IusCommune
IusCommune › Textos › Código › Liber 1

C. 1.34DE OFFICIO COMITIS SACRI PATRIMONII

Abrir no leitor do IusCommune →

1 · [Αὐτοκράτωρ Ἀναστάσιος Α.]

pr.Τῆς ἰδικῆς ἐφευρεθείσης οὐσίας τῷ δημοσίῳ ἢ ἐφευρεθησομένης προβεβλήσθω ἢ καλείσθω κόμης τῆς ἰδικῆς κτήσεως, κατὰ μίμησιν τοῦ κόμητος τῆς ἰδικῆς περιουσίας αὐτὴν διοικῶν· πᾶσι τοῖς ὑπ᾿ αὐτὸν οὖσι γεωργοῖς ἢ παροίκοις ἢ ἐμφυτευταῖς τῶν αὐτῶν ὄντων προνομίων, ὧν οἱ ὑπὸ τὸν πραιπόσιτον καὶ τὸν κόμητα τῶν οἰκείων ἀπολαύουσι, καὶ παρὰ μόνῳ κόμητι τοῦ τῆς ἰδικῆς κτήσεως κινείτωσαν καὶ ἐναγέσθωσαν. οἱ δὲ τοῦ τῆς ἰδικῆς κτήσεως ταξεῶται τοῦ κόμητος τῆς ἁπανταχοῦ ἰδικῆς περιουσίας ἐχέτωσαν προνόμια.

2 · [Ὁ αὐτὸς βασιλεύς.]

pr.Φροντιζέτωσαν οἱ τῶν ἐπαρχιῶν ἄρχοντες καὶ αἱ τούτων τάξεις οἰκείῳ κινδύνῳ μηδεμίαν τὰ τῆς ἰδικῆς κτήσεως κτήματα βλάβην ὑφίστασθαι ἢ τὴν ἐξ αὐτῶν μειοῦσθαι πρόσοδον ἢ ἐμπαίζεσθαι. ἐξέστω δὲ τῷ κόμητι τῆς ἰδικῆς κτήσεως καὶ προστιμᾶν αὐτοῖς καὶ μετὰ τὴν ἀρχὴν τὴν γενομένην ἀνασῶσαι βλάβην, ἀλλὰ μηδεμίαν δεχέσθωσαν ἀπόρων ἢ ὁμοκήνσων ἐπιβολήν.

3

pr.Μηδὲ παρὰ τοῦ κόμητος τῶν θησαυρῶν ἡμῶν τις ἢ σφραγὶς ἢ ἀναγραφὴ προσερχέσθω πρὸ τῆς τοῦ πράγματος διακρίσεως ἐπὶ τοῖς προσαγγελθεῖσι πράγμασι· καὶ ἐνταῦθα τὰ ὑπὲρ ἑαυτοῦ μόνου ποιοῦντος δαπανήματα, καὶ μὴ δυναμένου πρὸ τελείας ἐκκαλέσασθαι ψήφου.