Bas. 6.12De Moderatore Helenoponti.
Περὶ τοῦ μοδεράτωρος Ἑλενοπόντου.
Abrir no leitor do IusCommune →1 (= Nov. 28)
pr.Τὸ καλῶς τε καὶ ἄνωθεν ἁρμοσθέν τε καὶ ἡνωμένον καὶ εἰς τὴν οἰκείαν ἰσχὺν συντεθὲν χωρὶς εὐλόγου τινὸς αἰτίας καινίζειν ἢ διαιρεῖν, οὐκ ἂν εἴη διοικήσεως ἐρρωμένης. οὐ γὰρ ἐν ὀνομάτων πλήθει θετέον τὴν ἰσχύν, ἀλλ᾽ ἐν ἀληθεῖ πραγμάτων ἀποτελέσματι. ὁποῖον δή τι γεγονέναι περὶ τούτους δὴ τοὺς δύο Πόντους καλουμένους μεμαθήκαμεν· φαμέν δὲ τόν τε ῾Ελενόποντον, τόν τε Πολεμωνιακὸν Πόντον. ὑφ᾽ ἑνὶ γὰρ πρώην ἄρχοντι τεταγμένης τῆς χώρας γεγόνασι δύο, μήτε δημοσίας ἀνάγκης τοῦτο κατεπειγούσης, μηδ᾽ ἑτέρας τινὸς προφάσεως εὐλόγου, ἣν ἄν τις καὶ ῥᾳδίως ἐξεύροι. καὶ τοσοῦτον μαρτυρεῖται τὸ πρᾶγμα οὕτως ἔχον, ὡς εἰς τὴν παροῦσαν ἡμέραν ἑνὶ τρακτευτῇ τῶν δημοσίων φόρων τε καὶ διατυπώσεων χρῆσθαι τὰς χώρας ἀμφοτέρας. πόλεις τε εἴ τις ἀριθμήσει τὰς καθ ἑτέραν οὔσας, μόλις ἐπαρχίας μιᾶς αὐταρκες γένοιτο μέτρον εἴ γε ὀκτὼ μὲν πόλεις συμπληροῦσι τὸν ῾Ελενόποντον, τοῦτ᾽ ἔστιν ᾿Αμασεία τε καὶ Ἴβορα καὶ Εὐχαΐτα, καὶ πρός γε Ζίλα καὶ ᾿Ανδραπα, καὶ αἱ γε πρὸς τοῖς κλίμασι κείμεναι, Σινώπη τε καὶ ᾿Αμισός, πόλεις ἀρχαῖαι· καὶ μὴν καὶ Λεοντοπολῆ, εἰ δὴ κἀκείνην ἀριθμητέον ἐν πόλεσιν. δύο δὲ καὶ ἄλλαι τὸν Πολεμωνιακὸν συνέχουσι Πόντον, Νεοκαισάρειά τε καὶ Πολεμώνιον (Πιτυοῦντα γὰρ δὴ φρουρίοις μᾶλλον ἀριθμητέον ἢ πόλεσιν· ὥςτε μέχρι τούτων ἑκάτερον εἶναι τῶν Πόντων. μεθ᾽ οὓς ἡ τε ἡμετέρα καθέστηκε Λαζική, ἐν ᾗ καὶ ἡ Πετραιών ἐστι πόλις, ὑφ᾽ ἡμῶν τὸ πόλις εἶναί τε καὶ ὀνομάζεσθαι προςλαβοῦσα, κεχρημένη τε τῷ τῆς ἡμετέρας εὐσεβείας ὀνόματι καὶ Ἰουστινιανὴ καλουμένη· Αρχαιόπολίς τε καὶ ῾Ροδόπολις, φρούριά τε μέγιστα καὶ ἀρχαῖα· ἐν οἷς δὴ καὶ τὰ παρ᾽ ἡμῶν ἐστιν ἐκ Περσῶν ἀναληφθέντα φρούρια, Σκάδις τε καὶ Σαραπανὶς καὶ τὸ Μουρίσιος τε καὶ Λουρίσεως καὶ εἴ τι ἕτερον ἡμῖν ἐν Λαζοῖς ἐκπεπόνηται. εἶτα ἡ Τζάνων διαδέχεται χώρα, νῦν πρῶτον ἐφ᾿ ἡμῶν ὑπὸ Ῥωμαίων κατακτηθεῖσα, καὶ πόλεις τε καὶ αὐτὴ τὰς μὲν ἄρτι γινομένας δεχομένη, τὰς δὲ ὅσον οὔπω γενησομένας δεξομένη. ἀλλά τε μετ᾿ ἐκείνην ἔθνη καθεστᾶσιν Σουανοί τε καὶ Σκύμνοι καὶ ᾿Αψίλαι καὶ ᾿Αβασγοὶ καὶ ἕτερα νῦν, θεοῦ δόντος, φίλιά τε καὶ ἡμέτερα.
Quod pulchre et a maioribus concinnatuin et unitum et firmiter compositum est, id sine iusta quadam causa innovare vel dividere non est bonae administrationis. Non enim in nominum multitudine, sed in vero rerum effectu robur ponendum est. Quod in duobus hisce Pontis, uti vocantur, Helenoponto et Ponto Polemoniaco contigisse didicimus. Nam cum olim sub uno magistratu regio illa constituta esset, duo facti sunt, neque publica necessitate id exigente, neque alia quadam iusta causa, quam quis facile inveniat. Atque res ipsa hoc testatur, cum in hune usque diem utraque regio uno utatur publicorum tributorum et dispositionum tractatore. Si vero quis urbes, quae in utraque sunt, numeret, vix mensura unius provinciae sufficiens aderit. Nam octo urbes Helenopontum constituunt, hoc est Amasia, Ibora, Euchaita, Zela insuper et Andrapa, quaeque ad gradus iacent, Sinope et Amisus, antiquae urbes: sed et Leontopolis, si quidem haec inter urbes recensenda est. Duae vero aliae Polemoniaco Ponto continentur, Neocaesarea et Polemonium (Pityus enim castris magis, quam urbibus adnumeranda est, adeo, ut ex his uterque Pontus constet. Post has Lazica nostra sita est, in qua et Petraeon urbs est, quae ut urbs sit et nominetur, a nobis accepit, nostraeque pietatis nomine utitur et Iustinianea vocatur: Archaeopolis item et Rhodopolis, maxima et antiqua castra; quorum in numero quoque sunt castra, quae a Persis recuperavimus, Scadis et Sarapanis et castrum Murisios et Lurisios, et si quid aliud in Lazis a nobis acquisitum est. Deinde Tzanorum sequitur regio, nunc primum a nobis Romanis acquisita, quaeque et ipsa urbes partim iam conditas complectitur, partim mox futuras accipiet. Sed et post eam gentes sunt Suani Scymni, Apsilac, Abasgi et aliae, quae Deo dante amicae et nostrae sunt.
2 (= Nov. 28.1)
pr.Ἀλλ᾽ εἰς ταῦτα μὲν ὁ περὶ τοὺς τόπους τούτους ἡμᾶς ἤνεγκε λόγος. ἐπάνιμεν δὲ αὖθις ἐπὶ τοὺς Πόντους ῾ ταῖς δέκα πόλεσι περιεχομένους. εἰς μίαν ἐπαρχίαν αὖθις συνάγομεν, καὶ ἀποδιδόαμεν αὐτοῖς τῆς μὲν παλαιότητος τὴν ἕνωσιν, τῆς δὲ νεότητος τὴν ἐπωνυμίαν. ῾Ελενόποντος γὰρ ἅπας καλείσθω· τοῦτο δὴ τὸ τεθὲν αὐτῷ παρὰ Κωνσταντίνου τοῦ τῆς εὐσεβοῦς λήξεως ὄνομα προφάσει τῆς σεμνοτάτης αὐτοῦ μητρός, ῾Ελένης φαμὲν τῆς εὐσεβοῦς τὴν λῆξιν, ἥπερ ἡμῖν καὶ τὸ θεῖον τῶν Χριστιανῶν ἐξεῦρε σύμβολον. τὸ γὰρ δὴ Πολέμωνος ὄνομα παλαιοῦ γενομένου τῶν πολλῶν ἐκείνων ἐν Πόντῳ τυράννων πεπαύσθω, πρῶτον μέν, ὅτι τυράννου καθειστήκει· δεύτερον δέ, ὅτι καὶ πόλιν ἐπώνυμον ἔχει, τὸ Πολειμώνιόν φαμεν, καὶ ὅτι κάλλιον ἂν εἴη, τὰς χώρας ἐξ ὀνομάτων Χριστιανικῶν τε καὶ βασιλικῶν μᾶλλον, ἤπερ ἐκ πολέμου καὶ ταραχῆς γνωριζομένων σημαίνεσθαι.
Sed ad ista quidem oratio de locis illis nos detulit. Redimus vero rursus ad Pontos, quibus decem urbes continentur. In unam provinciam eos redigimus, iisque tam veterem unionem, quam novam appellationem tribuimus. Helenopontus enim totus vocetur, quod nomen a Constantino piae memoriae ei impositum est, tractum ab honestissima eius matre Helena scilicet piae memoriae, quae nobis etiam sacrum Christianorum signum invenit. Vetus enim illud nomen Polemonis, unius ex multis illis in Ponto tyrannis, cesset: primum quidem, quia tyranni fuit; deinde vero, quia et urbem cognominatam habet, Polemonium scilicet, tum quia pulchrius erit, regiones nominibus Christianis potius et Imperatoriis, quam bellum et terrorem significantibus notare.
3 (= Nov. 28.2)
pr.Πᾶσαι δὲ αἱ δέκα πόλεις ἐπαρχίας ἔστωσαν μιᾶς, ἀφαιρουμένης μὲν οὐδ᾽ ἑτέρας αὐτῶν τῶν μητροπόλεων (Αμασείας τε φαμεν καὶ Νεοκαισαρείας τοῦ τῆς μητροπόλεως ὀνόματος· τῶν δὲ θεοφιλῶν αὐτῶν ἐπισκόπων τῶν μὲν μητροπολιτικῶν ἐνταυθοῖ χειροτονουμένων, τῶν δὲ ὑπ᾿ αὐτοὺς τεταγμένων ὁμοίως ὑπ᾿ αὐτῶν τῶν τὰς μητροπόλεις ἐχόντων, καθὰ καὶ μέχρι νῦν ἦν, χειροτονουμένων. οὐδὲν γὰρ τῶν περὶ τὴν ἱερωσύνην αὐτῶν καινίζομεν, ἐπειδὴ καὶ ἐπὶ μιᾶς ἐπαρχίας καὶ ὁ πάλαι χρόνος, καὶ οὗτος ὁ νῦν κατακοσμηθεὶς ὑφ᾽ ἡμῶν οἶδεν πολλὰς τοιαύτας καταστάσεις ἐν τοῖς θεοφιλεστάτοις ἐπισκόποις τυγχανούσας. καὶ ἐφηγείσθω γε αὐταῖς ἀνὴρ εἷς, ἄρχων μὲν χώρας ἑκατέρας, μοδεράτωρ δὲ προςαγορευόμενος· ὃν ἄν τις ἁρμοστὴν καλέσειε, τῇ συνήθει χρώμενος γλώττῃ, ἐπειδὴ καὶ τὸ τοῦ μοδεράτωρος ὄνομα ἀρχαῖόν τε ἐστὶ καὶ ῥωμαϊκῇ σεμνότητι πρέπον, καὶ ὅ τε ἁρμοστὴς ἀρχαῖός τις ἄρχων ἦν, ἐκ Λακεδαίμονος ἐπὶ τὸ ὑπήκοον στελλόμενος.
Omnes autem decem urbes unius sint provinciae, et neutri illarum Metropolium (Amasiae scilicet et Neocaesareae metropolis nomen auferatur. Pii autem Episcopi et quidem Metropolitani hic crcentur: qui vero sub illis constituti sunt, ab illis pariter, qui metropoles habent, sicut et hactenus moris fuit, ordinentur. Nihil enim eorum, quae ad horum sacerdotium pertinent, innovamus, quoniam tam antiqua tempora, quam quae nunc a nobis exornantur, multos ita piissimos Episcopos in una etiam provincia constitutos esse norunt. Atque unus vir illis praeficiatur, qui utrique provinciae praesit et moderator vocetur, quem quis vulgari lingua Harmosten appellet, quoniam antiquum est moderatoris nomen et Romanae gravitati convenit, et Harmostes antiquus aliquis fuit magistratus, qui Lacedaemone subditis mittebatur.
4 (= Nov. 28.3)
pr.Ωςτε ὁ τὴν ἀρχὴν παραλαμβάνων ταύτην όνομαζέσθω μοδεράτωρ ᾿Ιουστινιανὸς ῾Ελενοπόντου· ὑπακουέτω δὲ αὐτῷ καὶ τὸ στρατιωτικὸν τὸ κατὰ τὴν ἐπαρχίαν ἱδρυμένον. ἐχέτω δὲ καὶ ἀποκρισιαρίους· πᾶσά τε ὑποκεκλίσθω τύχη, λόγον προνομίας ἀντιτιθέναι μὴ δυναμένη. ἀκροάσθω δὲ καὶ δικῶν χρηματικῶν τε καὶ ἐγκληματικῶν καὶ τῶν ἄλλων, τῶν μὲν ἐλαχίστων ἀγράφως γε καὶ προῖκα, τῶν δὲ μειζόνων, ἐγγράφως μέν, μετὰ δὲ τῆς τεταγμένης κατὰ τὴν θείαν ἡμῶν διάταξιν δαπάνης. καὶ ὅγε τὴν ἀρχὴν ταύτην παραλαμβάνων τὰς ἑκατέρας ἀρχῆς εἰςκομιζέσθω σιτήσεις, συνιούσας εἰς ἑπτακοσίους εἴκοσι πέντε χρυσούς. καὶ τάξει χρήσθω μιᾷ· καὶ ὁ τῶν δημοσίων δρόμος τε καὶ κίνδυνος εἷς καὶ κοινὸς ἔστω κατά τε τοῦ τὴν ἀρχὴν ἔχοντος, κατά τε τῆς τάξεως, ἥπερ εἰς ἓν συνελεύσεται σχῆμα καὶ ἁρμοσθήσεται πρὸς ἑαυτήν, καθάπερ ἂν ὑπὸ τοῦ προεστῶτος ταχθείη. καὶ ὁ πάρεδρός γε τῆς ἀρχῆς δύο καὶ ἑβδομήκοντα χρυσούς ἐκ τοῦ δημοσίου λήψεται, καὶ ἡ τάξις ἡ ἐξ ἀμφοῖν μία γενομένη τετρακοσίους τεσσαράκοντα ἑπτὰ τρίτον κομιεῖται χρυσούς.
Quare qui hunc magistratum suscipit, Moderator Iustinianeus Helenoponti nominetur. Obediant vero ei milites quoque, qui in provincia collocati sunt: habeat quoque apocrisiarios: et cuiuscunque conditionis homines subiecti ei sint, nullumque privilegium opponere possint. Lites etiam tam pecuniarias, quam criminales, reliquasque audiat, ac minimas quidem sine scripto et gratis, maiores vero in scriptis quidem, sed eo sumtu, quem sacra nostra constitutio definit. Atque is, qui hunc magistratum suscipit, utriusque magistratus annonas accipiat, in septingentos viginti quinque aureos excurrentes: unaque cohorte utatur: et tributorum cursus et periculum unum et commune sit, cum illi, qui magistratum gerit, tum etiam cohorti, quae in unam formam conflabitur et coniungetur, quemadmodum is, qui praeest, iusserit. Assessor quoque magistratus duos et septuaginta aureos a fisco accipiet, et cohors ex duabus una facta quadringentos quadraginta septem aureos et tremissem accipiet.
5 (= Nov. 28.4)
pr.῾Ὁ δὲ τὴν ἀρχὴν ἔχων τοποτηρητὰς μὲν κατὰ τὰς πόλεις οὐκ ἐκπέμψει (τοῦτο γὰρ φυλάξεται, καθὰ καὶ τοῖς θείοις περιέχεται παραγγέλμασιν· αὐτὸς δὲ περινοστήσει τὰς πόλεις, ὑπ᾽ οὐδενὸς νόμου τυχὸν ἢ θείου πραγματικοῦ κωλυόμενος τύπου· κἂν εἴ τι τοιοῦτον ὁ πρότερος ἐπέταττε χρόνος. καὶ ἔσται ἐπὶ τῶν μητροπόλεων καὶ ἐπὶ τῶν ἄλλων, ἔνθα ἂν τοῦτο συνίδοι (εἴπερ ἡ πόλις αὐτάρκης ἐστὶ πρὸς τὴν ὑποδοχὴν αὐτοῦ, αὐτὸς μέντοι κέρδους ἀπεχόμενος καὶ ζημίας χωρίς οὐκ αὐτὸς γάρ, οὐ ταξεώτης, οὐ στρατιώτης ἑπόμενος αὐτῷ λήψεταί τι παρὰ τῶν συντελῶν, ἢ δαπανήσει προῖκα, καὶ ἢ τοὺς συντελεῖς τοὺς ἡμετέρους ἐπιτρίψει, ἢ τοῖς ἑπομένοις αὐτῷ στρατιώταις αὐτὸ τοῦτο πράττειν ἐφήσει. καὶ γὰρ δὴ καὶ τοῦτο τὸ μέρος τῶν θείων ἡμῶν παραγγελμάτων ἐστίν. αὐτὸς μὲν τόν τε ὅρκον ἐννοῶν, ὃν ὤμοσε, καὶ ὅτι προῖκα παραλαμβάνων τὴν ἀρχὴν καὶ αὔξησιν τοσαύτην ἔχων σιτήσεων, οὐκ ἄν ποτε τολμήσει ἔτι λαβεῖν, εἰ μὴ μετὰ μεγάλης ἀποδοῦναι τοῦτο τῆς ποινῆς ἐθελήσειεν· οὐδὲ τῇ τάξει τοιοῦτό τι πράττειν ἢ λαβεῖν κατὰ τοιαύτην πρόφασιν ἐφιείς. τοὺς δὲ στρατιώτας εἰ μὴ ταῖς οἰκείαις σιτήσεσι ἀρκουμένους ἕπεσθαι παρασκευάσει, οὐδὲ αὐτὸς ἔξω δικαίας ἀγανακτήσεως γενήσεται· ἀναγκασθήσεταί τε ἐκ τῶν σιτήσεων αὐτῶν εἰςπράξας τὴν παρ᾿ αὐτῶν γινομένην ζημίαν, ταύτην τοῖς συντελέσιν ἀποδοῦναι. §.a. Διὰ τοῦτό γε μὴν βουλόμεθα ταύτας δὴ τὰς ἀρχὰς μείζους τε καὶ σεμνοτέρας εἶναι, πλήθει τε τῶν ὑπηρετούντων (ρ΄. γὰρ αὐτῷ βουλόμεθα ταξεώτας εἶναι, σεμνότητί τε τῆς ἀξίας (ἐπειδὴ περίβλεπτον αὐτῷ ποιοῦμεν τὴν ἀρχήν, ἵνα ἐν ταῖς ἀνάγκαις ἄρχουσι χρώμεθα σεμνοτέροις καὶ ταῖς ἡμετέραις κελεύσεσιν ὑπουργεῖν δυνατοῖς. τί γὰρ ἂν καὶ πράξειαν ἄνδρες οἱ κατὰ τὸ πρὸ ἡμῶν σχῆμα ταῖς ἐπαρχίαις ἐφεστῶτες, ὀλίγοι μὲν ὄντες, ἐλαχίστων δὲ ἐξάρχοντες, κομιζόμενοί τε παρὰ τοῦ δημοσίου σφόδρα μέτρια, διδόντες δὲ πολλά, κλέπτειν δὲ ἀναγκαζόμενοι, καὶ μίαν ἔχοντες ταύτην σπουδήν, τὸ τοῖς ἑπομένοις αὐτοῖς δανεισταῖς προφάσει τῶν περὶ τὴν ἀρχὴν δεδομένων κατὰ μικρὸν ἀποδιδόναι τὸν ἔρανον; ἐξ ὧν τοὺς ἡμετέρους συντελεῖς εἰώθασι πωλεῖν, ἀσεβεῖς τε ἅμα καὶ κεκινδυνευμένους ἑαυτοῖς εὑρίσκοντες πόρους. §. β΄. Ταῦτα ἡμᾶς ἐδυσώπησεν, οὐ μόνον τοῖς ἐντεῦθεν κέρδεσιν ἀπειπεῖν, ἀλλὰ καὶ οἴκοθεν προςδαπανῆσαι μεγάλα· καὶ εἴ που τισὶν ὤνιον παρὰ τῶν πρὸ ἡμῶν τὸ τῆς ἀρχῆς ἐδέδοτο σχῆμα, τοῦτο ἐξωνήσασθαι καὶ ἐλευθέρους τοὺς ἡμετέρους ἀφεῖναι συντελεῖς τοῦ τοιούτου δασμοῦ, καὶ οἴκοθεν ἀντειςαγαγεῖν τὴν παραψυχὴν τοῖς λαμβάνουσιν, ἵνα καὶ τούτοις μεταδῶμεν ἐλευθερίας. ἀπέκειτο γὰρ ἡμῖν, ὡς ἔοικεν, τοῦ θεοῦ τοιαῦτα φιλοτιμουμένου, μὴ μόνον Αφροις, μηδὲ τοῖς ἔθνεσι τοῖς ἐκεῖσε χαρίσασθαι τὴν ἐλευθερίαν, ἀλλὰ καὶ τοὺς κατὰ μέσην ἡμῶν τὴν πολιτείαν ἔτους ἑκάστου πιπρασκομένους, καὶ οὐδὲ ὑπὸ ταὐτῷ μένειν συγχωρουμένους πρατῆρι, ἀλλὰ κατὰ βραχὺ τῆς ἑτέρων καὶ ἑτέρων ἐξουσίας ἀεὶ γινομένους ἐλευθερῶσαι τῆς τοιαύτης ζημίας τε καὶ αἰσχύνης. ταύτην ᾠήθημεν ἡμεῖς τὴν χάριν προςήκειν ἀναθεῖναι θεῷ, τῷ τὸν ἐπὶ τῇ βασιλείᾳ στέφανον ἡμῖν ἐπιτιθέντι, τῷ τὴν ἁλουργίδα ψήφῳ κοινῇ παρὰ τοῦ πατρὸς ἡμῖν δωρησαμένῳ, τῷ φιλοτιμησαμένῳ τοιαῦτά τε ὁμοῦ καὶ τοσαῦτα, ὁποῖα τῶν ἔμπροσθεν δέδωκεν οὐδενί.
Qui vero hunc magistratum gerit, vicarios in urbes non mittat (observetur enim hoc, prout in sacris nostris mandatis comprehensum est, ipse vero urbes peragret, nulla lege forte aut pragmatica sanctione impediendus: etiamsi priore tempore tale quid praeceptum sit. Atque tam in metropolibus, quam in aliis, ubi ipsi placuerit, versabitur (si modo ad eum suscipiendum urbs sufficiat, ita tamen, ut lucro abstineat et nullum damnum faciat. Nam nec ipse nec cohortalis, nec miles, qui eum sequitur, a subditis aliquid accipiet, vel aliorum sumtibus vivet vel etiam subditos nostros atteret, aut militibus eum sequentibus hoc ipsum facere permittet. Nam et hoc ipsum sacrorum nostrorum mandatorum pars est. Ipse quidem recordatus iuramenti, quod praestitit, idque reputans, se gratis magistratum suscepisse et tantis annonis auctum esse, nunquam accipere quid audebit, nisi magna cum poena reddere id velit: neque Cohorti tale quid agere vel accipere eo nomine permittet. Milites autem nisi curaverit, ut suis annonis contenti eum sequantur, ne ipse quidem iustam indignationem effugiet, et damnum ab illis illatum ex annonis eorum exigere idque subditis resarcire cogetur. §. 1. Propterea enim hos magistratus tam multitudine ministrantium (centum enim cohortales illi adesse volumus quam splendore dignitatis (quoniam spectabilem illius magistratum efficimus maiores et augustiores esse volumus, ut in necessitatibus magistratibus utamur gravioribus nostrisque praeceptis opem ferre valentibus. Quid enim facerent illi, qui secundum veterem formam provinciis praefuerunt, quorum pauci erant et paucissimis imperabant, et a fisco admodum modica accipiebant, multa vero dabant et furari cogebantur, idque unice agebant, ut creditoribus ipsos sequentibus pro iis, quae pro magistratu dederunt, paulatim gratiam referrent? Quibus rebus subditos nostros vendere solent, impios simul et periculi plenos reditus sibi comparantes. §. 2. Haec nos permoverunt, ut non solum lucris illis renunciaremus sed etiam de nostro magnos sumtus faceremus: et si forte ab anterioribus Principibus magistratus quidam aliquibus venditus esset, illo redemto subditos nostros hoc tributo liberaremus, ac de nostro solatium accipientibus eius loco daremus, quo et hos libertatis participes faceremus. Constituimus enim, Deo, ut videtur, hoc largiente, non solum Afris aut illius regionis gentibus libertatem dare, sed eos quoque qui in media nostra republica quovis anno venduntur et quibus sub eodem venditore manere non licebat sed qui brevi tempore nunc huius, nunc illius potestati semper subiiciebantur, eo damno et ignominia liberare. Hanc gratiam Deo referendam putavimus qui Imperialem coronam nobis imposuit, qui communi suffragio purpuram nobis per patrem donavit qui tot tantaque in nos contulit, quanta nemini antea largitus est.
6 (= Nov. 28.5)
pr.Δεῖ τοίνυν ἐπὶ τὴν ἀρχὴν παριόντα ταύτην εἰδότα, πόσων μὲν ἀνδρῶν, πόσων δὲ ἡγήσεται πόλεων, ὅπως δὲ ἔσται σεμνός, μεταβαλὼν ἐξ ὑπατείας τε καὶ ἡγεμονίας εἰς ἀρχὴν μείζονά τε καὶ περίβλεπτον, φείδεσθαι πανταχοῦ τῶν ὑπηκόων καὶ φυλάττειν ἀζημίους, καὶ καθαραῖς πανταχοῦ χρῆσθαι ταῖς χερσί, καὶ τὸ δημόσιον αὔξειν καὶ τοῦ συμφέροντος αὐτῷ πᾶσαν τίθεσθαι πρόνοιαν· καὶ τῶν ἰδίᾳ λημμάτων ἀπέχεσθαι, καὶ ταῖς πόλεσι κοινῇ τε καὶ ἰδίᾳ βραβεύειν τὰ δίκαια, περινοστεῖν τε αὐτὰς καὶ ἰᾶσθαι καὶ κέρδους ἕνεκα μηδ᾽ ἑτιοῦν πράττειν, μήτε ἔλαττον, μήτε μεῖζον· ἀλλὰ δόξης τε ἀγαθῆς ἐφίεσθαι, καὶ τοῦ διὰ πάντων εὐορκεῖν καὶ ἡμῖν ἐν ἅπασι κεχαρισμένον καθεστάναι. §. α΄. Τὸ δὲ μάλιστα ἐπὶ τοῦ Πόντου πλημμελούμενον φυλίξει, τὸ μηδενὶ δοῦναι παρρησίαν ἢ τίτλους ἐπιτιθέναι χωρίοις ἢ οἰκήμασιν ἀλλοτρίοις. μόνου γὰρ ἴδιον τοῦτο τοῦ τε δημοσίου τῶν τε βασιλικῶν οἴκων ἐστί, τῶν τε ἡμετέρων τῶν τε τῆς εἰσεβεστάτης Αὐγούστης. εἰ δὲ εἰς ἑτέρου τινὸς εὕροι προςηγορίας σανίδας ἀνατεθείσας, αὐτὰς μὲν εὐθὺς καθαιρήσει, ἀνιχνεύσει δὲ τὸν ταύτας καταπήξαντα· καὶ εἰ μὲν αὐτὸς ὁ λέγων ἑαυτὸν εἶναι δεσπότην τοῦ πράγματος τοῦτο πράττοι, παραχρῆμα τοῖς ἐκείνου πράγμασι τίτλους περιθήσει δημοσίους, εἰς κεφαλὴν αὐτοῦ περιρρήξας τοὺς ὑπ᾿ αὐτοῦ τεθέντας τίτλους. εἰ δὲ φροντιστὴς εἴη πραγμάτων ἀλλοτρίων, τούς τε τίτλους, καθάπερ εἰπόντες ἔφθημεν, κατεάξει κατὰ τῆς αὐτοῦ κεφαλῆς, βασάνοις τε αὐτὸν ὑποθήσει πικραῖς· ώςτε ταῦτα μανθάνοντα τὸν ᾧ προςήκει προςώπῳ γινώσκειν, ὡς οὐκ ἔξεστιν, οὔτε δι᾽ ἑαυτοῦ, οὔτε διά τινων δορυφόρων ἢ πρὸς πλεονεξίαν παραλαμβανομένων τοὺς ὑπηκόους ἀδικεῖν.
Quare qui ad hunc magistratum pervenit quum sciat, quot hominibus et quot urbibus imperaturus, quantaque auctoritate futurus sit, ex Consulari et Correctoria in maiorem et spectabilem dignitatem mutatus, subditis ubique parcere eosque indemnes servare et puris ubique manibus uti debet, et fiscum augere et commodi eius omnem curam gerere: muneribus quoque privatis abstinere, publice et privatim urbibus ius tribuere, peragrare eas et sanare, lucri gratia plane nihil, neque parvum, neque magnum facere: sed ad bonam famam adspirare, iuramentum perpetuo servare et in omnibus nobis gratum se exhibere. §. 1. Cavebit etiam, ne, quod in Ponto maxime commissum est, titulos vel praediis vel aedificiis alienis imponendi potestatem alicui concedat. Hoc enim solius fisci et regiarum aedium, tam nostrarum quam piissimae Augustae proprium est. Si vero sub alterius cuiusdam nomine tabulas suspensas inveniat, statim quidem eas tollet, inquiret vero in eam, qui eas affixerit: ut siquidem ille, qui se dominum rei esse dicit, hoc fecerit, confestim rebus illius titulos publicos imponet, titulos ab eo positos in capite eius frangens. Quod si procurator sit rerum alienarum, titulos, ut antea diximus, in capite eius confringet, acerbisque tormentis eum subiiciet: quo is, ad quem haec pertinent, cognoscat, neque per se, neque per satellites aliquos aut alios per avaritiam assumtos iniuriis subditos afficere licere.
7 (= Nov. 28.6)
pr.Δεῖ δὲ αὐτὸν ὁμοίως τὸν περίβλεπτον μοδεράτωρα ἀναστέλλειν καὶ τοὺς ληστεύοντας καὶ τοὺς πλεονεκτοῦντας καὶ τὰς γυναῖκάς τε καὶ περιουσίας καὶ ὑποζύγια καὶ τὰ τοιαῦτα ἁρπάζοντας· ὅπως ἂν καθαρὸν φυλάττῃ τὸ δίκαιον καὶ φανείημεν ὀρθῶς ἐπ᾿ αὐτῷ βεβουλευμένοι· καὶ μή τις ἡμᾶς εἰςέλθοι μετάμελος, ὅτι λῃστοδιώκτας τε καὶ βιοκωλύτας ἐπαύσαμεν, τινῶν μὲν κατατρεχόντων τὴν χώραν, αὐτοῦ δὲ οὐκ ἀμύνοντος. διὰ τοῦτο γὰρ αὐτῷ καὶ τοὺς στρατιώτας ὑπεθήκαμεν, ἵνα καὶ τὴν ἐκείνων ἔχων χεῖρα δυσκαταμάχητος τοῖς ἐπηρεάζουσιν εἴη.
Similiter spectabilem illum moderatorem arcere oportet etiam latrocinantes et aliena appetentes eosque, qui mulieres, bona, iumenta et similia rapiunt: ut ius sancte servet et recte nos de eo iudicasse appareat: neque poenitentia quadam ducamur quod latronum persecutores et biocolytas sustulerimus, si quidam per provinciam grassentur, ipse vero eos non arceat. Propterea enim et milites ei subiecimus ut illorum auxilio ab iis, qui inferunt iniuriam, vinci nequeat.
8 (= Nov. 28.7)
pr.Ταῦτα αὐτῷ συλλήβδην παραινοῦμεν. τὸ γὰρ δὴ κατὰ μέρος εἴσεται σαφῶς ἔκ τε τοῦ πᾶσιν ἐν κοινῷ γεγραμμένου νόμου, καθ ὃν ὑπετάξαμεν τὰς ἀρχάς, ἐκ τε τῶν βασιλικῶν παραγγελμάτων, ἅπερ αὐτῷ διδόντες ὑφηγησάμεθα, κατὰ τίνα τρόπον διαθήσει τὴν ἀρχὴν· καὶ ταῦτα πράττων ἡμῖν τε οὐκ ἀποθύμιος [ἔσται, θεῷ τε καὶ τῷ νόμῳ τὴν ἑαυτοῦ ψυχὴν ἀναθήσεις, καὶ ἀγαθὰς ὑπὲρ ὅλης τῆς διοικήσεως ἕξει τὰς ἐλπίδας. ὑποτεθήσεται δὲ καὶ κατάλογος τῷδε ἡμῶν τῷ θείῳ νόμῳ, δι᾽ οὗ γενήσεται φανερόν, τί μὲν αὐτὸν τε καὶ τὸν πάρεδρον καὶ τὴν τάξιν τὴν αὐτοῖ παρὰ τοῦ δημοσίου προςήκει λαμβάνειν, τί δὲ αὐτὸν ὑπὲρ τῶν ἀρχικῶν παρέχειν συμβόλων· ὅπως ἂν ἐπιστάμενος τὸ τε ἐλευθέριον τῆς ἐπιδόσεως τῆς εἰς αὐτὸν γινομένης, τό τε συνεσταλμένον τῆς παρ᾿ αὐτοῦ περὶ τὰ σύμβολα προϊούσης δαπάνης, χρῶτο κατὰ τὸ προςῆκον τοῖς πράγμασιν· μειζόνων τε ἐθνῶν καὶ πλειόνων ἀνθρώπων ἐλπίζων ἄρχειν, εἰ τοῖς ἐν χερσὶ χρήσαιτο προςηκόντως.
Haec nos eum summatim monemus. Singula enim perspiciet tam ex lege omnibus in commune scripta, qua magistratus ordinavimus, quam ex mandatis Imperialibus, quae illi dantes explicavimus quemadmodum magistratum gerere debeat. Atque si haec faciat, nobis non ingratus [erit, Deoque et legi animam suam consecrabit] et bonam propter totam administrationem spem habebit. Subiicietur autem index huic quoque sacrae nostrae legi, quo manifestum fiet, quid tum ipsum, tum Assessorem et cohortem eius a fisco accipere, quidve eum pro symbolis magistratus praestare conveniat: quo liberalitatem eorum, quae in ipsum conferuntur, cognoscens et exiguum modum sumtuum ab eo in symbola faciendorum, negotia recte administret; ac maiorum quoque gentium et plurium hominum imperium speret, si iis quae in manibus habet, ut decet, utatur.
9 (= Nov. 28.8)
pr.Διδόαμεν δὲ καὶ τοῦτο, τὰς ἐφέσεις τὰς παρ ' αὐτοῦ κατὰ τὸ τῶν περιβλέπτων ἀρχόντων σχῆμα παρά τε τοῖς ἐνδοξοτάτοις ὑπάρχοις, παρά τε τῷ ἐνδοξοτάτῳ ἡμῶν κατὰ συνέλευσιν γίνεσθαι ή κοιαίστωρι· τάς τε δίκας ἐλάττους τῶν φ΄. χρυσῶν ἐν τῇ κατ᾿ αὐτὸν ἐπαρχία παρά τισι κρινουμένας ⅰ (κἂν εἰ τυχὸν ἐκ παραπομπῆς, μὴ μέντοι παρὰ περιβλέπτοις ῥηθεῖεν, ὅταν ἐφέσιμοι γίνοιντο, αὐτὸν ἐν τάξει θείου κατεξετάζειν ἀκροατηρίου· ὥςτε αὐτὸν καὶ κατὰ τοῦτο σεμνύτερον ὄντα μεμνῆσθαι τῆς παρ᾽ ἡμῶν δεδομένης αὐξήσεως αὐτῷ, καὶ οὕτω χρῆσθαι τοῖς πράγμασιν, ὡς ἄμεμπτον ἑαυτὸν πᾶσι τοῖς ὑπηκόοις καὶ ἡμῖν αὐτοῖς, καὶ πρόγε ἡμῶν θεῷ τε καὶ τῷ νόμῳ παρέχειν.
Hoc quoque concedimus, ut de appellationibus contra ipsum interpositis secundum spectabilium iudicum formam tam gloriosissimi Praefecti, quam gloriosissimus Quaestor noster per consultationem cognoscant: lites autem quingentis aureis minores in provincia illius apud quosdam institutas (et si forte ex delegatione, non tamen apud spectabiles actae sint, quando in illis appellatur, ipse in ordine sacri auditorii examinet: ut in hoc quoque venerabilior factus collati in eum a nobis augmenti memor sit, et ita se gerat, ut omnibus subditis, nobis ipsis et ante nos Deo et legi inculpatum se praebeat.