C. 1.42DE QUADRIMENSTRUIS TAM CIVILIBUS QUAM MILITARIBUS BREVIBUS
Abrir no leitor do IusCommune →1
pr.Οἱ ἄρχοντες καὶ αἱ τούτων τάξεις ἀνυπερθέτως μετὰ τῆς ἀληθείας καὶ ἀκριβείας ἐκπεμπέτωσαν τὰ τετραμηνιαῖα βρέβια, πεντήκοντα λίτρας χρυσίου καὶ τῆς ζώνης καὶ τῆς ἀξίας ἀφαίρεσιν ὑφορώμενοι, εἴ τις γένοιτο μέμψις κατὰ τοῦτο τὸ μέρος. τὸ δὲ αὐτὸ ἔστω καὶ κατὰ τοῦ τρακτευτοῦ πρόστιμον μὴ ἀναφέροντος ἐγγράφως ἐπὶ τὸν ἔπαρχον τὴν γενομένην ῥᾳθυμίαν.
2
pr.Μόνος ὁ τριβοῦνος ἢ ὁ τὴν τάξιν αὐτοῦ πληρῶν βικάριος μετὰ τοῦ δομεστίκου καὶ τοῦ ἀκτουαρίου καὶ τῶν ὀπτιώνων καὶ τοῦ νουμεραρίου ἤτοι τοῦ βοηθοῦ τὰ τετραμηνιαῖα βρέβια ὑπογράφων καὶ ὅρκον ἔγγραφον ὑποτελῶν, ὡς ἀληθῆ ἐμήνυσαν, ἐκπεμπέτω.