φυλάττεσθαι, βεβαίων μενόντων τῶν περὶ τῆς προ· γαμιαίας δωρεᾶς, τῶν τοῖς ἄλλοις περιεχομένων νόμοις· οὕτω μέντοιγε ὥστε διὰ τὴν ἐπαχθεῖσαν τῆς το μοιχείας κατηγορίαν καὶ μὴ ἀποδειχθεῖσαν κἀκείναις τὸν ἄνδρα ταῖς τιμωρίαις ὑποβληθῆναι, αἷς ἔμελλεν ὑπομένειν ἡ γυνή, εἴπερ ἂν ἡ τοιαύτη ἀπεδείχθη κατηγορία. Ἐὰν ὁ ἀνὴρ ἐν τῷ αὐτῷ οἴκῳ καθ᾽ ὃν μετὰ τῆς γυναικὸς αὐτοῦ συνοικεῖ, περιφρονῶν αὐτὴν μεθ᾽ ἑτέρας εὑρίσκηται ἐν τῷ αὐτῷ οἴκῳ μένων ἢ κατὰ τὴν αὐτὴν πόλιν διάγων ἐν ἑτέρῳ οἴκῳ μετὰ ἄλλης γυναικὸς συνεχῶς μένων ἐλέγχηται, καὶ ἅπαξ καὶ δὶς ἐγκληθεὶς ἢ διὰ τῶν ἑαυτοῦ γονέων ἢ διὰ τῶν τῆς γυναικὸς ἢ δι᾽ ἑτέρων τινῶν ἀξιοπίστων μαρτύρων τῆς τοιαύτης ἀσελγίας τὸ μὴ ἀπόσχηται, ἐξεῖναι τῇ γυναικὶ καὶ ὑπερ ταύτης τῆς αἰτίας διαλύειν τὸν γάμον καὶ ἀναλαμβάνειν τὴν δεδομένην προῖκα καὶ τὴν πρὸ γάμου δωρεὰν καὶ ὑπὲρ ταύτης τῆς ὕβρεως τρίτον μέρος τῆς διατιμήσεως, ἣνει ἡ πρὸ γάμου δωρεὰ ποιεῖ, ἐκ τῆς ἄλλης αὐτοῦ περιουσίας λαμβάνειν· οὕτω μέντοιγε ὥστε, εἰ παῖδας ἔχει, τῆς χρήσεως μόνης ἀπολαύειν τὴν γυναῖκα τῶν πραγμάτων, ἅπερ ἐκ τῆς προγαμιαίας δωρεᾶς καὶ τῆς ποινῆς τοῦ τρίτου μέρους τῆς τοῦ ἀνδρὸς περιουσίας ἀπολάβοι, τῆς δεσποτείας τοῖς κοινοῖς παισὶ φυλαττομένης· εἰ γὰρ παῖδας μὴ ἔχει ἐκ τοῦ αὐτοῦ συνοικεσίου, ἔχειν αὐτὴν τῶν τοιούτων πραγμάτων καὶ τὴν δεσποτείαν κελεύομεν.
Caussas, ob quas mulier iure a viro divertere possit, et ob quas dotem recipere donationemque propter nuptias petere queat, liberis similiter proprietate donationis reservanda, aut liberis haud exstantibus, et ipsa illius habere dominium, has esse statuimus. Si aut ipse quid contra imperium machinetur aut aliis machinantibus conscius maiestati non aperuerit sive per se sive per aliam quamcumque personam. Si quacumque ratione vir uxoris vitae insidias struxerit aut aliis struentibus conscius uxori haud indicarit nec studuerit structas uxori suae insidias secundum leges ulcisci. Si vir castimoniae uxoris insidians eam aliis adulterandam prostituere tentaverit. Si vir uxorem de adulterio accusaverit neque accusationem probaverit, licebit mulieri, si volet, etiam ob hanc caussam a marito divertere et suam non modo dotem recipere, sed et ex omni mariti substantia donationem propter nuptias consequi: et pro hac calumnia, si quidem ex eodem coniugio liberos non habeat, tantum ferat ex alia reliqua, scilicet post exsolutionem dotis et propter nuptias donationis, viri substantia, quantum triens donationis propter nuptias esse comperietur. Nam si liberos habet, iubentus omnia viri bona liberis servari, firmis manentibus iis quae de donatione antenuptiali aliis comprehensa sunt legibus: ita tamen, ut propter illatam, non vero probatam adulterii accusationem vir iisdem subdatur poenis, quas mulier sustinere debuisset, si talis accusatio probata fuisset. Si vir in iisdem aedibus, in quibus cum uxore cohabitat, illam aspernatus cum alia inveniatur in eadem domo conversans, aut in eadem urbe degens in alia domo cum alia muliere perpetuo conversari arguatur, et semel ac bis aut a suis aut ab uxoris parentibus, aut ab aliis quibusdam fide dignis testibus reprehensus tali lascivia haud abstinuerit, liceat mulieri etiam ob hanc caussam matrimonium dirimere datamque dotem recipere cum donatione antenuptiali et pro hac contumelia trientem aestimationis, quam propter nuptias donatio efficit, ex aliis illius bonis capere: ita tamen, ut, si liberos habet, solo rerum usufructu mulier gaudeat, quas ex donatione antenuptiali et poena trientis bonorum mariti acceperit, dominio communibus liberis relicto: si enim ex eodem coniugio liberos non habeat, illam quoque earum rerum proprietatem habere iubemus.
18
pr.Εἰ δὲ τις· τὴν ἰδίαν γαμετὴν μάστιξιν ἢ ξύλοις τυπτήσῃ χωρίς τι νος τῶν αἰτιῶν, αἳ κατὰ τῶν γυναικῶν πρὸς τὴν τοῦ γάμου διάλυσιν ἀρκεῖν παρεκελευσάμεθα, γάμου μὲν διάλυσιν ἐκ τούτου γίνεσθαι οὐ βουλόμεθα, τὸν δὲ ἄνδρα τὸν δεικνύμενον χωρὶς τῆς τοιαύτης αἰτίας μάστιξιν ἢ ξύλοις τυπτῆσαι τὴν ἑαυτοῦ γαμετὴν τοσοῦτον ὑπὲρ τῆς τοιαύτης ὕβρεως ἐκ τῆς ἄλλης αὐτοῦ περιουσίας, τῆς μετὰ τὴν ὑπεξαίρεσιν δηλονότι προικὸς τῆς αὐτοῦ γαμετῆς, διδόναι τῇ γυναικὶ καὶ συνεστῶτος τοῦ γάμου, ὅσον τὸ τρίτον τῆς προγάμου [ἤτοι τοῦ ὑποβόλου] ποιεῖ δωρεᾶς.
Si suam quis coniugem flagellis aut fustibus verberaverit extra aliquam ex caussis, quas adversus uxores ad dissolvendum matrimonium sufficere iussimus, matrimonii quidem solutionem inde fieri nolumus, sed virum, qui absque tali caussa suam uxorem flagellis aut fustibus verberasse probetur, volumus pro tali contumelia ex alia sua substantia, exemta nimirum uxoris dote, tantum dare mulieri constante etiam matrimonio, quantum triens donationis propter nuptias sive hypoboli efficit.
19
pr.Εἴτες στρατιῶται εἶεν, εἴτε φοιδεράτοι [ἤγουν ὑπόσπονδοι] 87, εἴτε σχολάριοι, εἴτε ἄλλοι τινὲς ὑφ᾽ ἑτέραν οἱανοῦν στρατείαν ἔνοπλον καταλεγόμενοι, κελεύομεν, ὁσουσδήποτε ἐνιαυτοὺς ἐν ἐξπεδίτῳ μείνωσιν [ἤγουν ἐν δημοτελεῖ κατασκευάσματι] 88, περιμένειν τὰς τούτων γαμετάς, κἂν μὴ γράμματα ἢ ἀπόκρισίν τινα παρὰ τῶν ἰδίων ἀνδρῶν δέξωνται. Εἰ δέ τις ἐκ τῶν τοιούτων γυναικῶν τὸν ἴδιον ἄνδρα ἀκούσῃ τετελευτηκέναι, οὐδὲ τότε εἰς ἑτέρους ἐλθεῖν γάμους κελεύομεν, εἰ μὴ πρότερον παραγένηται ἡ γυνὴ ἢ δι᾽ ἑαυτῆς ἢ διὰ τῶν ἰδίων γονέων ἢ δι᾽ ἄλλου οἱουδήποτε προσώπου πρὸς τοὺς χαρτουλλαρίους καὶ ληγάτους καὶ τριβούνους τοῦ ἀριθμοῦ, ἐν ᾧ ταύτης ὁ ἀνὴρ ἐστρατεύετο καὶ ἐρωτήσῃ εἰ ταῖς ἀληθείαις ἐτελεύτησεν ὁ αὐτῇ συνοικήσας, ὥστε ἐκείνους τῶν ἁγίων εὐαγγελίων προκειμένων ἐπὶ πράξεως ὑπομνημάτων καταθέσθαι, εἰ ταῖς ἀληθείαις ὁ ἀνὴρ τετελεύτηκεν αὐτῆς, καὶ μεθὸ ταῦτα πράξῃ καὶ ἐπὶ ὑπομνημάτων ἀναληφθέντων ἡ γυνὴ ὑπὲρ τῆς ἰδίας μαρτυρίας ἐκλάβῃς, μετὰ ταῦτα κελεύομεν μένειν αὐτὴν ἑνὸς ἐνιαυτοῦ διάστημα· ὥστε μετὰ τὴν αὐτοῦ παραδρομὴν ἐξεῖναι τῇ αὐτῇ νομίμως συναλλάττειν γάμον. Εἰ δὲ παρὰ ταύτην τὴν παρατήρησιν ἡ γυνὴ τολμήσει εἰς ἕτερον ἐλθεῖν γάμον, καὶ αὐτὴ καὶ ὁ ἀγόμενος αὐτὴν ὡς μοιχοὶ τιμωρείσθωσαν. Εἰ δὲ οἱ ἐπὶ πράξεως ὑπομνημάτων μεθ᾽ ὅρκου καταθέμενοι μετὰ ταῦτα εὑρεθεῖεν πλαστῶς καταθέμενοι, αὐτοὶ μὲν τῆς στρατείας γυμνούμενοι δέκα χρυσίου λιτρῶν ποινὴν συν¬ ελαθήσονται καταβαλεῖν ἐπ᾽ ἐκεῖνον, ὃν ἐψεύσαντο τετελευτηκέναι· αὐτὸς δὲ ἄδειαν ἐχέτω εἰ βουληθείη, τὴν ἰδίαν γαμετὴν ἀναλαμβάνειν.
Sive milites fuerint sive foederati sive scholares aut alii sub alia qualibet militia armata constituti, iubemus, quotcumque demum annos in expeditione maneant, uxores eorum exspectare, licet nec litteras aut responsum aliquod a maritis acceperint. Sed si qua harum mulierem audierit suum obiisse maritum, neque tunc ad novas transire permittimus nuptias, nisi prius mulier vel per se vel per parentes vel per aliam quamlibet personam adierit chartularios et legatos et tribunos numeri, in quo maritus eius militabat, et rogaverit, num revera vir suus obierit, ita ut illi propositis sacris evangeliis sub confectione monumentorum deponant, an re vera coniux eius mortuus sit, et postquam mulier haec fecerit et confecta monumenta pro suo testimonio acceperit, iubemus eam post illa unius anni spatium exspectare, ut post eius decursum illi liceat matrimonium rite contrahere. Quod si praeter hanc observationem mulier ad alias audeat venire nuptias, et ipsa et qui eam ducit ut adulteri puniantur. Sed si qui sub confectione monumentorum cum iureiurando deposuerunt, postea deprehendantur falso deposuisse, ipsi quidem militia exuti decem librarum auri poenam compellentur ei persolvere, quem obiisse mentiti fuerunt. Ipse autem licentiam habeat, si volet, propriam reducendi uxorem.