IusCommune
IusCommune › Textos › Basílicas › Liber 41

Bas. 41.4De heredibus et Falcidia.

Περὶ τῶν κληρονόμων καὶ τοῦ φαλκιδίου.

Abrir no leitor do IusCommune →

1 (= Nov. 1.1)

pr.Θεσπίζομεν τοὺς παρά τινων γεγραμμένους, ἢ καὶ τυχόντας ἀποκαταστάσεως, τῶν καθ᾽ ὁμάδα τυχόν, ἢ κατ᾿ εἶδος ἢ πρεσβείων, ἀνάγκην ἔχειν, ἅπερ ὁ διαθέμενος καὶ τιμήσας αὐτοὺς διατάξειεν, ἐκ παντὸς τρόπου πληροῦν, εἰ τὸ προςταχθὲν νόμιμον εἴη, ἢ εἰ μήτις αὐτὸ νόμος, εἰ καὶ μὴ γένοιτο παρὰ τοῦ τιμηθέντος, ἀλλ᾽ οὖν κύριον εἶναι ῥητῶς ἀποφαίνει. εἰ δὲ τις μὴ πληρῶν τὸ διατεταγμένον, ἀλλ᾽ ἁρμόσαντος τῷ τετιμημένῳ τοῦ καταλειφθέντος, ἐκ ψήφου δικαστικῆς ὑπομνησθεὶς ἐνιαυτὸν ὅλον ἑλκύσοι, μὴ πράττων τοῦτο, ὅπερ προςετάχθη, εἰ μέν τις ἐκείνων εἴη τῶν ἀναγκαστικῶς ἐκ τοῦ νόμου τι λαμβανόντων, εἰς πλεῖον δὲ ἢ καθ᾽ ὅσον ὁ νόμος αὐτῷ δίδοσθαι βούλεται, γέγραπται κληρονόμος, τοσοῦτον λαμβάνειν μόνον, ὁπόσον ὁ νόμος αὐτῷ δίδοσθαι κατὰ τὴν τρίτην τῶν ἐξ ἀδιαθέτου μοῖραν συγχωρεῖ, τὸ δὲ ἄλλο συμπᾶν ἀφαιρεῖσθαι· καὶ εἰ μὲν καὶ ἕτεροί τινες γεγραμμένοι τυγχάνουσι κληρονόμοι, προςαύξειν ἐκείνοις κατὰ τὸ μέρος τῆς ἐνστάσεως, ὅπερ ἑκάστῳ προςνενέμηται· εἰ δὲ μηδεὶς ἄλλος εἴη κληρονόμος, εἰ τύχοιεν μὲν γεγραμμένοι τινές, μὴ προςίοιεν δὲ τῷ κλήρῳ, τηνικαῦτα τὸ ἀφαιρούμενον προςτιθέσθω τοῖς ἄλλοις πράγμασι, καὶ ἄδειαν παρεχέτως καὶ ληγαταρίοις καὶ τοῖς τὴν ἀποκατάστασιν λαμβάνουσιν καὶ οἰκέταις ἐλευθερία τιμηθεῖσι προςιέναι καὶ τοῦτο οἰκειοῦσθαι, ἐφ᾽ ᾧ πᾶσι τρόποις τὸ προςτεταγμένον πληρῶσαι· ἀσφαλείας δηλαδή πρότερον παρ᾿ αὐτῶν γινομένης, καθάπερ ἂν ὁ τῶν πραγμάτων καὶ τῶν προςώπων ἐπιδέχοιτο τρόπος, ὅτι τὰ πράγματα λαβόντες πράξουσιν ἐπ᾿ αὐτοῖς, ἅπερ ὀρθῶς ἠβουλήθησαν οἱ διαθέμενοι. ἢ εἴπερ μηδεὶς τῶν μνήμης ἐν τῇ διαθήκῃ τυχόντων βουληθείη προςελθεῖν, τουτέστι συγκληρονόμος ἢ ληγατάριος ἢ ὁ τὴν ἀποκατάστασιν λαμβάνων ἢ οἰκέτης ἐλευθερία τετιμημένος, τηνικαῦτα ἐπὶ τοὺς ἄλλους τοὺς ἐξ ἀδιαθέτου, οὓς ὁ νόμος καλεῖ, μετὰ τὸν γεγραμμένον μέν, τῇ νομίμῳ δὲ ὑπὸ τοῦδε τοῦ νόμου περικλεισθέντα μοίρα, φέρεσθαι τὰ πράγματα, καὶ αὐτοὺς ὁμοίως διδόναι τὴν ἀσφάλειαν, ὅτι πληροῦσι τὰ τῇ διαθήκῃ περιεχόμενα. ἄτακτον δὲ οὐδὲν οὐδὲ συγκεχυμένον οὐδὲ ἐπὶ τούτων γίνεσθαι βουλόμεθα, ἀλλ᾽ ὁ πρῶτος κατὰ τὴν τάξιν καλούμενος μετὰ τὸν ἤδη περικεκλεισμένον ὑπὸ τοῦ νόμου τοῦ καθ᾽ ἡμᾶς, οὗτος καλείσθω πρότερος, εἶτα ὁ μετ᾿ ἐκεῖνον, καὶ ἐφεξῆς οὕτως, ἕως ἂν ὁ τελευταῖος ἐκλιπών χώραν ποιήσῃ καὶ τῶν ἔξωθέν τινι βουλομένῳ καὶ προςελθεῖν καὶ τὰ καταλελειμμένα πληρῶσαι· μεθ᾽ οὓς καὶ τὸν δημόσιον, εἴγε βούλοιτο, τίθεμεν. καὶ γὰρ καὶ ἐπὶ τῶν ληγαταρίων καὶ τῶν ἀποκατάστασιν λαμβανόντων τοιαύτην εἶναι βουλόμεθα τάξιν, ὥςτε προτέρῳ δίδοσθαι παρρησίαν τῆς προςελεύσεως τῷ καθ᾽ ὁμάδα λαμβάνοντι τὴν ἀποκατάστασιν, ἢ πλειόνων ὄντων τῷ μείζονα μοῖραν ἔχοντι, ἐπειδὴ καὶ μίμημά τι κληρονόμου καθέστηκε, καὶ μάλιστα ἐφ᾽ ἡμῶν, οἵπερ τῷ νομίμῳ δόγματι χώραν δεδώκαμεν ἐπὶ τῶν τοιούτων. εἰ δὲ ἢ οὐκ εἴη τις καθ᾽ ὁμάδα τετιμημένος, ἢ οὐ βούλοιτο πρᾶξαι τὸ κελευσθέν, ἐπὶ τοὺς τοῖς μείζοσιν ἰδικοῖς ληγάτοις τετιμημένους τὴν τοιαύτην ἔρχεσθαι παρρησίαν. οὕτω τε καὶ τοῖς οἰκέταις δίδοσθαι καιρὸν τοῖς ἐλευθερίᾳ τετιμημένοις καὶ προςιέναι, καὶ ἐλευθέρους ἀσφαλῶς εἶναι, καὶ τὰ πράγματα λαμβάνειν, καὶ πληροῦν τὰ κελευσθέντα μετὰ τῆς ἔμπροσθεν εἰρημένης ἀσφαλείας. εἰ δὲ μηδεὶς εἴη τῶν ληγαταρίων ἢ τῶν ἀποκατάστασιν λαμβανόντων τῶν καθ᾽ ὁμάδα ἢ καὶ κατ ' εἶδος, μείζονι μοίρα ἢ πρεσβείῳ τετιμημένος, ἀλλὰ πάντες ἴσην ἐπέχοιεν τύχην, τηνικαῦτα προκρίνεσθαι μὲν καὶ οὕτως τοὺς καθ᾽ ὁμάδα ἢ τὸν ἐξ αὐτῶν βovλόμενον πληρῶσαι τὸ προςτεταγμένον· τοὺς δὲ λοιποὺς ληγαταρίους, ὅσοι μηδὲν ἀλλήλων ἐν τῷ καταλελειμμένῳ προέχουσι, καὶ πάντας, εἰ βούλοιντο, καλεῖσθαι, ἢ τοὺς ἐξ αὐτῶν βουλομένους. εἰ δὲ μηδεὶς ληγατάριος ἕλοιτο τοῦτο πρᾶξαι, δίδομεν τοῖς οἰκέταις παρρησίαν τοῖς ἐλευθερία τετιμημένοις, κατὰ τὴν τάξιν τῆς ὀνομασίας, καθ᾽ ἣν αὐτοὺς ὁ δεσπότης ὠνόμασε, κατὰ τοῦτο ἔχειν τὴν πρὸς ἀλλήλους προτίμησιν. καὶ ταῦτα μὲν πάντα νομοθετοῦμεν, ἔνθα ἀναγκαστική τις ὑπόκειται δόσις εἰς τινα τῶν ἐκ φύσεως ὀφειλομένων τινὰ διαδοχὴν παρὰ τοῦ διαθεμένου τε καὶ τελευτῶντος. εἰ δὲ οὐδὲν ὑπόκειται τοιοῦτο πρόςωπον ἐν ταῖς ἐνστάσεσιν, ἀλλ᾽ ἑκούσιος ἡ φιλοτιμία τῆς διατυπώσεως παρὰ τοῦ διαθεμένου γένοιτο, εἶτα ὁ γεγραμμένος οὐ πληροῖ τὸ προςτεταγμένον εἴσω τοῦ ῥηθέντος ἡμῖν ἔμπροσθεν χρόνου, τὸν μὲν ἀφαιρεῖσθαι πάντων τῶν καταλελειμμένων οὐδ᾽ ὁτιοῦν οὔτε κατὰ φαλκιδίου πρόφασιν, οὐδὲ κατ᾿ ἄλλην αἰτίαν λαβεῖν δυνάμενον. ὁμοίως δὲ τὰ αὐτὰ κρατεῖν, καὶ εἰ μὲν εἶεν συγκληρονόμοι, τούτους καλεῖσθαι ἐπείτοιγε εἰς ληγαταρίους καὶ οἰκέτας, καὶ τοὺς ἐξ ἀδιαθέτου πάντας κατὰ τὴν ἔμπροσθεν ὑφ᾽ ἡμῶν παραδεδομένην τάξιν τὰ πράγματα χωρεῖν, πανταχοῦ τοῦ βάρους συνημμένου, τοῦ δεῖν πληροῦν ταῦτα, ἅπερ ὁ διαθέμενος κατὰ νόμον, καθάπερ ἔμπροσθεν εἰπόντες ἔφθημεν, ἐπιτάξειεν. εἰ δὲ ἡ ἔνστασις καὶ ὑποκατάστασιν ἔχει, πρόδηλον, ὡς πρότερον ἐπὶ τὸν ὑποκατάστατον βουλόμενον ἐλεύσεται τὰ πράγματα πάντα κατὰ τὸν νόμον, πληροῦντα τὰ καταλελειμμένα. οὕτω τε ἐκείνου μὴ βουλομένου τηνικαῦτα ἐπὶ τοὺς συγκληρονόμους καὶ ληγαταρίους, καὶ οἰκέτας, καὶ τοὺς ἐξ ἀδιαθέτου, καὶ τοὺς ἔξωθεν, καὶ τὸ δημόσιον κατὰ τὴν παρ᾿ ἡμῶν εἰρημένην παρατήρησιν τὰ ἀφαιρούμενα παραγενήσεται, πληροῦντας πανταχόθεν τὰς τῶν τελευτώντων νομίμους διατυπώσεις. διὰ τοῦτο γὰρ δὴ καὶ ἐπὶ τοσαύτας εἴδομεν διαδοχάς, ἵνα μὴ μείνειεν ἀπροςέλευστος ὁ τοῦ τελευτῶντος κλῆρος. ἀποκλήρους δὲ παῖδας, εἴγε δικαίως παρὰ τοῦ πατρὸς ἀποκλεισθεῖεν, καὶ μηδὲν ἐκ τῆς τοῦ πατρὸς ἔχοιεν γνώμης, οὐ καλοῦμεν, οὐδὲ προςιέμεθα, κἂν εἰ μυριάκις βουληθεῖεν· εἷς γάρ ἐστι τῷ νόμῳ σκοπός, τὰ διατεταγμένα παρὰ τῶν τελευτώντων πληροῦσθαι. τὸν γὰρ ἐξ αὐτοῦ τοῦ διαθεμένου τῆς αὐτοῦ περιουσίας ἀπελαυνόμενον, πῶς ἂν εἴη δίκαιον καλεῖν εἰς πράγματα, ὧν αὐτὸν ἐκεῖνος διὰ τῆς ἐπ᾿ αὐτῷ γενομένης ἀποκηρύξεως ῥητῶς γενέσθαι μέτοχον οὐκ ἠβουλήθη; εἰ δὲ τὸ ἀφαιρούμενον μέρος παρὰ τοῦ μὴ πληροῦντος τὴν τοῦ τελευτήσαντος βούλησιν πρότερον ἠγάγομεν ἐπὶ τοὺς ὑποκαταστάτους, ἔπειτα ἐπὶ τοὺς συγκληρονόμους, καὶ μετ᾿ ἐκείνους ληγαταρίους, καὶ πρός γε καὶ οἰκέτας, οὕτω τε ἐπὶ τὴν ἐξ ἀδιαθέτου κλῆσιν, καὶ τοὺς ἔξωθεν, καὶ τὸ δημόσιον ἤλθομεν, οὐκ ἀπὸ τρόπου τοῦτο γέγονεν, οὐδ᾽ ἐκ τοῦ παρήκοντος, οὐδὲ ὡς ἄν τινα καὶ διαλάθοι τὸ προςῆκον, ἀλλ᾽ ἐκ προνοίας καὶ κατὰ τὸν νόμον, ἵνα πεπερασμένων πρῶτον ἁπάντων τῶν κατὰ τὰς διαθήκας προςώπων, εἶτα ἀπολειπόντων, οὕτως ἐπὶ τὴν ἐξ ἀδιαθέτου κλῆσιν καὶ τοὺς ἄλλους ἀφικώμεθα. ἐφ᾽ ἁπάντων δέ, ἐφ᾽ ὧν τῶν προγεγραμμένων οὐ πληρούντων, καλοῦμεν ἢ τὰ ἐκ διαθήκης πρόςωπα ἢ τοὺς ἐξ ἀδιαθέτου καὶ τοὺς λοιπούς, δίδομεν ἅπασι τοῖς τοιούτοις προςώποις γίνεσθαι κληρονόμους, καὶ ὑπειςελεύσεως ἤτοι κληρονομίας ἐγχειρήσεως ἔχειν δίκαιον· ταῦτα δὴ τὰ τοῦ νόμου ῥήματα· καὶ ὡς κληρονόμους ἅπαντα πράττειν ἐναγομένους τε καὶ ἐνάγοντας· τοῦτο, ὅπερ καὶ οἱ παλαιότατοι τῶν νόμων ἐκ τῆς οἰκείας αὐθεντίας ἐδίδοσαν, καὶ κληρονόμους ἐποίουν τοὺς οὐδὲ γεγραμμένους κληρονόμους, οὐδ᾽ ἐξ ἀδιαθέτου πρὸς τὸν κλῆρον καλουμένους. τούτων ἁπάντων κρατούντων, κἂν εἰ μὴ παρὰ κληρονόμου, 1 Addendum videtur ἐπὶ ante ληγαταρίους. παρὰ δὲ ληγαταρίου, ἢ τοῦ λαβόντος αἰτίᾳ θανάτου δωρεὰν δοθῆναι τι ἢ γενέσθαι ὁ διαθέμενος ἠβουλήθη, τῆς αὐτῆς τάξεως προφάσει τῶν ἀφαιρουμένων πραγμάτων φυλαττομένης, καὶ ἀρχομένης μὲν ἀπὸ τῶν ὑποκαταστάτων τοῦ ληγαταρίου, ληγούσης δὲ εἰς τὸ δημόσιον. καὶ μηδεὶς πρὸς τὸν νόμον δυςχεραινέτω τοῦτον, ὡς τῶν καταλελειμμένων ἀποστερούμενος, ἀλλ᾽ ἐννοῶν, ὡς ἅπασιν ἀνθρώποις πέρας ἐστὶ τοῦ βίου ὁ θάνατος, μὴ μόνον τὸ παρ᾽ ἑτέρων αὐτὸς λαβεῖν θεωρείτω, προςεννοείτω δέ, ὅτι καὶ αὐτὸς ἑτέροις τελευτῶν ἐπιτάξει, καὶ εἰ μὴ παρὰ τῆς τοῦδε τοῦ νόμου τύχοι βοηθείας, οὐδὲν ὧν ἂν μετὰ σπουδῆς ἁπάσης διατάξειεν, εἰς ἔργον ἄξει. οὐ γὰρ τοῖς ἐφ᾽ ἡμῶν, οὐδὲ τοῖς νῦν μόνον ἀνθρώποις, ἀλλὰ παντὶ καὶ τῷ μετὰ ταῦτα ῥέοντι νομοθετοῦμεν χρόνῳ.

Sancimus, ut ii, qui a quibusdam instituti sunt, vel etiam fideicommissum, puta universitatis, vel speciei, vel legata nacti sunt, necesse habeant, ea, quae testator et qui eos honoravit, praeceperit, omnimodo implere, si, quod praeceptum est, legitimum sit, vel si non id lex aliqua, etiamsi ab eo, qui honoratus est, non factum sit, tamen ratum esse nominatim demonstrat. Si quis autem id, quod praeceptum est, non implens, sed cum id, quod relictum est, honorato competeret, sententia iudiciali admonitus annum integrum cessaverit, si quidem ex iis sit qui necessario ex lege aliquid capiunt, in plus autem quam quantum lex ei dari vult, heres scriptus sit, id tantum capiat, quantum ei lex pro triente eorum quae ab intestato debentur, dari concedit: reliquum autem omne ei auferatur: et, si quidem alii quidam heredes scripti sint, eis pro parte institutionis accrescat: si vero nullus alius heres sit, si quidem quidam scripti sint, hereditatem autem non adeant tunc quod aufertur, reliquis bonis adiiciatur, et liceat tam legatariis, quam his, qui fideicommissum capiunt et servis libertate honoratis adire, idque sibi habere ea lege, ut omnibus modis id, quod praeceptum est impleant: praestanda scilicet prius ab eis cautione prouti rerum et personarum ratio admittat, se bonis acceptis in iis facturos, quae recte testatores voluerunt. Aut si nullus eorum, qui testamento commemorati sunt, id est, coheres, vel legatarius, vel qui fideicommissum capit, vel servus libertate honoratus adire voluerit, tunc ad reliquos, qui ab intestato veniunt, quos lex vocat, post eum, qui heres quidem scriptus est, sed legitima portione ex hac lege contentus esse debet, bona deferantur, qui et ipsi similiter caveant, se ea, quae testamento continentur impleturos. Nihil autem inordinatum, nec confusum in his fieri volumus, sed qui prior post eum, qui nostra lege circumscriptus est, ordine vocatur, is prior vocetur, deinde qui post eum est, et ita deinceps, donec ultimus deficiens locum faciat etiam alicui extraneorum volenti et adire et relicta implere post quos etiam fiscum, si quidem voluerit, ponimus Etenim et in legatariis et in his, qui fideicommissum capiunt, talem ordinem esse volumus, ut prius adeundi licentia concedatur fideicommissario universali aut, si plures sint, ei, qui maiorem partem habet quia et iustar heredis est, et maxime apud nos, qui Senatusconsulto in huiusmodi fideicommissis locum dedimus. Si vero nullus sit fideicommisso universali honoratus, vel si, quod iussum est, facere nolit, ad eos, qui maioribus legatis specialibus honorati sunt eiusmodi licentia perveniat. Sic autem et servis libertate honoratis occasio detur, et adeundi, et libertatis tuto consequendae, et percipiendorum bonorum, et iussa implendi, cum cautione antea dicta. Si vero nullus sit legatarius, vel fideicommissarius universalis, vel etiam specialis, qui maiore parte vel legato honoratus est, sed omnes eandem conditionem obtineant, tunc quidem etiam praeferantur fideicommissarii universales, aut qui ex iis id, quod praeceptum est, implere vult: reliqui vero legatarii, quicunque nihil inter se in eo, quod relictum est, praecipui habent, omnes, si velint, vocentur, vel qui ex eis velint. Quodsi nullus legatarius id facere elegerit damus licentiam servis libertate honoratis, secundum ordinem nominationis, quo eos dominus nominaverit, inter se habendi praerogativam. Et haec quidem omnia sancimus, ubi necessario datio in quempiam eorum, quibus natura successio quaedam a testatore et defuncto debetur, subest. Si vero nulla subest eiusmodi persona in institutionibus, sed spontanea liberalitas dispositionis a testatore facta sit, deinde scriptus intra tempus a nobis praedictum id, quod praeceptum est, non impleat, omnia, quae relicta sunt, illi auferantur, ut neque occasione Falcidiae, neque alia ex causa quidquam possit percipere. Similiter autem eadem obtineant, et, si coheredes sint, hi vocentur: alioqui ad legatarios et servos, et omnes, qui ab intestato vocantur, secundum ordinem a nobis antea traditum bona perveniant, ubique annexo onere implendi ea, quae testator legitime, ut antea iam diximus, praeceperit. Si vero institutio et substitutionem habeat, certum est, prius ad substitutum, si velit, omnia bona perventura, ex lege implentem ea, quae relicta sunt. Eo autem nolente, ad coheredes et legatarios, et servos, et successores ab intestato, et extraneos, et fiscum secundum dictam a nobis observationem ea, quae auferuntur, pervenient, qui legitimas defunctorum dispositiones ab omni parte impleant. Ideo enim et ad tot successiones respeximus, ne hereditas defuncti non adita maneat. Exheredatos autem liberos, si quidem iuste a patre exclusi sint, et nihil ex patris voluntate habeant, non vocamus, neque admittimus, etiamsi decies millies voluerint: una enim legis intentio haec est, ut, quae a defunctis praecepta sunt, impleantur. Eum enim, qui ab ipso testatore a bonis eius submovetur, quomodo iustum fuerit, vocare ad bona, quorum ille eum per exheredationem eius factam nominatim noluit fieri participem? Quod vero partem, quae ei, qui defuncti voluntatem non implet, aufertur, primum ad substitutos, deinde ad coheredes, et post eos ad legatarios, et praeterea ad servos transtulimus, et ita ad successionem ab intestato, et extraneos, et fiscum pervenimus, non abs re id factum est, nec temere, nec quod decorum quemquam latuerit, sed consulto et secundum legem, ut vocatis prius omnibus personis, quae testamentis memorantur, eisque recusantibus, tum ad successionem ab intestato et reliquos perveniremus. In omnibus autem casibus, in quibus, cum hi, qui supra scripti sunt, non implent, eas personas, quae testamento continentur, vel successores ab intestato, et reliquos vocamus, concedimus omnibus eiusmodi personis, ut heredes fiant, et adeundi sive pro herede gerendi ius habeant, (quae iuris vocabula sunt et omnia ut heredes gerant, sive conveniantur, sive agant: id quod etiam antiquissimae leges sua auctoritate praestabant et heredes faciebant eos, qui neque heredes scripti erant, neque ab intestato ad hereditatem vocabantur. His omnibus obtinentibus, et si non ab herede, sed a legatario vel mortis causa donatario dari quidpiam fierive testator voluit, eodem ordine ratione bonorum, quae auferuntur, servando, et a substitutis quidem legatarii incipiente, in fisco autem desinente. Nec quisquam huic legi indignetur, quod iis, quae relicta sunt, privetur: sed reputans, omnibus hominibus finem vitae esse mortem, non solum spectet id, ut ab aliis ipse accipiat, sed praeterea perpendat, et, se ipsum moriturum aliis praecepta daturum, et, si auxilium ex hac lege non habeat, nihil eorum, quae omni studio disposuerit, ad exitum esse perducturum. Non enim his tantum, qui nobis subiecti sunt, nec qui nunc sunt, hominibus, sed omni et postea currenti tempori legem fecimus.

θεσπίζομεν Τὸ προοίμιον τῆς νεαρᾶς. Ἐνησχολημένοις ἡμῖν περὶ τὰς ἁπάσης τῆς πολιτείας φροντίδας καὶ μικρὸν οὐδὲν αἱρουμένοις ἐννοεῖν, ἀλλ᾽ ὅπως ἂν Πέρσαι μὲν ἠρεμοῖεν, Βανδίλοι δὲ σὺν Μαυρουσίοις ὑπακούοιεν, Καρχηδόνιοι δὲ τὴν πάλαι ἀπολαβόντες ἐλευθερίαν, Τζᾶνοι δὲ πρῶτον ὑπὸ τῶν Ῥωμαίων γενόμενοι πολιτείαν ἐν ὑπηκόοις τελοῖεν, τοῦτο ὅπερ οὔπω καὶ νῦν, πλὴν ἐπὶ τῆς ἡμετέρας βασιλείας δέδωκεν ὁ θεός, ἐπιρρέουσι τὴν ἰδιωτικὴν φροντίδας παρὰ τῶν ἡμετέρων ὑπηκόων προςαγγελλόμεναι, ὧν ἑκάστῃ μὲν τὸν προςήκοντα τύπον δίδομεν. ὁπόσα δὲ συχνῆς μὲν ἀπολαύει της κατά μέρος βοηθείας, δυνατὸν δὲ ἐστιν ἐγγραφέντι νόμῳ κοινὸν ἅπασι δοῦναι ἐφ᾿ οἷς χρήζουσιν ὠφέλειαν, ταῦτα χρῆναι νομίζομεν νομοθετεῖν καὶ παραδοῦναι τοῖς ὑπηκόοις αὐτῷ βοηθοῦντα, καὶ μὴ τοῖς ἀεὶ κελεύσεως τῆς ἐκ τῶν βασιλέων δεομένοις. ἀεὶ τοίνυν ἡμᾶς ἐνοχλοῦσιν, οἱ μὲν ὑπὲρ πρεσβείων καταλελειμμένοι, οὐδὲν διδομένου προςιόντος, οἱ δὲ ἐλευθεριῶν, οἱ δὲ ἑτέρου τινός, ὅπερ οἱ μὲν παραδόντες τοὺς κληρονόμους δοθῆναί τινι ἢ γενέσθαι διετάξαντο, οἱ δὲ ἀγνώμονες καὶ τῶν πραγμάτων ἐφίενται, καὶ ταῦτα λαμβάνει καὶ τὸ κελευσθέν ἐκπληροῦσι· καίτοιγε καὶ τοῖς πάλαι νομοθέταις εἴρηται προςήκειν τῶν τελευτώντων διατυπώσεις, ὅσαι μὴ μάχονται νόμοις, πᾶσαι πληροῦσθαι τρόποις. ἀλλ᾽ ἐπειδὴ τοὺς οὕτω γεγραμμένους νόμους ἤδη κατὰ τὸ πλεῖστον ἀμεληθέντας εύρομεν, ἀνακτήσασθαί τε αὐτοὺς ἡγησάμεθα δεῖν, καὶ τοῖς περιοῦσι δοῦναι τὴν ἐξ αὐτῶν ἀσφάλειαν, καὶ τοῖς τετελευτηκόσι τὴν ἐντεῦθεν ἀποτῖσαι τιμήν πρῶτον μὲν οὖν ἐκεῖνο σκεπτέον, ὅτι τῶν διαθεμένων τοῖς μὲν ἀνάγκην ἐπιτίθησιν ὁ νόμος, ἀπονέμειν τινὰ μοῖραν προςώποις τισίν, ὡς μὴς τοῦτο κατ᾿ αὐτὴν τὴν φύσιν ὀφειλομένην, ὁποῖον δή τι παισὶ καὶ ἐγγόνοις καὶ πατράσι, καὶ ἔσθ᾽ ὅτε καὶ ἀδελφοῖς, καὶ εἴτι τοιούτῳ προςώπῳ η ἐν τοῖς ἐξ ἡμῶν ἢ ἐν τοῖς ἐξ ὧν ἐσμεν, ἠρίθμησαν οἱ νόμοι· τοῖς δὲ οὐδεμία καθέστηκεν ἀνάγκη μοῖράν τινα διδόναι τῆς ἑαυτῶν περιουσίας, ἀλλ᾿ αὐτεξούσιος ἐστιν ἡ φιλοτιμία, πρὸς οὓς ἂν ὁ διαθέμενος βούλοιτο φερομένη. τούτων οὖν ἡμῖν προςδιωρισμένων θεσπίζομεν, καὶ τὰ ἑξῆς ὡς ἐν τῷ Βασιλικῷ. [Sch. a V. 481. sq.]

sancimus Prooemium Novellae. Occupatis nobis circa universae reipublicae curas, neque parvum quid reputantibus, sed quemadmodum Persae conquiescant, Vandali cum Mauris obediant, Carthaginienses pristinam libertatem receptam obtineant, Tzani nunc primum Romanorum imperio subiecti inter subditos censeantur (id quod usque adhuc nondum, nisi sub nostro imperio Deus concessit: affluunt etiam privatae curae a subditis nostris delatae, quarum singulis quidem convenientem formam damus. Quaecunque vero frequenti auxilio particulari perfruuntur, possunt autem lege perscripta communem omnibus in his, in quibus opus habent, praestare utilitatem, ea lege sancienda putamus et tradenda subditis, etiamsi iussionem Principum quolibet casu non petant, per se auxilio futura. Semper igitur nos molestant, alii pro legatis relictis, nullo dato adeuntes, alii pro libertatibus, alii pro alio quopiam quod qui hereditates reliquerunt, dari cuidam fierive iusserunt, heredes autem indevoti et bona appetunt eaque accipiunt, nec tamen iussa implent: quamquam et a veteribus legum latoribus dictum sit, defunctorum dispositiones, quae legibus non repugnant, omnibus modis esse implendas. Sed quia leges ita conscriptas magna iam ex parte neglectas invenimus, repetendas eas esse putavimus et tam viventibus securitatem ex illis praestandam, quam defunctis honorem inde persolvendum. Primum igitur illud perpendendum est, quibusdam testatoribus legem imponere necessitatem, partem quandam personis quibusdam tribuendi, quasi ipsa natura debitam, utputa liberis et nepotibus, et parentibus, interdum etiam fratribus, et si quam eiusmodi personam vel inter eos, qui ex nobis sunt, vel inter eos ex quibus nos sumus, leges numerarunt: quibusdam vero nullam esse necessitatem partem quandam bonorum suorum tribuendi, sed liberalitatem esse arbitrio relictam, venientem ad eos, ad quos testator voluerit. His igitur prius a nobis dispositis sancimus et quae sequuntur, ut in Basilicis.

τοὺς παρὰ τινῶν γεγραμμένους Θεοδώρου. Ὁ κληρονόμος ἀναγκαῖος ἢ φιδεικομισσάριος τῶν κατ᾿ εἶδος ἢ τῶν καθ᾽ ὁμάδα καὶ ὁ πρεσβείῳ τιμηθεὶς μὴ πληρῶν τὸ προςτεταγμένον αὐτῷ ὑπὸ τοῦ τεστάτωρος, ἀλλὰ καὶ μετὰ καταδίκην ἀγνωμονῶν ἐπὶ ἐνιαυτόν, μόνον τὸ ἐξ ἀδιαθέτου ἁρμόζον αὐτῷ κομίζεται, τουτέστιν τὸ νόμιμον ποστημόριον, ὅπερ ἐστὶν ἀπὸ μὲν τεσσάρων ἄνω τὸ ἥμισυ, μέχρι δὲ τεσσάρων τὸ τρίτον κατὰ τὴν ιή. νεαράν. ἰστέον δέξ, ὅτι τοὺς ἐξ ἀνάγκης νόμου ⅰ θεματίζει ἡ παροῦσα διάταξις, ὡς δηλοῖ τὸ τέλος τοῦ παρόντος κεφαλαίου. ὅθεν φησίν, ὅτι μὴ ποιοῦντες τὴν κέλευσιν τοῦ τελευτῶντος οὐδὲν λήψονται, εἰ μὴ τὸ ἐξ ἀδιαθέτου, ὡς εἴπομεν· ἀλλὰ τὸ λοιπὸν μέρος τοῦ μὴ πειθαρχήσαντος τῷ τεστάτωρι προςκυροῦται τοῖς συγκληρονόμοις αὐτοῦ κατὰ τὸ δίκαιον τῆς ἐνστάσεως ἑκάστου αὐτῶν. εἰ δὲ συγκληρονόμοι αὐτῷ μὴ ὑπεισιν, ἢ ὑπῆσαν μὲν, οὐκ ἠθέλησαν δὲ ἀδιτεῦσαι, τότε πάλιν τὸ λοιπὸν μέρος αὐτῶν δίδωσι τοῖς φιδεικομισσαρίοις ἢ τοῖς ἐλευθερωθεῖσι δούλοις τοῦ διαθεμένου, ἀσφαλιζομένων πάντων δηλονότι, ὡς πληροῦσι τὸ προςτεταγμένον ὑπὸ τοῦ τεστάτωρος. εἰ δὲ μήτε Ληγατάριος, μήτε οἰκέτης ἐλευθερωθεὶς ὑπεστι, τότε εἷς τῶν ἐξ ἀδιαθέτου τοῦ τεστάτωρος, ἢ καὶ οἱοςδήποτε θέλων έξωτικός, ἢ ἐν ἀπορίᾳ πάντων ὁ φίσκος λαμβάνει τὴν κληρονομίαν, καὶ πληροῖ τὸ προςτεταγμένον ὑπὸ τοῦ τελευτῶντος. καὶ ταῦτα ἐπὶ τῶν ἐξ ἀνάγκης νόμου γραφομένων κληρονόμων, τουτέστι, κατιόντων, ἀνιόντων, ἐσθ᾽ ὅτε δὲ καὶ ἀδελφῶν. ὁ γὰρ μὴ ἐξ ἀνάγκης νόμου γραφόμενος κληρονόμος, εἰ μὴ ποιήσῃ τὸ κελευσθὲν ὑπὸ τοῦ τεστάτωρος, οὐδέ τι ποτές λαμβάνει. τῇ δὲ λεχθείσῃ τῶν εἰρημένων προςώπων, φημὶς, συγκληρονόμων, διαιρέσει ληγαταρίων καὶ δούλων ἐλευθερωθέντων, θελόντων προςελθεῖν τῷ κλήρῳ τοῦ κατοιχομένου, καὶ φίσκῳς ἐν ὑστέρα χώρα τάξινε δίδωσι. πλὴν ἰστέον, ὅτι, ἐὰν κληρονόμος ἔχῃ ὑποκαταστάτους, αὐτοὶ πρῶτον μετὰ τὸν ἀγνωμονήσαντα καλοῦνται πρὸς τὸ πληρῶσαι τὴν βούλησιν τοῦ τεστάτωρος τῶν ἐὰν θέλωσι, τῶν ἐξνερεδάτων πανταχόθεν ἀποκλειομένων, εὐλόγου ⅰ δηλονότι ὑπούσης αἰτίας. σημείωσαι δὲ, ὅτι τότε ἀναγκάζεταί τις πληροῦν τὴν βούλησιν τοῦ τεστάτωρος, ὅτε οὐκ ἔστι παράνομος· τότε γὰρ οὐκ ἔρρωται, ὡς εἴρηται βιβ. ς. τοῦ κώδικος τιτ. με΄. διατ. β΄. [Sch. b. V. 482. sq.]

Theodori. Heres necessarius vel fideicommissarius specialis vel universalis, et legato honoratus, qui quod praeceptum ei a testatore est, non implet, et post condemnationem intra annum praestare differt, id tantum, quod ab intestato ei competit, consequitur, hoe est, legitimam portionem, quae, si plures sint, quam quatuor, semis est, si non sint plures, quam quatuor, triens secundum Novellam 18. Sciendum autem est, hac constitutione eos, qui necessitate legis heredes scribuntur, designari, ut finis huius capitis ostendit Unde ait, si iussa a defuncto non faciant, eos nihil consecuturos praeter id, quod ab intestato debetur, (portionem legitimam uti diximus: sed residuam partem eius, qui testatori non obtemperavit, coheredibus eius adiudicari pro iure, quod quisque eorum ex institutione habet Quodsi coheredes ei non sint, vel fuerint quidem, hereditatem autem adire noluerint, tunc reliquam eorum partem tribuit fideicommissariis, vel servis testatoris manumissis, omnibus scilicet caventibus, se iussa a testatore impleturos. Quodsi nec legatarius, nec servus manumissus sit, tunc unus eorum, qui ab intestato testatori succedunt, vel quilibet extraneus, qui voluerit, vel omnibus deficientibus fiscus hereditatem consequitur, et iussum a testatore implet. Atque haec in his, qui ex necessitate legis heredes scribuntur, hoc est, descendentibus, adscendentibus, interdum etiam fratribus. Qui enim non ex legis necessitate heres scribitur, si a testatore iussa non fecerit, nihil unquam consequitur. Dictae autem praedictarum personarum divisioni, hoc est coheredum, legatariorum, et servorum manumissorum, hereditatem defuncti adire volentium, et novissime fisco locum facit. Sciendum tamen est, si heres substitutos habeat, eos primo loco post eum, qui iussa non exequitur, vocari ad implendam testatoris voluntatem, si velint, exheredatis omni ex parte excludendis, si iusta scilicet causa subsit. Nota autem, tunc aliquem ad testatoris voluntatem implendam cogi, cum ea legibus non repugnat: tunc enim rata non est, ut dictum est lib. 6. Codicis, tit. 46. const. 2.

εἰ τὸ προςταχθὲν νόμιμον εἴη ᾿Ανάγνωθι βιβλίον λε. τῶν διγ. τιτ. α. διγ. λς. καὶ βιβλίον ς. τοῦ κώδικος τιτ. μέ΄. διατ. β΄. [Sch. c. V. 483.]

Lege lib. 35. Dig tit. 1. dig. 36. et lib. 6. Codicis, tit 46 const. 2.

κατὰ τὴν τρίτην Τὸ πλάτος κατὰ τὴν δ΄. ἔχει καὶ παρακρατεῖ τοῦτο σχόλιον παλαιόν. τοῦτο δὲ τὸ νόμιμον μέρος ηὔξησεν ἐπὶ τῶν ἀνιόντων καὶ κατιόντων ἡ ιή. νεαρά ἐν τῷ α΄. κεφαλαίῳ, ὁμοίως καὶ ἐπὶ ἀδελφῶν. [Sch. d V. 483.]

Textus Novellae habet pro quadrante, idque retinet scholium vetus. Hanc autem legitimam portionem in adscendentibus et descendentibus auxit Novella 18. cap. 1. similiter et in fratribus,

τὸ δὲ ἄλλο σύμπαν ἀφαιρεῖσθαι Ὁμοίαν εὑρήσεις διαίρεσιν νεαρᾷ ρλα. κεφαλαίῳ ια, ὅτι, ἐὰν τις ὑπομνησθεὶς

Similem distinctionem invenies Novella 131. cap. 11. eum scilicet, qui ab episcopo et economo per publicamere

τρὰ ἐπισκόπου καὶ οἰκονόμου διὰ δημοσίου προςώπου ἅπαξ καὶ δὲς ὑπέρθηται παντὸς κέρδους. προςτίθησι ἐνταῦθα νομοθεσίᾳ κελεύουσα, ἐπὶ τῶν εἰς εὐσεβεῖς αὐτίας καταλιμπανομένων ὑπερτιθεμένους τοὺς κληρονόμους τὰ προςτεταγμένα ποιεῖν εἰςπράττειν αὐτοῖς τον τόπον ὁσιώτατον ἐπίσκοπον, καὶ τὸν μητροπολίτην, καὶ ἀναλαμβάνειν τὰ καταλελειμμένα μετὰ τῶν καρπῶν καὶ ἐπαυξήσεων, τοὺς δὲ κληρονόμους ἅπαν κέρδος ἐπερχόμενον αὐτοῖς ἐκ τῆς οὐσίας τοῦ τελευτήσαντος ἀπολλύναι. [Sch e. V. 483.]

iterum distulerit, omni lucro excidere. Novella 131. constitutioni hoc loco positae adiicit, in his, quae ad pias causas relinquuntur, sanctissimum locorum episcopum et archiepiscopum ab heredibus, qui iussa facere differunt exigere, et relicta cum fructibus et accessionibus consequi, heredes autem omne lucrum ex bonis defuncti iis obveniens amittere.

τῷ νομίμῳ δόγματι Πρόςκειται εἰς τὸ πλάτος, τὰς τοῦ Πηγασιανοῦ περιόδους μισήσαντές τε καὶ ἐκβαλόντες. [Sch. f V. 483.]

Additur in textu Novellae: Pegasiani ambages exosi et explodentes.

κατὰ τὴν τάξιν τῆς ὀνομασίας Εἰ δὲ πάντας, οὓς εἶχεν, ἠλευθέρωσε δούλους, πάντες ἢ οἱ θέλοντες ἐξ αὐτῶν τὰ τῇ διατάξει ταύτῃ λεχθέντα πληροῦν, ὥςπερ εἰ πολλοῖς ὁ διαθέμενος ὑπὸ αἵρεσιν τοῦ ποι σαί τι κλῆρον κατέλιπε, καὶ τινες αὐτῶν παρητοῦντο. [Sch. g. V. 483.]

Si vero omnes, quos habebat, servos manumisit, omnes vel qui ex his ea, quae hac constitutione dicta sunt, implere velint: quemadmodum si testator multis sub conditione aliquid faciendi hereditatem reliquerit, et quidam ex his id facere recusaverint.

εἴσω τοῦ ῥηθέντος ἡμῖν ἔμπροσθεν χρόνου Ἐνιαυτοῦ μεθ᾽ ὑπόμνησιν ἐκ ψήφου δικαστικῆς προςαγομένους. [Sch. h. V. 483.j

Intra annum post admonitionem sententia iudicis factam.

ἤτοι κληρονομίας ἐγχειρήσεως Οἶδας, ὅτι οἱ μὲν τῶν κληρονομούντων ῥήμασι προςέρχονται τῷ κλήρῳ, οἱ δὲ πράγματι μόνῳ ἤτοι διαθέσει μη λέγοντες, ὅτι κληρονομοῦσιν, ἀλλὰ μένοντες͵ τυχὸν ἐν οἴκῳ κληρονομιαίῳ, ἢ κρατοῦντες κληρονομιαῖα πράγματα ἐν εἰδήσει τοῦ καλεῖσθαι εἰς τὸν κλήρον, ἢ ἐπιτάττοντες δούλοις κληρονομιαίοις, ἢ μισθοῦντες, ἢ πωλοῦντες, ἢ ἀνταλλάττοντες, ἢ δωρούμενοι, ἢ ἁπλῶς ἐκποιοῦντες κληρονομιαία, ἢ ἐλευθεροῦντες ἀνδράποδα τοῦ κλήρου, ἢ θάπτοντες διαθέμενον καὶ μὴ προμαρτυρούμενοι, ὅτι οὐχ ὡς κληρονόμοι, ἀλλ᾽ ἐξ ἑτέρων δικαίων δικαιούμενα πράττουσι, ἢ νεγότιον ἑτέρου ποιοῦντες. ταῦτα οὖν δεῖγμά ἐστι πρὸ νερέδε γεριτίονος. [Sch. i. V. 484.]

Nosti, alios eorum, qui heredes existunt, verbis adire hereditatem alios re tantum seu intentione, cum non dicant, se hereditatem adire, sed forte in aedibus hereditariis maneant, vel res hereditarias detineant, scientes, se ad hereditatem vocari, vel cum servis hereditariis imperent, vel locent, vel vendant, vel permutent, vel donent vel generaliter res hereditarias alienent, vel servos hereditarios manumittant, vel testatorem sepeliant neque antea testentur, se non quasi heredes, sed alio iure iusta ei facere, vel negotium alterius gerentes Haec sunt exempla pro herede gestionis.

1Ἐντεῦθεν ἡμᾶς εἰςῆλθε βουλὴ καὶ τις ἔννοια τοῦ φαλκιδίου νόμου, ὃς καὶ ἀκόντων τῶν διατιθεμένων, εἴπερ ἐξαναλίσκοιεν τὰ πράγματα διὰ τῶν πρεσβείων, δίδωσι παρακατέχειν τοῖς κληρονόμοις, ὅσον αὐτοῖς ποιεῖ τὸ τρίτον ἢ τὸ ἥμισυ τῆς περιουσίας. κἀνταῦθα γὰρ μάχεσθαι μὲν δοκεῖ τῇ γνώμῃgnare τοῦ τελευτήσαντος, σκήπτεσθαι δὲ τῷ ταῦτα ἐφιέντι νόμῳ. θεσπίζομεν τοίνυν, ἀνθεκτέον γὰρ ἡμῖν πανταχοῦ τῆς τῶν τελευτησάντων γνώμης, τοὺς κληρονόμους, εἰ βούλοιντο τῆς ἐντεῦθεν ὠφελείας ἀπολαύειν, καθαρὰν φυλάξαι τῷ νόμῳ τὴν ἐξουσίαν, καὶ μὴ δι᾽ ὧν ἂν ὡς εἰκὸς ὑποκλέψαιεν ἢ κακουργήσαιεν, εἰςάγειν πειρᾶσθαι τὸν φαλκίδιον, καίτοιγε, εἰ μηδὲν ἐκακούργησαν, οὐκ ἂν ἴσως ἁρμόσαντα. γινέσθω τοίνυν καταγραφή παρὰ τοῦ κληρονόμου τοῦ δεδιότος, μήποτε οὐκ ἔχοι μετὰ τὰ χρέα καὶ τὰ πρεσβεῖα φαλκίδιον, κατὰ τὸν τρόπον καὶ τοὺς χρόνους, καθ᾽ οὓς πρώην ἐνομοθετήσαμεν, ὅτε τοὺς ἀνθρώπους ἐξῃροῦμεν τῆς ἐκ τῶν προςελεύσεων ἐπὶ τοῖς οἰκείοις πράγμασι ζημίας, ἱστάντες τὰ βάρη μέχρι τοῦ τῆς οὐσίας τῆς καταλελειμμένης μέτρου, ἐκείνου προςτιθεμένου τοῦ χρῆναι τὸν τοιοῦτον εἰδέναι κληρονόμον, ὡς οὐ δανειστὰς μόνον, ἀλλὰ καὶ ληγαταρίους εὐλαβεῖται, καὶ δέδιεν οὐ τὸ ζημιωθῆναι μόνον, ἀλλὰ καὶ τὸ μὴ κερδᾶναι, παραλαμβάνειν ἅπαντας τοὺς ληγαταρίους, ὅσοι κατὰ τὴν αὐτὴν πόλιν τύχοιεν ἐνδημοῦντες, ἤ τινάς γε ὑπὲρ αὐτῶν πράττοντας, εἰ τυχὸν ἡ τῶν προςώπων φύσις, ἢ ἀξίωσις, ἢ ποιότης, ἢ ἡλικία, ἢ καί τις ἀνάγκη εὐχέρειαν αὐτοῖς οὐ δίδωσι τῆς ἐπὶ τῇ καταγραφῇ παρουσίας. εἰ δὲ ἄπεισί τινες, παραγίνεσθαι μάρτυρας, τῶν ἐξ αὐτῆς τῆς πόλεως ἀξιοπίστων καὶ κεκτημένων· οὐσίαν καὶ ἐπὶ χρηστῆς ὑπολήψεως ὄντων, οὐκ ἐλάττους τῶν τριῶν· ταβουλλαρίοις γὰρ μόνοις, τόγε εἰς τοῦτο ἧκον, οὐ πιστεύομεν, ἐφ᾽ ὧν δὲ προςήκει γίνεσθαι τὴν καταγραφήν· ὥςτε ἐπανελθοῦσι τοῖς ληγαταρίοις καὶ μεμφομένοις ὑπεξαιρεῖσθαί τι τυχὸν τῶν πραγμάτων ἢ μὴ φανερὸν γίνεσθαι, παρρησίαν εἶναι μὴ μόνον διὰ τῆς τῶν οἰκετῶν βασάνου τὸ πρᾶγμα ζητεῖν· καὶ γὰρ δὴ καὶ τοῦτο

Hinc nos consilium et cogitatio quaedam legis Falcidiae subiit, quae invitis quoque testatoribus, si bona legatis exhauriant, heredibus permittit retinere, quantum illis trientem vel semissem bonorum efficit Etenim hoc quidem casu testatoris voluntati repu-

2Lege προςαγομένην. Adde τὸν ante διαθέμενον. 1 cap. 2. Nov. 1. exhibet Syn. p. 349. ubi haec leguntur: εἰ μὴ ἀλλὰ πληρώσει τοὺς ληγαταρίους, κἂν εἰ (lege καὶ εἰς τὸ τῆς ληγάτων δόσις. Nisi fecerit heres inventarium, Falcidiam substantiae defuncti modum datio legatorum excedat. Ibidem καὶ νεαρὰν α΄. ἐν ᾗ φησιν, ὅτι ἀνάγκην ἔχουσιν οἱ κληρονόμοι, ἰνβεντάριον ἤτοι ἀπογραφήν, εἰ μὴ μέλλοι (lege μέλλοιεν Lege et Nov. 1. in qua dicit, necesse esse heredibus, ut impleant creditores et legatarios metuere velint, Lege ὃς. δίδομεν κατὰ τὴν πρώην παρ᾽ ἡμῶν εἰρημένην ἐπὶ ταῖς οἰκετικαῖς βασάνοις παρατήρησιν· ἀλλὰ καὶ διὰ τοῦ ὅρκου τοῦ κληρονόμου καὶ διὰ τοῦ ὅρκου τῶν μαρτύρων λεγόντων, παρεῖναι τοῖς πραττομένοις καὶ ἐπιδεῖν τὰ τότε γινόμενα καὶ οὐδὲν συνειδέναι γενόμενον τῷ κληρονόμῳ κακούργημα, οὕτω τε τὴν ἐπὶ τοῖς καταλελειμμένοις ὑπὸ τοῦ διαθεμένου πράγμασιν εὑρίσκειν ἀλήθειαν· πλὴν εἰ μὴ τυχὸν οἱ παρόντες τῶν ληγαταρίων πάντες ἢ τινὲς διαμαρτυρίας αὐτοῖς στελλομένης οὐ βουληθεῖεν ἐλθεῖν, οὐδὲ παρεῖναι τῇ καταγραφῇ· τηνικαῦτα γὰρ ἄδεια ἔσται τῷ κληρονόμῳ, καὶ μὴ παραγινομένων τῶν ληγαταρίων ἀρκεῖσθαι τῇ μαρτύρων παρουσίᾳ, καὶ ποιεῖν τὴν ἀπογραφήν· ἀποκειμένου καὶ οὕτω τοῖς ληγαταρίοις τοῦ τε ὅρκου τοῦ κληρονόμου καὶ τῆς τῶν οἰκετῶν βασάνου • καὶ τούτων ἁπάντων παρατηρηθέντων ἔχειν τὴν ἐκ τοῦ φαλκιδίου βοήθειαν. οὕτω γὰρ οὐ δέξομεν οὐδὲ νόμον οὕτως εὐδοκιμήσαντα μέχρι νῦν ἐλαττοῦν, οὐδὲ ἀδικεῖν τὸν τελευτήσαντα. εἰ γὰρ πάντως μὲν αὐτῷ βούλεταί τινας γενέσθαι κληρονόμους καὶ ἔχειν τινὰ παραψυχὴν ἐκ τῆς αὐτοῦ διαδοχῆς, καὶ οἴεταί γε αὐταρκῆ περιουσίαν ἔχειν, οὐ μὴν τοῦτο ἡ τοῦ πράγματος ἀλήθεια δείκνυσι, πρόδηλον, ὡς οὐκ ἐναντίωσις ἔσται τοῦτο τῆς τοῦ κατοιχομένου βουλῆς, ἀλλὰ τῆς ἀγνοίας κάθαρσις τῆς ἐκείνου, εἰ μέντοι μὴ ποιήσειε καταγραφὴν κατὰ τοῦτο τὸ σχῆμα, καθάπερ εἰπόντες ἔφθημεν, οὐ παρακαθέξει φαλκίδιον, ἀλλὰ πληρώσει τοὺς ληγαταρίους, κἂν εἰ τὸ τῆς καθαρᾶς οὐσίας τοῦ τελευτήσαντος ὑπερβαίνῃ μέτρον ἡ τῶν ληγάτων δόσις. καὶ τοῦτό φαμεν οὐ τὸν ἡμετέρον ἐλαττοῦντες νόμον, ὃν τεθείκαμεν ἐπὶ τῷ μηδὲν οἴκοθεν ζημιοῦσθαι τοὺς κληρονόμους τοῖς δανεισταῖς· δώσει γὰρ ποινὴν αὐτοῖς ἐκτινὺς τῆς ἑαυτοῦ κακουργίας, διότι παρέβη τὸν νόμον, ἐξ ὧν ἀσφαλῶς ἅπαντα πράξαντι μηδὲν ἐζημιώσθαι, τουναντίον μὲν οὖν καὶ τὰ ἐκ τοῦ φαλκιδίου νόμου κερδᾶναι.

videtur, niti autem lege haec permittente. Sancimus igitur, (ubique enim voluntatem defunctorum nos tueri oportet ut heredes, si commodo inde redundante frui velint, integram servent legi potestatem, neque ob ea, quae forte subtraxerint vel dolo malo fecerint, Falcidiam inducere conentur, quae fortasse non competeret, si nihil dolo fecissent. Fiat igitur inventarium ab herede metuente, ne forte deducto aere alieno et legatis Falcidiam non habeat, eo modo et iis temporibus, quae dudum sancivimus, cum homines damno ex aditionibus rebus propriis imminente exemimus, onera sistentes usque ad modum relicti patrimonii: illo addito, eiusmodi heredem, qui non creditores solum, sed etiam legatarios veretur, et non solum metuit, ne damno afficiatur, sed etiam ne lucro careat, scire debere, se assumere omnes legatarios, quotquot in eadem civitate degant, vel quosdam, qui pro eis agant, si forte personarum sexus, vel dignitas, vel qualitas, vel aetas, vel etiam necessitas quaedam facultatem eis non concedat, ut inventario interesse possint. Si vero quidam absint, adhibeantur testes ex personis eiusdem civitatis fide dignis et locupletibus et bonae existimationis, non minus quam tres, (tabulariis enim solis, quantum ad hoc attinet, fidem non habemus coram quibus inventarium confici convenit: ita ut legatariis reversis et aliquid forte ex bonis amotum vel non manifestatum esse querentibus, facultas sit, non solum per servorum tormenta, (etenim hoc quoque permittimus secundum observationem de servorum tormentis antea a nobis traditam sed etiam per iusiurandum heredis, et iusiurandum testium dicentium, se interfuisse iis, quae acta sunt, et quae tunc facta sunt, vidisse, neque ullius fraudis ab heAdde τα ante δικαιούμενα. Lege γεστίονος. Epitomen ποιήσει καταγραφὴν ὁ κληρονόμος, οὐ παρακαθέξει φαλκίδιον, καθαρᾶς οὐσίας τοῦ τελευτήσαντος ὑπερβαίνῃ μέτρον ἡ τῶν non retinebit, sed legatariis satisfaciet, quamvis purae hoc scholium additur: ἀνάγνωθι καὶ νεαρὰν φιε. ἀνάγνωθο ἅπερ ἂν ὁ διαθέμενος διατάξηται, πληροῦν, καὶ τοῦ ποιεῖν εὐλαβεῖσθαι δανειστάς τε καὶ ληγαταρίους. Lege et Nov. 115.

γινέσθω τοίνυν καταγραφή Θεοδώρου. Ὁ φαλκίδιον θέλων παρακρατεῖν ποιείτω ἴνβεντον ἐμπροθέσμως, τουτέστιν ἐντὸς τῶν τριῶν μηνῶν, παρόντων ληγαταρίων καὶ ὰ τῶν δανειστῶν, ἢς εἰ μὴ εἰσιν οὗτοι, παρόντων τριῶν μαρτύρων ἀξιοπίστων· ἐὰν γὰρ παρόντες οἱ ληγατάριοιε μή βουληθῶσι παραγενέσθαι ἐπὶ τῇ ποιήσει τοῦ ἰνβέντου, ἄρκοῦσι μόνοι οἱ εἰρημένοι μάρτυρες. ἀνάγνωθι βιβλίον 5. τιτ. Κ. καὶ ν. ἀνάγνωθι περὶ ἰνβενταρίου πουπίλλου βιβ. ε΄. τοῦ κώδικος τιτ. λζ. διατ. κε΄. καὶ νεαρὰν ρλα. ἐν τῷ τέλει. [Sch. k. V. 484.]

Theodori. Qui Falcidiam retinere vult, inventarium intra statutum tempus faciat, hoc est intra tres menses, praesentibu legatariis et creditoribus, vel si absint, praesentibus tribus testibus fide dignis: nam si legatarii praesentes inventario conficiendo interesse noluerint, soli dicti testes sufficiunt. Lege lib. 6. tit. 30. et 50. Lege de inventario pupilli lib. 5. Codicis, tit. 37. const. 25. et Novellam 131. in fine.

Ἔστι τοῦ κώδικος τιτ. λ. διατ. κβ. κεφ. δ., ἐν ᾗ φησιν, ἄρχεσθαι τὴν ἀπογραφὴν εἰς Χ΄. ἡμέρας, πληροῦσθαι δὲ αὐτὴν εἴσω ξ. ἡμερῶν. ἐὰν δὲ ἀπολιμπάνωνται οἱ κληρονόμοι τῶν τόπων ἐκείνων, ἐν οἷς ἡ κληρονομία ἢ τὰ πλείω αὐτῆς πράγματα διάκεινται, τότε εἴσω ἐνιαυτοῦ τοῦ ἀπὸ τῆς τελευτῆς τοῦ διαθεμένου ψηφιζομένου͵ τὸ ἰνβεντάριον πληρούτωσαν, κατὰ τὴν κειμένην ἐκεῖ παρατήρησιν. [Sch. k. V. 484.]

Est constitutio 22. tit. 30. lib. 6. Codicis cap. 4. in qua dicit, inventarium intra triginta dies inchoari, intra sexaginta dies autem finiri. Sin autem heredes absunt ab illis locis, in quibus hereditas, vel plurimae res eius sitae sunt, tunc intra annum a morte testatoris computandum inventarium perficiant, secundum observationem ibi positam.

ἡ τῶν προςώπων φύσις Ἐὰν τυχὸν ὁ ληγατάριος γυνή ἐστιν, ἢ ἀξιωματικός, ἢ δοῦλος, ἢ ἀφῆλιξ. [Sch. 1. V. 484.]

Si forte legatarius mulier sit, vel dignitate praeditus, vel servus, vel impubes

ταβουλλαρίοις γὰρ μόνοις Τὸ δὲ ἐναντίον ἔγνως βιβ. α΄. τοῦ κώδικος τιτ. γ΄. διατ. λα. ὅτι πιστοὶ οἱ ταβουλλάριοι μόνοι καθ᾽ ἑαυτούς. [Sch. m. V. 484.]

tabulariis enim solis Contrarium didicisti lib. 1. Codicis tit. 3. const. 31. tabularios solos per se fide dignos esse.

τόγε εἰς τοῦτο ἧκον Σημαίνει, ὅτι ἐν τοῖς ἄλλοις πιστεύονται οἱ ταβουλλάριοι μόνοι. [Sch. n. V. 484.]

Significat, in reliquis tabulariis solis fidem haberi.

3

, quae testator ordinaverit, et inventarium faciant, nisi rede factae conscios esse, rem investigandi, et ita veritatem in bonis a testatore relictis inveniendi nisi forte ii ex legatariis, qui praesentes sunt, omnes vel quidam denuntiatione iis missa venire et inventario interesse noluerint: tunc enim facultas erit heredi etiam non praesentibus legatariis testium praesentia contento inventarium faciendi: servato sic quoque legatariis tam iureiurando heredis, quam quaestione servorum: atque his omnibus observatis ex Falcidia auxilium habeat. Sic enim neque legem, quae hactenus adeo inclaruit, imminuere, neque defuncto iniuriam facere videbimur. Nam si omnino aliquos heredes sibi existere, et ex sua successione solatium quoddam habere vult, seque sufficiens patrimonium habere arbitratur, nec tamen rei veritas id demonstrat, certum est, hoc voluntati defuncti non contrarium futurum, sed ignorantiam illius purgaturum. Si tamen inventarium non fecerit eo modo, quem antea diximus, Falcidiam non retinebit, sed legatariis solidum solvet, quamvis legatorum praestatio modum purae substantiae defuncti excedat. Idque dicimus, non legem nostram imminuentes, quam ideo tulimus, ne heredes in suis bonis a creditoribus damnum patiantur: praestabit enim, poenam illis fraudis suae exsolvens, quod legem violaverit, cum ei caute omnia agenti nullum damnum pati, et e contrario ea, quae ex lege Falcidia veniunt, lucrari licuisset.

καὶ τῆς τῶν οἰκετῶν βασάνου Ἐὰν οἱ ληγατάριοι λέγουσι τὸν κληρονόμον κλέπτειν, ζητείσθω τὰ λεγόμενα κλέπτεσθαι διά τε τῆς οἰκετῶν βασάνου, καὶ διὰ τῆς τῶν μαρτύρων ἐνωμότου καταθέσεως καὶ τοῦ, ὅρκου τοῦ κληρονόμου. ταῦτα δὲ νόει, ἐὰν οὐκ ὤμοσεν ὁ τεστάτωρ, τί εἶχεν ἐν περιουσίᾳ, διὰ τὴν μή. νεαράν. ἀνάγνωθι βιβ. σ. τοῦ κώδικος τιτ. λ΄. διάταξιν κα΄. ἔνθα εἴρηται, ὅτι καὶ πᾶσι τοῖς δανεισταῖς ἐνέχεται ὁ μὴ ποιῶν ἴνβεντον. [Sch. ο. V. 484. sq.]

Si legatarii dicant, heredem aliquid subtrahere, ea, quae subrepta esse dicuntur, quaerantur per servorum tormenta, et per depositionem testium iureiurando firmatam, et per heredis iusiurandum. Haec autem intellige, si non testator iuraverit, quid in bonis haberet, propter Novellam 48. Lege lib. 6. Codicis, tit. 30. const. 21. ubi dicitur, omnibus quoque creditoribus teneri eum, qui inventarium non faciat.

Ὡς βιβ. β΄. τοῦ κώδικος τιτ. νή. διατ. α΄. καὶ βιβ. ς. τιτ. λ. διατ. κβ. ἀνάγνωθι δὲ βιβ. θ΄. τοῦ κώδικος τιτ. μα. διατ. ιγ΄. ἐκεῖ γάρ φησιν, ὅτι τότε δύνανται βασανίζεσθαι οἱ κληρονομιαῖοι δούλοι, ἡνίκα περὶ κληρονομίας ζητεῖταί τις ἐκ ποίου μέρους ἐστὶ κληρονόμος· οὐ μὴν ἔνθα τοῦτο μὲν ὡμολόγηται, ζήτησις δὲ γίνεται περὶ τῶν κληρονομιαίων πραγμάτων. πλὴν ἡ τελευταία τοῦ αὐτοῦ τίτλου διάταξις ἀναιρεῖ τὴν ιγ΄. συνφθεγγομένη ταῖς ἐν τῷ β. καὶ ς΄. βιβ. τοῦ κώδικος, ὡς εἴρηται, κειμέναις διατάξεσι, καὶ τῷ ἐνταῦθα ἐν τῇ νεαρᾷ ῥητῷ, καὶ φησιν, ότι ἡνίκα περὶ κληρονομιαίων πραγμάτων γίνεται ἡ ζήτησις, δύνανται βασανίζεσθαι οἱ οἰκέται. [Sch. o. V. 485.]

Ut lib. 2. Codicis, tit. 58. const. 1. et lib. 6. tit. 30. const. 22. Lege autem lib. 9. Codicis, tit. 41. const. 13. Ibi enim dicit, quaestionem de servis hereditariis tune posse haberi, cum de hereditate quaeritur, quanam ex parte quis heres sit: nec vero, quando hoc quidem certum est, quaestio autem de rebus hereditariis movetur. Verum constitutio ultima eiusdem tituli constitutionem 13. tollit, conveniens cum constitutionibus lib. 2. et 6. Codicis, ut dictum est, positis, et huic Novellae contextui, et ait, cum de rebus hereditariis quaestio movetur, servos torqueri posse.

4Οὐ δώσομεν δὲ ἄδειαν τῷ κληρονόμῳ, τὸ μέτρον τῆς οὐσίας ἀκριβῶς γινώσκοντι, καταβάλλειν εὐθὺς ἐξ ἀρχῆς τισιν ὁλόκληρα τὰ πρεσβεῖα καὶ πλήρη τὴν γνώμην τοῦ διαθεμένου τηρῆσαι, τοῦτο ὅπερ καὶ αἱ τῶν πρὸ ἡμῶν λέγουσι διατάξεις, παρὰ δὲ τινων παρακατέχειν ἐθέλειν, οὐδὲ ἐκ μέρους μὲν πληροῦν τὴν τοῦ διαθεμένου γνώμην, ἐκ μέρους δὲ αὐτὴν ἐλαττοῦν· ἀλλὰ τόνγε ὅλως οὐ πεπλανημένον περὶ τὸ τῆς οὐσίας ποσόν, ἀλλὰ γινώσκοντά τε καὶ εὐθὺς ἀκολουθήσαντα τῇ γνώμῃ τοῦ διαθεμένου διὰ πάντων αὐτῇ κατακολουθεῖν, καὶ μὴ μεταμέλεσθαι πρὸς τὰ χείρω· οὐ γὰρ ἂν εἴη τοῦτο καθαρῶς ἀκολουθεῖν. οὐ μὴν οὐδὲ ἐφήσομεν αὐτοῖς τὴν ἀρχὴν ἐπισταμένοις μέν, ἀφυλάκτως δὲ καταβαλοῦσιν, εἶτα ὕστερον πράγματα τοῖς λαμβάνουσι παρέχειν, καὶ ἀναλαμβάνειν βούλεσθαι παρ᾿ αὐτῶν, ὅπερ ἂν τύχοιεν καταβαλόντες. δεῖ γὰρ πρὸ τῶν πράξεων βουλεύεσθαί τε καὶ πράττειν· ἀλλὰ μὴ πράξαντα ὀρθῶς, εἶτα μεταβαλεῖν ἀγνωμοσύνην· πλὴν εἰ μὴ δικαία τις αἰτία τοῦτο εἰςαγάγοι παραδόξου τινὸς ἀναφανέντος, ὅπερ ἐλαττοῖ τὴν οὐσίαν, καὶ χώραν τῇ ἀναλήψει ποιεῖ.

Non permittemus autem heredi modum patrimonii accurate noscenti, ut statim ab initio quibusdam solida legata solvat, et voluntatem testatoris totam servet, (id quod etiam eorum, qui ante nos imperarunt, constitutiones dicunt quibusdam autem deducere velit, nec ita ex parte quidem testatoris voluntatem impleat, ex parte vero eam imminuat: sed qui circa patrimonii quantitatem penitus non errat, sed cognovit eam et statim secutus est testatoris voluntatem, per omnia eam sequatur, neque in peiora voluntatem mutet: hoc enim non esset pure sequi. Sed neque iis, qui initio quidem scierunt, incaute tamen solverunt, concedemus, ut iis, qui accipiunt, postea negotia facessant, et ab iis, quod solverint, recuperare velint. Antequam enim agas, consilium capiendum et tunc agendum est: non autem, ubi recte feceris, ad iniquitatem animum convertere oportet: nisi quae iusta causa hoc induxerit, si quid praeter expectationem emerserit, quod substantiam minuat, et locum repetitioni faciat.

οὐ δώσομεν δὲ ἄδειαν τῷ κληρονόμῳ Θεοδώρου. Ὁ κληρονόμος εἰδὼς τὴν οὐσίαν τοῦ τεστάτωρος οὐ δύναται τινὰς μὲν τῶν ληγαταρίων πληροῦν, ἐκ τινῶν δὲ παρακρατεῖν φαλκίδιον, ἢ ὁεπετιτείειν τι, ἐὰν ἤδη αὐτοῖς κατέβαλεν, εἰ μὴ ἄρα ἀπροοπτον χρέος ἀνεφάνη, ἢ συμβῇ αἰτία εὔλογος. ἀνάγνωθι βιβ. ς. τοῦ κώδικος τιτ. ν. διατ. ς΄. [Sch. p. V. 485.]

Theodori. Heres, qui novit bona testatoris, non potest qui busdam legatariis solidum solvere, ex aliorum autem legatis Falcidiam retinere, vel aliquid repetere, si ipsis iam solverit, nisi forte aes alienum improvisum emerserit, aut iusta causa contigerit. Lege lib. 6. Codicis tit. 50. const. 6.

5᾿Αλλὰ κἀκείνου πρόνοιαν ἐθέμεθα τοῦ μὴ χρόνον γίνεσθαι μακρὸν ἐν ταῖς τοιαύταις ζητήσεσιν· οὐδεμίαν γὰρ τῶν τοιούτων ζητήσεων ἢ δικῶν ὑπερβαίνειν τὸν τοῦ ἐνιαυτοῦ χρόνον θεσπίζομεν, ἀνάγκην ἐπιτιθέντες εἴσω παντὸς ἐνιαυτοῦ μετὰ προςέλευσιν καὶ τὰ πρεσβεῖα καταβάλλειν, καὶ τὰ ὑπὸ τοῦ διαθεμένου καταλελειμμένα πληροῦν κατὰ τὴν ἑαυτῶν φύσιν, καὶ πάντα πράττειν, ὅσα ἔμπροσθεν εἰρήκαμεν. ἀρχὴν δὲ τῷ ἐνιαυτῷ δίδομεν, καθάπερ ἔμπροσθεν εἰπόντες ἔφθημεν, τὴν ἐκ δικαστικῆς ὑπόμνησιν ψήφου· τοῦ γὰρ ἐνιαυτοῦ παρ᾽ αἰτίαν τοῦ κληρονόμου παραδραμόντος, τηνικαῦτα ὁ μὲν ἐκπεσεῖται τῶν κατα- " λελειμμένων, ἕτεροι δὲ ἐπὶ ταῦτα ἥξουσιν, οὓς ἐμπροσθεν ἐκαλέσαμεν. ἀνήβοις δὲ ἢ καὶ ἐλάττοσι τὴν ἡλικίαν οὐδὲν ὁ παρ᾽ ἡμῶν προκρίναι νόμος· ἔστι γὰρ αὐτοῖς, εἴτι κατὰ τὰς εἰρημένας ἡμῖν αἰτίας βλαβεῖεν, διπλῆ τις βοήθεια, καὶ ἡ διὰ τῆς ἀποκαταστάσεως, καὶ ἡ διὰ τῆς κατὰ τῶν ἐρραθυμηκότων κηδεμόνων ὁδοῦ. οὐκ ἐξαιροῦμεν δὲ τοῦ νόμου οὐδὲ τὰς πατρωνικὰς διαδοχάς· κἀκεῖσε γὰρ αὐτοῖς τῆς νομίμης φυλαττομένης μοίρας, ἣν ἡμεῖς διωρίσαμεν, εἴ τι παρὰη ταύτης αὐτοῖς καταλειφθείη, καί τι παρὰ τῶν ἀπελευθέρων αἰτηθεῖεν ἐκεῖνοι πληρῶσαι, εἶτα μὴ βούλοιντο, ταύτην τὴν τάξιν κρατεῖν θεσπίζομεν, ἣνπερ ἀρχόμενοι τῆς θείας ἡμῶν ταύτης διατάξεως εἶπομεν· ὥςτε τὴν μὲν νόμιμον μοῖραν μένειν παρ᾿ αὐτοῖς καθαρὰν τῶν τοιούτων, τὰ δὲ λοιπὰ ἔρχεσθαι πρὸς τὴν παρ᾿ ἡμῶν νῦν ἀνεῳγμένην ἐπὶ τοιούτοις ὁδὸν μάλιστα· εἴπερο καὶ ἐν αὐτῇ τῇ περὶ τῶν πατρωνικῶν τεθείσῃ παρ᾽ ἡμῶν διατάξει πρὸς ὁμοίωσιν σχεδὸν τῶν εὐγενῶν, καὶ τὰς ἀπελευθερικὰς ἐτάξαμεν διαδοχάς. ἐπειδὴ δὲ διπλοῦς ἐστιν ὁ τῶν διαθηκῶν τρόπος, ἢ εἰς ἔγγραφον φερόμενος διατύπωσιν, ἢ εἰς ἄγραφον βούλησιν, ταῦτα ἅπαντα κρατεῖν ὁμοίως καὶ κατὰ τὴν ἴσην παρατήρησιν καὶ ἐπὶ ἀγράφων διαθηκῶν, καὶ ἐπὶ πάσης τελευταίας βουλήσεως θεσπίζομεν, καὶ ἐπὶ προςώπου παντός, εἴτε ἰδιωτικοῦ, εἴτε ἱερατικοῦ, προς που είτε ἅπασιν ἀνθρώποις τοῦτον τὸν νόμον ἀποτιθέμεθα. ταῦτα ἡμεῖς ὑπὲρ τοῦ κοινῇ πᾶσι λυσιτελοῦντος ἀνθρώποις ἐγράψαμεν, καὶ ὅπως ἂν οἵ τε ζῶντες τῶν καταλελειμμένων ἀπολαύοιεν, οἵ τε τελευτῶντες μετ᾿ εὐθυμίας ἀπέλθοιεν, γινώσκοντες, ὡς ὁ νόμος αὐτοῖς καὶ κειμένοις ὑπηρετήσεται καὶ ἅπερ ἂν ἐκεῖνοι διατάξαιεν, αὐτὸς εἰς ἔργον ἄξει.

Illius quoque curam gessimus, ne multum temporis in eiusmodi quaestionibus consumatur: sancimus enim, ut nulla eiusmodi quaestio vel lis anni spatium excedat, necessitatem imponentes, ut omnino intra annum post aditionem et legata solvat et a testatore relicta impleat pro eorum natura, et omnia faciat, quae antea diximus. Initium autem anno damus, quemadmodum supra iam diximus, ab admonitione decreto iudiciali facta: anno enim culpa heredis transacto, ille relictis excidet, alii autem ad ea pervenient, quos antea vocavimus. Pupillis autem vel etiam aetate minoribus lex nostra praeiudicio non est: est enim eis, si quod ex causis a nobis dictis damnum passi fuerint, duplex auxilium, tam per in integrum restitutionem, quam per actionem contra negligentes tutores vel curatores Non excipimus autem ab hac lege ne patronorum quidem successiones: nam et hic legitima parte, quam definivimus, iis servata, si quid praeter eam illis relictum sit, et a libertis rogati fuerint, ut quid impleant, deinde nolint, sancimus, ut is ordo obtineat, quem initio huius sacrae nostrae constitutionis diximus: ita, ut legitima quidem portio libera huiusmodi oneribus apud eos maneat, reliqua vero via a nobis in eiusmodi casibus nunc aperta procedant maxime, cum in constitutione de iure patronatus a nobis proposita ad similitudinem fere ingenuorum libertinorum quoque successiones disposuerimus. Quoniam vero duplex est testamentorum modus vel ad scriptam dispositionem vergens, vel ad voluntatem in scriptis non habitam, sancimus, ut haec omnia similiter valeant et ex aequo tam in testamentis non scriptis, quam in omni ultima voluntate, et in omni persona observentur, sive privata ea sit, sive militaris, sive sacerdotalis, sive palatina, sive alia quaelibet. Communem enim omnibus hominibus hane minum utilitate scripsimus, et ut tam viventes iis quae relicta sunt, perfruantur, quam morientes aequo anime decedant, scientes, legem ipsis etiam sepultis opem laturam, et quae disposuerint, eam ad effectum perducturam esse.

τὸν τοῦ ἐνιαυτοῦ χρόνον Σημαίνει, ὅτι πᾶσα δίκη καὶ ζήτησις προφάσει τινὸς ἐν διαθήκῃ καταλειφθέντος κινουμένη πάντως ἐντὸς ἐνιαυτοῦ ὀφείλει τέμνεσθαι. [Sch. q. V. 485.]

Significat, omnem litem et quaestionem occasione rei alicuius in testamento relictae motam omnino intra annum decidi oportere.

τηνικαῦτα ὁ μὲν͵ ἐκπεσεῖται τῶν καταλελειμμένων Ἐὰν ὁ κληρονόμος μὴ καταβάλλῃ τὸ προςτεταγμένον αὐτῷ ὑπὸ τοῦ τεστάτωρος ἐντὸς ἐνιαυτοῦ τοῦ ψηφιζομένου μετὰ ὑπόμνησιν δικαστικήν, ἐκπίπτει τῆς κληρονομίας, καὶ πάλιν χώραν ἀναλαμβάνει ἡ εἰρημένη πολλάκις τῶν προςώπων διαίρεσις, καὶ ὁ θέλων πληροῖ τὴν τοῦ τελευτήσαντος βούλησιν κατὰ τὴν ἀνωτέρω, διάστιξιν· εἰ μὴ ἄρα ἄνηβος ἢ ἀτελὴς εἴη ὁ κληρονόμος, ὅςτις καὶ διὰ τῆς ἀποκαταστάσεως καὶ διὰ τῆς κατὰ τῶν ἰδικῶν κηδεμόνων ἀγωγῆς βοηθεῖται. ἀνάγνωθι δὲ τὸν κβ. τιτ. τοῦ β΄. βιβλίου τοῦ κώδικος, καὶ τὸν λέ. τιτ. τοῦ ς΄. βιβ. οὐ μὴν ἀλλὰ καὶ τὸν β. τίτλον τοῦ ζ. βιβ. ἰστέον δὲ, ὅτι φησὶν ἡ παροῦσα διάταξις, καὶ κρατεῖν τὰ εἰρημένα καὶ ἐπὶ τῶν διαδεχομένων τοὺς ἀπελευθέρους μετὰ τὸ ὀφειλόμενον τοῖς πάτρωσι μέντοιγε, τουτέστι τὸ τριούγκιον. ἀνάγνωθι τὸν δ. καὶ τὸν ς. τιτ. τοῦ ς΄. βιβλίου τοῦ κώδικος. τὰ δὲ λεχθέντα ἐν τῇ προκειμένῃ διατάξει χώραν ἔχει ἐπὶ πάσης τελευταίας βουλήσεως, τουτέστι, κἂν ἔγγραφος μὲν ἢ ἄγραφος εἴη, καὶ ἐπὶ παντὸς προςώπου προβαίνει. [Sch. r V. 485.]

ille relictis excidet Si heres, quod ei a testatore iniunctum est, intra annum ab admonitione iudiciali computandum non solverit, excidit hereditate et rursus locum habet saepe memorata personarum divisio, et qui vult, testatoris voluntatem implet secundum supra dictam distinctionem: nisi forte heres impubes sit, aut minor, cui et in integrum restitutione, et actione adversus tutores curatoresve suos subvenitur Lege tit. 22. lib. 2. Codicis, et tit. 35. lib. 6. nec non tit. 2. lib. 7. Sciendum est, dicere praesentem constitutionem, ea, quae dicta sunt, obtinere et in his, qui libertis succedunt, servato tamen eo, quod patronis debetur, id est, quadrante. Lege tit. 4. et 6. lib. 6. Codicis. Quae autem in hac constitutione dicta sunt, locum habent in omni ultima voluntate, hoc est, sive scripta sive sine scriptura condita sit, et in omni persona.

ἕτεροι δὲ ἐπὶ ταῦτα ἥξουσιν ᾿Αρα πῶς ἥξουσιν ἐπὶ ταῦτα; καὶ νομίζω, ὅτι δεῖ πάντως ἡγεῖσθαι ψῆφον ἀπὸ διαιρέσεως τῆς κειμένης ἐν τῷ ἑβδόμῳ βιβλίῳ τοῦ κώδικος τίτλῳ λή. διατάξεως ἕκτης. [Sch. s. V. 486.]

Quomodo vero ad ea pervenient? et puto, sententiam omnino praecedere debere, ex divisione posita lib. 7. Codicis, tit 38. const. 6.

εἴτε στρατιωτικοῦ Σημείωσαι ξένον ὡραῖον. τινὲς γὰρ ἐκ ταύτης τῆς διατάξεώς φασιν, ὅτι στρατιώτης μὴ ποιήσας ἐνβεντάριον οὐ συγγινώσκεται, κατὰ τὴν ἐν τῷ ς. βιβλίῳ τοῦ κώδικος τιτ. δ΄. διάταξιν τελευταίαν. [Sch. t. V. 486.j

Nota novum et pulcrum ius. Quidam enim ex hac constitutione aiunt, militi, si inventarium non fecerit, non ignosci, secundum const. ult. tit. 4. lib. 6. Codicis.

2 (= Nov. 18.1)

pr.Θεσπίζομεν, εἰ μὲν ἑνός ἐστι παιδὸς πατὴρ ἢ μήτηρ, ἢ δυοῖν ἢ τριῶν ἢ τεσσάρων, μὴ τριούγκιον αὐτοῖς καταλιμπάνειν μόνον, ἀλλὰ τὴν τρίτην τῆς ἑαυτοῦ περιουσίας, τουτέστιν οὐγκίας τέσσαρας, καὶ τοῦτο εἶναι τὸ διωρισμένον μέτρον ἄχρι τοῦ ῥηθέντος ἀριθμοῦ. εἰ δὲ ὑπὲρ τοὺς τέσσαρας ἔχουσι παῖδας, τὴν ἡμίσειαν τῆς πάσης περιουσίας αὐτοῖς καταλιμπάνεσθαι μοῖραν, ὥςτε ἑξαούγκιον εἶναι πάντως τὸ ὀφειλόμενον ἑκάστῳ κατ᾿ ἶσον τὸ τετραούγκιον τυχὸν ἢ τὸ ἑξαούγκιον διαιρούμενον· καὶ τοῦτο οὐκ ἐν ἀδίκῳ περιστάσει πραγμάτων· εἰκὸς γὰρ κἀνταῦθα τοὺς ἄλλους ἀδικηθῆναι, τῶν μὲν τὰ καλλίονα, τῶν δὲ τὰ χείρονα λαμβανόντων· ἀλλὰ τοῦτο δὴ τὸ ἐπιβάλλον ἑκάστῳ διὰ πάντων ἶσον εἶναι ἐν ποιότητί τεα καὶ ποσότητι, εἴτε τις αὐτὸ κατὰ τρόπον ἐνστάσεως, εἴτε κατὰ πρεσβείου καταλιμπάνει πρόφασιν. πάρεστι γὰρ αὐτῷ τὸ λοιπόν, ὀκταούγιον τυχὸν ἢ ἑξαούγκιον, ἔχειν, καὶ φιλοτιμεῖσθαι καθ ' ὅσον ἂν βουληθείη ἢ τοῖς παισὶν αὐτοῖς, ἤ τισι τῶν ἔξωθεν, καὶ τῆς φύσεως πρότερον θεραπευθείσης τὰ εἰκότα, οὕτως ἐπὶ τὰς ἔξω φιλοτιμίας χωρεῖν • τούτου κρατοῦντος ἐφ᾽ ἁπάντων τῶν προςώπων, ἐφ᾽ ὧν ἐξ ἀρχῆς ὁ τοῦ πάλαι τετάρτου τῆς μέμψεως νενομοθέτηται λόγος.

Sancimus, ut, si quis unius, vel duorum, vel trium, vel quatuor liberorum pater materve sit, non quadrantem illis solum relinquat ¹, sed tertiam bonorum suorum partem, hoc est, uncias quatuor, et hunc esse definitum modum usque ad dictum numerum. Sin autem ultra quatuor liberos habeant, dimidia totius substantiae pars eis relinquatur, ita ut semis sit omnino quod debetur, aequaliter inter singulos triente forte vel semisse dividendo: idque non iniusta rerum circumstantia: fortasse enim et hic ceteri iniuriam patiuntur, his quidem meliora, illis vero deteriora percipientibus: sed id, quod cuique competit, per omnia aequale sit, tam qualitate, quam quantitate, sive quis illud per modum institutionis, sive legati nomine relinquat. Licet enim ei reliquum, bessem puta, vel semissem habere, et quantum voluerit, vel liberis ipsis, vel quibusdam extraneis largiri et cum naturae prius ea, quae conveniunt, praestita fuerint, ita demum ad liberalites extraneis praestandas procedere: hoc observando in omnibus personis, in quibus ab initio antiquae quartae querelae inofficiosi ratio constituta est.

μὴ τριούγκιον αὐτοῖς καταλιμπάνειν μόνον Τὸ νόμιμον ποστημόριον, ὃ καὶ ἐξ ἀδιαθέτου καλεῖται, ἐστὶ μὲν ἄχρι τεσσάρων παίδων τετραύγκιον· ἀπὸ δὲ τῶν δ. ἄνω ἑξαούγκιον. οἱ γονεῖς γὰρ ἀναγκάζονται ἐᾶσαι τὸ εἰρημένον ποσὸν τοῖς ἰδίοις τέκνοις, δηλονότι ἐνστάσει κατὰ τὴν ριε. νεαράν. ἀνάγνωθι βιβλίον γ΄. τοῦ κώδικος τιτ. κή. διάταξιν ς. ή. νεαρὰν κβ. ξς΄. 58. [Sch. u. V. 486.]

Portio legitima, quae et dicitur portio eius, quod ab intestato debetur, usque ad quatuor liberos triens est si plures sint, quam quatuor, semis. Parentes enim dictam quantitatem liberis suis relinquere coguntur titulo institutionis scilicet, secundum Novellam 115 Lege lib. 3. Codicis, tit. 28. const. 6. 8. Novellam 22 66. 92.

1Πάντων τῶν ἄλλων τῶν περὶ τῆς μέμψεως κειμένων νόμων, καὶ μάλιστα τῶν ἡμετέρων ἐπὶ τῆς ἑαυτῶν φυλαττομένων ἰσχύος, ἐπί τε τῶν ἀχαρίστων παίδων, ἐπί τε τῶν μὴ τοιούτων· πλὴν κατὰ μόνον τὸ ποσόν, ὅπερ κατὰ τὸ παρὸν ηὐξήσαμεν κατὰ πάντας τοὺς προκειμένους ὅρους.

Omnibus aliis legibus, quae de inofficiosi querela latae sunt, et maxime nostris, in suo robore servandis, tam de ingratis liberis, tam de his, qui tales non sunt: excepta sola quantitate, quam in praesenti secundum omnes dispositiones antea positas auximus.

2Κωλύομεν δὲ κἀκεῖνο βαρύ τε ὂν καὶ ἔχον μέν τινα νόμιμον ἀφορμήν, εἰς δεινὴν δὲ ἐμπῖπτον ἀπήνειάν τε καὶ πικρίαν. ἴσμεν γάρ τινας διαθήκας, καθ ' ἃς οἱ τελευτῶντες οὐ πατρικῶς, οὐδὲ ὡς ἄνδρας ἐχρῆν, ἀλλὰ σφόδρα μαλθακῶς καὶ ὑποκεκλιμένως ἐποιήσαντο τὰς ἐνστάσεις. ταῖς μὲν γὰρ γυναιξὶ πᾶσαν κατέλιπον τῶν ἑαυτῶν πραγμάτων τὴν χρῆσιν, τοῖς δὲ παισὶ τὴν δεσποτείαν γυμνήν, ὥςτε σπούδασμα εἶναι τῆς τοιαύτης διαθήκης τὸ τὴν γυναῖκα καὶ τὴν δεσποτείαν προςλαβεῖν, τῶν παίδων ἴσως λιμῷ φθειρομένων. πόθεν γὰρ ἂν ἐν μέσῳ καὶ διοικοῖντο, καὶ τὴν ἐφήμερον ἔχοιεν δίαιταν, οὐδενὸς αὐτοῖς καταλελειμμένου, γυναικείας ὀργῆς ἴσως καὶ ἀλόγου παρεμπιπτούσης, ἥτις αὐτῶν καὶ τὴν καθ᾽ ἡμέραν ἀφαιρεῖται διοίκησιν; οὐκ ἐξέσται τοίνυν τὸ λοιπὸν οὐδενὶ παντελῶς παῖδας ἔχοντι τοιοῦτό τι πράττειν, ἀλλὰ πάντως αὐτοῖς τοῦ νομίμου μέρους, ὅπερ νῦνh ἀφωρίσαμεν, καὶ τὴν χρῆσιν καὶ τὴν ἐπικαρπίαν πρὸς τῇ δεσποτεία καταλιμπανέτωκ, εἰ βούλεται παίδων οὐκ εὐθὺς λιμῷ τελευτώντων, ἀλλὰ καὶ ζῆν δυναμένων καλεῖσθαι πατήρ. καὶ ταῦτα πάντα φαμὲν οὐκ ἐπὶ πατρὸς μόνου, ἀλλὰ καὶ ἐπὶ μητρός, καὶ πάππου καὶ προπάππου, καὶ τῶν παρεζευγμένων ἑκάστῳ θηλέων προςώπων, μάμμης φαμὲν καὶ προμάμμης, εἴτεο πρὸς πατρός, εἴτε πρὸς μητρὸς εἶεν.

Prohibemus autem et illud, quod grave est, et legitimam quidem originem habet, in horrendam tamen crudelitatem et acerbitatem incidit. Novimus enim quaedam testamenta, in quibus defuncti non paterno animo, neque ut viros decuit, sed valde molliter et demisse institutiones celebrarunt. Uxoribus enim totum bonorum suorum usumfructum reliquerunt, liberis autem nudam proprietatem, ita ut testamenti eiusmodi ea sit intentio, ut mulier etiam proprietatem insuper accipiat, filiis fortasse fame pereuntibus. Unde enim medio tempore et se sustentarent, et quotidianum victum haberent, nullo eis relicto accedente fortasse muliebri ira et iniusta, quae ipsis etiam quotidianam sustentationem auferat? Non licebit igitur in posterum ulli omnino, qui liberos habet, tale quid facere, sed omnino eis legitimae portionis, quam nunc definivimus, et usum et fructum cum proprietate relinquant, si pater dici velit liberorum, qui non statim fame emoriantur, sed etiam vitam sustentare possint. Et haec omnia dicimus non de patre tantum, sed et de matre, et avo, et proavo, et adiunctis cuique feminarum personis, avia scilicet et proavia, sive paterna, sive materna.

καὶ τὴν χρῆσιν καὶ τὴν ἐπικαρπίαν Τότ ἐξ ἀδιαθέτου νόμιμον μέρος οὐ μειοῦται, οὔτε κατὰ χρῆσιν οὔτε κατὰ δεσποτείαν, ἀλλὰ κατὰ χρῆσιν καὶ κατὰ δεσποτείαν ὀφείλει δίδοσθαι. [Sch. x. V. 486.]

Portio legitima successionis ab intestato non minuitur, neque quod ad usumfructum, neque quod ad proprietatem attinet, sed cum usufructu et proprietate dari debet.

3Οὐδὲς ἐκείνου φυλαττομένου τὸ λοιπὸν ἐπὶ τοῖς ἐγγόνοις καὶ προεγγόνοις τοῖς οὐχὶ γνησίοις καὶ ὑπεξουσίοις, ὥςτε παρὰ τὸ τρίτον ἔχειν αὐτοὺς τῆς μοίρας, ἣν τοῖς αὐτῶν γονεῦσι περιοῦσιν ἔδει καταλιπεῖν τοὺς διαθεμένους. οὐ γὰρ ἐξαιροῦμεν ἔτι τοὺς ἐγγόνους τοὺς ἀπὸ παιδὸς τοῖς πρὸς πατρὸς πάπποις γενομένους, ὥςτε ἐκείνους μὲν τέλειον λαμβάνειν, ὅσον ἂν ὁ αὐτῶν πατὴρ ἐλάμβανε περιών, τοὺς δὲ ἐγγόνους τοὺς ἀπὸ τοῦα πάππου διὰ μέσης θυγατρὸς γενομένους ἢ τοὺς ἀπὸ τῆς μάμμης πρὸς πατρός, ἢ πρὸς μητρός, παρὰ τὸ τρίτον λαμβάνειν, ἀλλὰ μίαν τάξιν ἐφ᾽ ἅπασι τίθεμεν ἐγγόνοις καὶ προεγγόνοις, οὐκ ἀνεχόμενοι τὸ θῆλυ τοῦ ἄρρενος ἐν τοῖς τοιούτοις ἐλαττοῦν. οὐδὲ γὰρ τὸ ἄρρεν αὐτὸ καθ ' ἑαυτό, οὐδὲ τὸ θῆλυ μόνον πρὸς τεκνογονίαν αὔταρκες· ἀλλ᾽ ὡςπερ ἑκάτερον συνήρμοσεν ὁ θεὸς πρὸς τὴν τῆς γενεσιουργίας χρείαν, οὕτω καὶ ἡμεῖς τὴν τοιαύτην ἑκατέρῳ φυλάττομεν ἰσότητα. ἀλλ᾽ οὐδὲ μέχρι τούτου στήσομεν τὸν νόμον· ταῦτα γάρ φαμεν καὶ ἐπ᾿ ἐκείνων τῶν παίδων, οἵπερ ἐκ γάμων εἰσὶ γνησίων, εἰ καὶ μὴ προῖκες τοῖς γάμοις ἀκολουθήσαιεν, ἀλλὰ διάθεσις ὡμολογημένη καὶ σαφὴς μεταξύ τῶν συνοικούντων οὖσα τοῖς παισὶ δοίη τὸ γνήσιον. προῖκα μὲν γὰρ ἀποτελεῖ γάμος, γάμον δὲ προῖκες οὐ ποιοῦσιν, ἀλλ᾽ ἡ τῶν συνοικούντων ἀμοιβαδόν διάθεσις. ταῦτα δὲ κρατείτω καὶ ἐπὶ τῶν ἐκ μεταγενεστέρας διαθέσεως μετὰ προικῴων κατὰ τὰς ἡμετέρας διατάξεις γενομένων γνησίων. καὶ οὗτος μὲν νόμος ἔστω ταῖς γνησίαις γενεαῖς.

Neque illud in posterum in nepotibus et pronepotibus, qui sui et in potestate non sunt, observetur, ut minus habeant triente eius portionis, quam parentibus corum superstitibus relinquere testatores debebant. Non enim amplius excipimus nepotes ex filio avo paterno natos, ut illi quidem solidum id accipiant, quod pater eorum superstes accepturus esset, nepotes autem avi per mediam personam filiae nati, vel nepotes aviae paternae vel maternae minus triente capiant, sed unum ordinem in omnibus nepotibus et pronepotibus statuimus, non ferentes, ut feminae in eiusmodi casibus masculis cedant. Neque enim masculus ipse per se, neque femina sola ad liberorum procreationem sufficit: sed quemadmodum utrumque Deus ad procreationis opus coniunxit, ita etiam nos utrique talem aequalitatem servamus. Sed neque hactenus legem sistemus: haec enim dicimus et de illis liberis, qui ex iustis nuptiis procreati sunt, tametsi dotes nuptias secutae non sint, sed manifesta et certa inter coeuntes affectio praestet liberis, ut legitimi sint. Dotem enim nuptiae faciunt: nuptias autem dotes non faciunt, sed mutua coeuntium affectio. Haec autem obtineant et in his, qui ex posteriore affectione intervenientibus dotalibus instrumentis secundum constitutiones nostras legitimi effecti sunt. Et haec quidem lex sit proli legitimae.

οὐδὲ ἐκείνου φυλαττομένου Πάντες οἱ κατιόντες, κἂν ἄρρενες· κἂν θήλειαι ὠσι, κἂν ἐξ ἀρρένων, κἂν ἐκ θηλειῶν, ἐξ ἴσου κληρονομοῦσι τοὺς ἰδίους γονέας ἐξ ἀδιαθέτου. ἀνάγνωθι βιβλίον ς΄. τοῦ κώδικος τιτ. νε. καὶ νή. καὶ μάλιστα τὴν ιδ΄. καὶ ιε. τοῦ αὐτοῦ τίτλου διάταξιν. μὴ λάθῃ σε δὲ ἡ ριή. νεαρά, ἀλλ᾽ ἀνάγνωθι καὶ ταύτην. [Sch. y. V. 486.]

Omnes descendentes, sive masculi, sive feminae sint, sive ex masculis, sive ex feminis, parentibus suis ab intestato ex aequo succedunt. Lege lib. 6. Codicis, tit. 55. et 58. et potissimum const. 14. et 15. eiusdem tituli. Nec te lateat Novella 118. sed eam quoque lege.

εἰ καὶ μὴ προῖκες τοῖς γάμοις ἀκολουθήσαιεν Θεοδώρου. Καὶ οἱ ἐξ ἀπροίκου γυναικός τεχθέντες καλῶς κληρονομοῦσι τοὺς ἰδίους γονεῖς, κἂν νόθοι ἦσαν καὶ ἐγένοντο γνήσιοι τῇ ποιήσει τῶν προικῴων. ἀνάγνωθι τὴν ριζ. νεαράν, ἔνθα κεῖται. ἀνάγνωθι βιβ. έ. τοῦ κώδικος, τιτ. κζ. διατ. ε΄ ς. ί. ια΄.. [Sch. z. V. 486.j

Theodori. Etiam qui ex muliere indotata nati sunt, recte succedunt parentibus suis, licet naturales fuerint et instrumentis dotalibus factis legitimi facti sint. Lege Novellam 117. ubi posita est. Lege lib. 5. Codicis, tit. 27. const. 5. 6. 10. 11.

3 (= C. 3.29.2)

pr.Εἰ μὲν ὑπεξουσίῳ ὄντι τῷ σῷ ἀδελφῷ ὁ πατὴρ ἐδωρήσατο τὴν πᾶσαν αὐτοῦ περιουσίαν, ἐπειδὴ ἡ τοιαύτη δωρεὰ ἐν τῷ διαιροῦντι τῇ φαμιλίᾳ τὸν κλῆρον δικαστηρίῳ χρείαν ἔχει βεβαιωθῆναι, ὁ αὐτὸς δικαστὴς ὁ τὴν δωρεὰν βεβαιῶν ἀφορίζει σοι τὸ γ. μέρος τῶν ἐξ ἀδιαθέτου. εἰ δὲ αὐτεξουσίῳ ὄντι αὐτῷ ἐδωρήσατο αὐτῷ πάντα τὰ προςόντα αὐτῷ πράγματα, ἡ μὲν δωρεὰ νόμῳ συνέστηκε, λοιπὸν δὲ κατὰ μίμησιν τῆς κατὰ διαθήκης μέμψεως κινοῦντί σοι τὴν κατὰ τῶν δωρεῶν ἀγωγὴν ὁ ἄρχων βοηθήσει.

Si quidem fratri tuo in potestate constituto pater totum suum patrimonium donavit, quoniam eiusmodi donatio in iudicio familiae erciscundae confirmari debet, idem iudex, qui donationem confirmat, trientem portionis ab intestato debitae tibi assignat. Si vero ei emancipato omnia bona sua donavit, donatio quidem iure consistit, Praeses autem ad similitudinem querelae inofficiosi testamenti de donationibus querelam instituenti tibi subveniet.

εἰ μὲν ὑπεξουσίῳ ὄντι τῷ σῷ ἀδελφῶ Τὰκ δωρηθέντα παρὰ τοῦ πατρὸς δηλονότι ἑνὶ τῶν υἱῶν, εἰ μὲν ὑπεξούσιός ἐστι, βεβαιοῦνται ἐν τῷ φαμιλίας ἑρκισκοίνδαε, καὶ τοῖς λοιποῖς τῶν παίδων φυλάττεται τὸ ἀναλογοῦν δ΄. ἀνάγνωθι τὴν δ. διάταξιν τοῦ λς. τίτλου τοῦ παρόντος γ. βιβλίου, καὶ τὴν κε΄. διατ. τοῦ ις. τίτλου τοῦ ἐ΄. βιβλίου. εἰ δὲ αὐτεξούσιος εἴη, συνίσταται μὲν εὐθέως ἡ δωρεά, τὸ δὲ δ. δίδοται τοῖς ἄλλοις υἱοῖς διὰ τῆς δεϊνοφικίοσο δονατιόνιβους. σημείωσαι δὲ, ὅτι θεματίζει ἡ παροῦσα διάταξις τὸν ἕνα μόνον υἱὸν πᾶσαν τὴν οὐσίαν τοῦ πατρὸς λαβόντα κατὰ δωρεάν. ἀνάγνωθι γὰρ τὴν ὁ΄. διάταξιν τοῦ παρόντος τίτλου καὶ τὴν 5β. νεαράν. [Sch. a. V. 486.]

Quae a patre uni ex filiis donata sunt, si quidem in potestate sit, confirmantur in iudicio familiae erciscundae, et reliquis liberis pro virili portione quarta servatur. Lege const. 4. tit. 36. huius libri 3. et const. 25. tit. 16. lib. 5. Si vero sui iuris sit, donatio quidem statim consistit, quarta autem reliquis liberis datur per querelam inofficiosae donationis. Nota autem, praesentem constitutionem proponere, unum tantum filium totum patris patrimonium donatione accepisse. Lege enim const. 5. huius tituli, et Nov. 92.

ἐπειδὴ ἡ τοιαύτη δωρεά Θεοδώρου. Εἰ ὑπεξούσιος ἦν ὁ σὸς ἀδελφός, καὶ ἐξ ὁὲ τοῦ πατρὸς οὐσα δωρεά πάλιν αὐτῷ προςεπορίσθη, καὶ ἐδεῖτο καὶ τοῦ ἐφησυχάσαι αὐτὸν ἕως τελευτήσει. εἰ δὲ αὐτεξούσιος ἦν, χρεία δεϊνοφικίοσο. [Sch. a. V. 487.]

Theodori. Si frater tuus in potestate erat, donatio ex re patris facta rursus ei acquisita est, et silentio quoque eius usque ad mortem indigebat. Si vero sui iuris erat, necessaria est querela inofficiosae donationis.

ἀφορίζει σοι τὸ γ. μέρος τῶν ἐξ ἀδιαθέτου Ἡ γὰρ πρὸς τὸν ὑπεξούσιον γενομένη δωρεὰ βεβαιοῦται, ώςτε μὴ τὸν ἄλλον παῖδα « βλαβῆναι περὶ τὸν φαλκίδιον, ὡς ἔγνωμεν ἐν τῷ πρὸ τούτου τίτλῳ ἐν τῇ ἡ. διατάξει. [Sch. b. V. 487.]

Donatio enim in filium in potestate constitutum collata ita confirmatur, ut alter filius circa Falcidiam non laedatur, ut didicimus titulo praecedente, const. 8.

πάντα τὰ προςόντα αὐτῷ πράγματα Ἔξεστι γὰρ πᾶσαν οὐσίαν ἅμα δωρεῖσθαι, ὡς εὑρήσεις σὺν θεῷ ἐν τῷ ή. βιβ. [Sch. c. V. 487.]

Licet enim omnia bona simul donare, ut iuvante Deo invenies lib. 8.

κατα μίμησιν τῆς κατὰ διαθήκης μέμψεως Πάντα οὖν τὰ εἰρημένα σοι ἀνωτέρω ἐπὶ τῆς δεϊνοφικίοσο τεσταμέντο νόει καὶ ἐπὶ τοῖς δεϊνοφικιόσις δονατιονίβους. [Sch. d. V. 487.]

Omnia igitur, quae supra de querela inofficiosi testamenti tibi dicta sunt, intellige etiam de querela inofficiosae donationis.

4 (= C. 3.29.3)

pr.Πατήρ τις ἔχων παῖδας ἕνα ἐξ αὐτῶν αὐτεξούσιον ποιησάμενος τούτῳ σχεδὸν ἅπασαν τὴν οὐσίαν ἐδωρήσατο, ἢ καὶ ἐξωτικῷ τινι πάντα σχεδὸν αὐτοῦ τὰ πράγματα ἐδωρήσατο καὶ τετελεύτηκεν ἀδιάθετος. τὸ οὖν ζητούμενον, εἰ δύνανται οἱ παῖδες κατὰ τῶν ἀμέτρων κινεῖν τὴν μέμψιν. αἱ γὰρ διατάξεις αἱ προλαβοῦσαι, ὃς καὶ ἐνέθηκαν οἱ παῖδες ἐν τῇ δεήσει, ὑποτίθενται τὸν πατέρα διαθέμενον, καὶ ὄνομα ψιλὸν ἀπὸ διαθήκης καταλιπόντα τοῖς παισί. λέγει οὖν ἡ διάταξις οὕτως· τὰ μὲν ἐν ταῖς δεήσεσιν ἐντεθέντα ῥέσκριπτα περὶ ἐκείνων τῶν πατέρων ἐπισημαίνεται, οἵτινες διαθέμενοι ἐν τῇ ἰδία ζωῇ τὴν ἑαυτῶν ὑπόστασιν ἀμέτροις δωρεαῖς δαπανήσαντες μάταιον ὄνομα κληρονομίας τοῖς ἰδίοις παισὶ καταλελοίπασι. πλὴν καὶ εἰς τοὺς ἀδιαθέτως τελευτήσαντας ὁ αὐτὸς τῆς δικαιοσύνης λόγος ἐκτείνει.

Pater quidam filios habens unum eorum emancipaverat, eique totum fere patrimonium donaverat, vel etiam extraneo cuidam totum fere patrimonium donaverat, et intestatus decesserat. Quaerebatur igitur, an liberi querelam immodicarum donationum instituere possent. Praecedentes enim constitutiones quas liberi precibus etiam inseruerant, ponunt, patrem fecisse testamentum, et nudum nomen ex testamento liberis reliquisse. Sic igitur ait constitutio Precibus inserta rescripta eos patres denotant, qui, cum testamento facto vivi patrimonium suum immensis donationibus exinanissent, inane nomen hereditatis liberis suis reliquerunt. Sed ad eos quoque, qui ab intestato decedunt, eadem aequitatis ratio extendit.

ἢ καὶ ἐξωτικῷ τινι Σημείωσαι, πῶς καὶ αὕτη ἀορίστως διαλέγεται περὶ παντὸς λαβόντος τὰς ἀμέτρους δωρεάς. [Sch. e. V. 487.]

Nota, quomodo et haec constitutio sine distinctione loquatur de quolibet, qui immensas donationes accepit.

πλὴν καὶ εἰς τοὺς ἀδιαθέτως τελευτήσαντας Καὶ ἐξ ἀδιαθέτου ἁρμόζει ἡ προκειμένη ἀγωγὴ κατὰ τῶν ἀμέτρων δωρεῶν δηλονότι, κἂν ἐξωτικῷ, κἂν υἱῷ ἐδωρήθη, κατὰ τὴν α΄. διάταξιν τοῦ παρόντος τίτλου. [Sch. f. V. 487.]

Etiam ab intestato competit querela adversus immensas dationes, sive extraneo, sive filio donatum fuerit, secundum const. 1. huius tituli.

5 (= C. 3.29.5)

pr.Δύο τις ἔχων παῖδας αὐτεξουσίους πᾶσαν αὐτοῖς ἐδωρήσατο τὴν οὐσίαν. μετὰ ταῦτα ἕτερον ἔσχε παῖδα καὶ ἐτελεύτησε. καὶ δέεται αὐτὸς ὁ πατήρ ἀνατραπῆναι πάσας τὰς δωρεάς, διὰ τὸ τοὺς μετὰ ταῦτα τεχθέντας παῖδας ἢ ἐγγόνους ἀποστερηθῆναι τῆς αὐτοῦ περιουσίας. ἡ τοίνυν διάταξις, ἐπειδὴ καὶ τὰς δωρεὰς ἐρρωμένας εὑρε, καὶ οὐδὲ ἐπὶ περιγραφῇ τοῦ παιδὸς γενομένας εὗρεν· οὐδὲ γὰρ ἦν τότε ἐν φύσει· κελεύει τὰς μὲν δωρεᾶς ἐρρῶσθαι, μέρος δὲ ἀποσπᾶσθαι ἐξ αὐτῶν τὸ ὀφειλόμενον καταλειφθῆναι τῷ παιδί καὶ ποιῆσαι αὐτῷ τὸ τρίτον τῶν ἐξ ἀδιαθέτου.

Quidam duos habens filios emancipatos, totum patrimonium ipsis donaverat. Postea alium filium susceperat, vel nepotem ex filio, qui iam decesserat. Et ipse pater donationes omnes revocari desiderabat, quod filii vel nepotes postea suscepti bonis eius defraudarentur. Constitutio igitur, quia et donationes validas esse, neque in fraudem filii factas animadvertit, (neque enim tunc in rebus humanis erat iubet, ratas quidem esse donationes, partem autem ex ipsis detrahi, quae filio relinqui debuit, et trientem portionis ab intestato debitae ei efficere.

μετὰ ταῦτα ἕτερον ἔσχε παῖδα Θεοδώρου. Ὁ δωρησάμενος πάντα αὐτοῦ τὰ πράγματα τοῖς οὐσιν οἰκείοις παι· σίν, ἐὰν σχῇ ἄλλον υἱὸν νόμιμον, ἀναγκάζεται περιποιεῖν αὐτῷ τὸ δ΄. ἀφαιρούμενος ἐκ τῶν λαβόντων παίδων ὅλα τὰ αὐτοῦ. ἀνάγνωθι τὴν ηβ. νεαρὰν λέγουσαν, ὅτι ὀφείλει ἕκαστος τῶν γονέων ἐᾶσαι τὸ νόμιμον μέρος ἑκάστῳ τῶν παίδων, πρὸς ὁ ἔχει κατὰ τὸν καιρὸν τῶν δωρεῶν. νόει δὲ μὴ τὸ δ. διδόμενον, ἀλλὰ τὸ γ΄. ἢ τὸ ἥμισυ κατὰ τὴν ιή. νεαράν. [Sch.g. V. 487.]

Theodori. Qui omne patrimonium suum liberis suis superstitibus donavit, si alium filium legitimum susceperit, quartam partem ei servare cogitur, adimendam liberis, qui totum patrimonium suum acceperunt. Lege Novellam 92. qua dicitur, parentes singulos singulis liberis portionem legitimam relinquere debere pro modo bonorum, quae tempore donationis habet. Intellige autem non quartam dari, sed trientem vel semissem, secundum Novellam 18.

Θαλελαίου. Ἡ διάταξις αὐθεντία ἐστὶν, ἢ παρὰ τοὺς κανόνας. [Sch. g. V. 487.

Thalelaei. Ius singulare est huius constitutionis, sive contra iuris regulas.

Καλοκύρου δουκ. Αὐθέντησεν ἡ διάταξις, ἐπειδὴ ἤμελλον οἱ παῖδες παντελῶς ἀδικεῖσθαι, μηδεμίαν ἔχοντες βοήθειαν. ἐζήτησε δὲ ὁ ἥρως Πατρίκιος, εἰ ἄρα δυναταί τις ἐκ τῆς διαιρέσεως ταύτης τῆς διατάξεως ἑλκύσαι νόμιμον τοιοῦτον· εἴγε ἐπὶ πάσης δωρεᾶς μὴ ἐπὶ περιγραφῇ τῶν παίδων γενομένης, κατά τινα περίστασιν αὐτοὺς βλαψάσης, χώρα τῷ νομίμῳ τῆς διατάξεως, ἵνα ἀποσπασθῇ τὸ γ΄. καὶ οὐδὲν ἐπέκρινεν εἰπῶν, ὅτι κατὰ καινοτομίαν εἰςηνέχθη ἡ παροῦσα διάταξις. δωρεῖται δὲ τις οὐκ ἐπὶ περιγραφή, ὅτε πολλάκις κατέσχε τὸ δ. καὶ ὕστερον ἄπορος ἐγένετο, ἢ ἐλπίζων ἐπικτήσασθαι ἐδωρήσατο τῷ ἑνὶ παιδί, καὶ οὐκ ἐπεκτήσατο. [Sch. g. V. 487.]

Calocyri Ducis. Novum ius introduxit constitutio, quia liberi omnino damnum passuri erant, nullum auxilium habentes. Quaesivit autem clarissimus Patricius, an quis ex distinctione huius constitutionis tale ius quis posset derivare: ut in omni donatione, quae in fraudem liberorum facta non est, aliquo autem eventu eos laedit, locus sit iuri constitutionis, ut triens detrahatur. Et nihil respondit, dicens, hanc constitutionem innovandi iuris gratia esse introductam. In fraudem autem non donat, qui quartam retinuit, et postea inops factus est, vel qui uni ex liberis donavit, sperans fore, ut quaedam acquirat, quae tamen non acquisivit.

6 (= C. 3.29.6)

pr.᾿Ανήρ τις ἔχων υἱὸν αὐτεξούσιον καὶ θυγατέρα, καὶ πολλὰ τῷ παιδὶ δωρησάμενος, προικίσας δὲ καὶ τὴν θυγατέρα, καὶ τελευτῶν διεῖλε τὴν οὐσίαν μεταξὺ τοῦ υἱοῦ καὶ τῆς θυγατρός. ἡ θυγάτηρ διαβάλλει τὰς δωρεάς. λέγει οὖν ἡ διάταξις· Εἰ ἡ προὶς καὶ τὰ ἐν διαθήκῃ καταλειφθέντα σοι ποιοῦσιν τὸ τρίτον τῆς ἐξ ἀδιαθέτου, καλῶς ζητεῖς ἀνατρέψαι τὴν δωρεάν, κατὰ τὴν μίμησιν τῆς κατὰ διαθήκης μέμψεως· εἰ μὴ τὸ καταλελειμμένον σοι παρ᾿ αὐτοῦ μετὰ τῆς δοθείσης σοι προικὸς ἀρκεῖ πρὸς τὸ τρίτον, ἢ ἐπέγνως τὴν τοῦ πατρὸς βούλησιν, ἢ πενταετία παρέδραμε καὶ μείζων εἶ τῶν εἰκοσιπέντε ἐτῶν.

Quidam filium habens emancipatum et filiam, multis donationibus in filium collatis, et dote filiae data, moriens inter filium et filiam bona sua diviserat. Filia donationes arguebat. Ait igitur constitutio: Si dos et quae testamento tibi relicta sunt, non efficiant trientem successionis ab intestato, recte desideras donationem revocari ad instar querelae inofficiosi testamenti: nisi id, quod ab eo tibi relictum est, cum dote tibi data ad trientem sufficiant, vel patris voluntatem agnoveris, vel quinquennium exierit et maior sis annis vigintiquinque.

ἀνήρ τις ἔχων υἱὸν αὐτεξούσιον Μὴ θεματίσεις δωρεάν πρὸς ὑπεξούσιον παῖδα παρὰ πατρὸς γενομένην· οὐδὲ γὰρ ἀπεντεῦθεν ἔρρωται, ὥςπερ οἰδὲ πρᾶσις. ἀλλ᾽ ὑπόθου, ὅτι ἐν γαμικοῖς συμφώνοις ἐποίησε τὴν δωρεὰν ὁ πατὴρ πρὸς τὸν υἱὸν, ἢ εἰς προγαμιαίαν δωρεὰν ἐδωρήθη, ἢ καὶ ἁπλῶς ἤτοι ἀπροφασίστως. τούτου δὲ μέχρι τέλους ὑπεξουσίου μείναντος ἐν τῇ διαιρέσει τῆς φαμιλίας ἡ γενομένη δωρεά βεβαιοῦται. ἴσως δε τις καὶ θανάτου αἰτίᾳ δωρεάν θεματίσειε. ἀπεντεῦθεν δὲ εἶπον, ὅτι εἰ μὴ ἐπιμείνῃ 0 πατήρ μέχρι τέλους τῇ αὐτῇ γνώμῃ, ἀκυροῦται τὰ τῆς δωρεᾶς, ώςτε πρὸς ἀποτέλεσμα κεῖται ταυτὶ κατὰ μίμησιν τῶν γινομένων πρὸς γαμετὰς δωρεῶν. συνελόντα τοίνυν εἰπέ, ὅτι ἡ μὲν πρὸς ὑπεξούσιον γενομένη δωρεὰ πρὸς τὸ ῥηθὲν ὁρᾷ αποτέλεσμα, καί ἐστιν ὥςπερ ἐν μετεώρῳ. ἡ δὲ πρὸς αὐτεξούσιον παραχρῆμα ἔρρωται. ἀνάγνωθι τίτλον ζ. κεφ. λθ΄. περὶ τὸ τέλος. [Sch. h. V. 488.]

Ne fingas donationem in filiumfamilias a patre collatam: neque enim illico valet, sicut nec venditio. Sed finge, patrem in pactis nuptialibus donationem in filium contulisse, vel ad donationem ante nuptias donasse, vel simpliciter et nulla causa praecedente. Sin autem usque ad mortem patris in potestate permanserit, in iudicio familiae erciscundae donatio facta confirmatur. Forte et mortis causa donationem quis sibi finxerit. Dixi, illico, quia, si pater usque ad mortem in eadem voluntate non permanserit, donatio infirmatur, ad similitudinem donationum uxoribus factarum: ut in eventu posita sit. Dicas igitur breviter, donationem filiofamilias factam ad dictum eventum spectare, et velut in pendenti esse. Donatio vero in filium emancipatum collata statim valet. Lege tit. 7. cap. 39. circa finem.

Το δὲ θέμα αὐτῆς τοιοῦτον, καὶ τὰ ἑξῆς, ὡς ἐν τῷ Βασιλικῷ. [Sch. h. V. 488.

Species autem eius talis est, et cetera, ut in Basilicis.

Θεοδώρου. Ὁ μὴ ἔχων ὁθενδήποτε τὸ δ΄. υἱός, κινεῖ τὴν δεϊνοφικίοσις δονατιονίβους κατὰ τῶν ἀμέτρων δωρεῶν γαμικῶν, κἂν μόρτις καῦσα ἐδωρήθη, ὡς βιβ. ή. τιτ. νζ. διατάξει β΄. μέμνησο τῆς α΄. διατάξεως τοῦ παρόντος τίτλου, καὶ ἀνάγνωθι τὴν β. νεαράν. [Sch. h. V. 488.]

Theodori. Filius, qui undecunque quartam non habet agit de inofficiosis donationibus adversus immensas donationes nuptiales, et si mortis causa donatum fuerit, ut lib. 8. tit. 57. constitutione 2. Memineris constitutionis I. huius tituli, et lege Novellam 92.

εἰ μὴ τὸ καταλελειμμένον παρ᾽ αὐτοῖς Ελέπε, πῶς οὐκ ἐπέτρεψε τῷ πατρὶ εἰς τοῦτο τὸ ἀποσπώμενον μέρος διατίθεσθαι, ἀλλ᾽ ἠβουλήθη πάντως τοῖς παισὶν αὐτοῖς παρασχεθῆναι. οὗτος γάρ ἐστιν ὁ σκοπὸς τῆς διατάξεως. κἂν γὰρ ἀδιάθετος τελευτήσῃ, εἰ καταδέξονται τὸν κλῆρον αὐτοῦ, καὶ οἱ ἐμαγκίπατοι ἀναγκάζονται συνειςενεγκεῖν τὰς δωρεάς, ἃς ἔλαβον. παραιτοῦνται εἰς ἐκείνους μόνους περίσταται το δ [Sch i. V. 488.]

Observa, quomodo patri de hac parte detracta testari non permiserit, sed omnino liberis ipsis eam praestari voluerit. Hic enim est finis constitutionis. Licet enim intestatus decesserit, emancipati quoque, si hereditatem eius adeant, donationes, quas acceperunt, conferre tenentur. Si vero recusent, ad eos solos quarta pervenit.

ἢ ἐπέγνως τὴν τοῦ πατρὸς βούλησιν Σημείωσαι οὖν, ὅτι κατὰ τοῦτο ἔοικε τῇ δεϊνοφικίοσο τεσταμέντο ὁ δεϊνοφικίοσις δονατιονίβους, ὅτι ὁ ἐπιγνοὺς τὸ καταλειφθὲν αὐτῷ, καὶ αὐτῆς ἀποκλείεται. [Sch. k. V. 488.]

Nota igitur, in eo querelam de inofficiosis donationibus querelae inofficiosi testamenti similem esse, quod qui sibi relictum agnovit, ea quoque excluditur.

ἢ πενταετία παρέδραμε Εἰ γὰρ ἔοικε τῇ δεϊνοφικίοσο τεσταμέντο, ἀποκλείεται καὶ αὐτὸν πενταετίας παραδραμούσης. [Sch. 1. V. 488.]

vel quinquennium exierit Nam si querelae inofficiosi testamenti similis est, quinquennio transacto illa quoque excluditur.

7 (= C. 3.29.7)

pr.Καὶ κατὰ μητρώων δωρεῶν χώρα τῇ μέμψει, εἰ μὴ καὶ ἡ θυγατὴρ ἔλαβε τὸ ἀναλογοῦν εἰς τρίτον.

Etiam contra donationes a matre factas querelae locus est, nisi filia pro ratione trientis acceperit

8 (= C. 3.29.8)

pr.Ἡ μήτηρ ἐπὶ περιγραφῇ τῶν ἄλλων παίδων ἀμέτρως ἑνὶ δωρησαμένη χώραν ποιεῖ τῇ μέμψει. ὅτε δὲ ἡ μήτηρ δωρεὰν λαβοῦσα παρὰ τοῦ ἀνδρός, συναινοῦντος αὐτοῦ τῷ αὐτεξουσίῳ παιδὶ ταύτην παράσχῃ, οὐκ αὐτὴ δοκεῖ δωρεῖσθαι, ἀλλ᾽ ὁ πατήρ· ἐπειδήπερ ἔτι τῆς αὐτοῦ περιουσίας ἐστί, τοῦ πολιτικοῦ τὰς ἐν τῷ γάμῳ δωρεὰς ἀνατρέποντος. εἰ τοίνυν ἄμετρός ἐστιν ἡ δωρεά, ἐπὶ τῇ τοῦ πατρὸς οὐσίᾳ κινεῖται ἡ μέμψις, ὡς αὐτοῦ δωρησαμένου.

Mater, quae in fraudem ceterorum liberorum immodicas donationes in unum filium contulit locum querelae facit. Cum autem mater donationem a marito sibi factam eo consentiente in filium emancipatum contulit, ipsa donare non videtur, sed pater: quoniam in bonis eius permansit, cum ius civile donationes constante matrimonio factas rescindat. Si igitur immodica donatio sit, in bonis patris querela movetur, quasi ipse donaverit.

τῷ αὐτεξουσίῳ παιδί Ἐπειδὴ γαρ τοῦ πατρὸς ἦν τὸ πρᾶγμα, ἵνα μὴ ἐξ ῥὲ αὐτοῦ ὂν εὑρεθῇ πάλιν αὐτοῦ προςποριζόμενον, διὰ τοῦτο εἶπεν, ἐμαγκιπάτῳ ὄντι τῷ παιδί, ἵνα ἰσχύσῃ ἡ δωρεά. [Sch. m. V. 489.j

Quoniam enim res patris erat, ne rursus in bonis eius inveniretur, tanquam ei per filium acquisita, ideo dixit, filio emancipato, ut donatio valeat.

ὡς αὐτοῦ δωρησαμένου Ὅτι γὰρ δεσπότης ἐστὶν ὁ ἀνὴρ τῆς δωρεᾶς μὴ ἰσχυούσης. [Sch. n. V. 489.]

quasi ipse donaverit Maritus enim dominus est, cum donatio non valeat.

9 (= C. 3.29.9)

pr.Ἡ μέμψις ἡ κατὰ δωρεῶν ἔοικε τῇ μέμψει τῇ κατὰ διαθηκῶν.

Querela immodicarum donationum similis est querelae inofficiosi testamenti.

ἡ μέμψις ἡ κατὰ δωρεῶν Θεοδώρου. Ὁ δεϊνοφικίοσις δονατιονίβους παρέοικε, τῇ δεϊνοφικίοσο τεσταμέντο. φησὶ γὰρ ἡ διάταξις τοῦ παρόντος τίτλου, ὡς κατὰ μίμησιν της μέμψεως ἐκείνης εἰςήχθη, ἐπειδὴ καὶτ ἐντὸς τῆς πενταε της μεμίσως εκείνης, τίας καὶ αὐτὴ γυμνάζεται. πάλιν ἴσθι, ὅτι κἂν μιμῆται αὐτὴν κατά τι, ἀλλ᾽ οὐν διαφέρει αὐτῆς, καθ᾿ ὁ αὕτη μὲν ἡ κατά τῶν δωρεῶν μέμψις καὶ ἐξ ἀδιαθέτου κινεῖται, ὡς ἔγνως ἐκ τῆς γ΄. διατάξεως τοῦ παρόντος τίτλου· ἡ δὲ ἄλλη δεϊνοφικίοσο τεσταμέντο κατὰ τῶν διαθηκῶν, κἂν ἔγγραφοι κἂν ἄγραφοι ώσιν, γυμνάζεται κατὰ τὸ εἰρημένον ἐν τῇ λά. διατάξει τοῦ κή. τίτλου τοῦ παρόντος τρίτου βιβ. [Sch. o. V. 489.]

querela immodicarum donationum Theodori. Querela inofficiosarum donationum similis est querelae inofficiosi testamenti. Ait enim constitutio huius tituli, eam ad similitudinem illius querelae esse introductam, quoniam intra quinquennium et ipsa exercetur. Rursus scias, licet eam imitetur in quibusdam ab ea tamen differre, quia haec querela inofficiosarum donationum etiam ab intestato intenditur, ut ex constitutione 3. huius tituli didicisti: querela autem inofficiosi testamenti adversus testamenta, sive scripta sint sive citra scripturam condita, exercetur secundum id quod dicitur in constitutione 31. tituli 28. huius lib. 3.

10

pr.Ὅτε μήτηρ τὴν οὐσίαν πᾶσαν ὑπὲρ προικὸς ἰδίας ἐπιδῷ, δύνανται κατὰ μίμησιν τῆς περὶ διαθήκης μέμψεως οἱ παῖδες αὐτῆς ἐπὶ ἀνατροπῇ τῆς ἀμέτρου προικὸς κινεῖν τὴν μέμψιν τὴν κατὰ τῶν ἀμέτρων δωρεῶν.

Cum mater omnia bona sua in dotem dedit, filii eius ad exemplum querelae inofficiosi testamenti ad revocandam dotem immodicam querelam immodicarum donationum movere possunt.

ὅτε μήτηρ Ἐὰν μήτηρ δαπανήσῃ τὴν οὐσίαν αὐτῆς εἰς προῖκα, ἐχέτωσαν οἱ παῖδες αὐτῆς τὴν δεϊνοφικίοσις δοτίβους. τί γὰρ ὅτι δευτερογαμήσασα ἐπιδέδωκε πάντα τὰ ἴδια; ἀνάγνωθι γὰρ βιβλίου ή΄. τιτ. νς΄. διάταξιν β΄. [Sch. p. V. 489.]

Si mater bona sua in dotem exhauserit, liberi eius querelam inofficiosarum dotium habeant. Quid enim, si secundis nuptiis contractis omnia bona sua in dotem dederit? Lege lib. 8. tit. 56 constitutionem 2.

τὴν οὐσίαν πᾶσαν Ἐὰν δὲ μὴ πᾶσαν, ἀλλ᾽ ὑπὲρ τὸ ήμισυ τέταρτον δέδωκεν εἰς προῖκα, τὸ αὐτὸ λέγομεν. τοῦτο δὲ νόησον μὴ ὅτε ὑπὲρ θυγατρὸς ἐπιδέδωκεν, ἀλλ᾽ ὅτε γυνὴ ὑπὲρ ἑαυτῆς ἐπιδέδωκεν εἰς προῖκα πᾶσαν τὴν ἰδίαν οὐσίαν. τοῦτο δὲ σήμερον οὐ προβαίνει μετὰ τὴν ς΄ διάταξιν τιτ. θ. βιβλίῳ ε΄. περὶ δευτερογαμούντων γονέων, ἥτις ἀναγκάζει αὐτους πάντως φυλάττειν ἑκάστῳ παιδί, ὅσον εἰς προῖκα ἐπιδέδωκεν. ἀλλὰ θεμάτισον τοὺς παῖδας μὴ ἀπὸ νομίμου γάμου γενομένους. τότε γὰρ μέλλουσα γαμεῖσθαι μετὰ τὸ σχεῖν τοὺς φυσικοὺς παῖδας οὐκ ἀναγκάζεται φυλάττειν αὐτοῖς ἐξ ἐκείνης τῆς διατάξεως οὐδέν. οὐδὲ γὰρ δευτερογαμῆσαί ἐστι τοῦτο, 3 ἐπειδὴ μήτε γάμος ἦν ὁ πρῶτος. εἰ δὲ θέλεις ἐπὶ παίδων αὐτὸ θεματίσαι, μὴ γυναῖκα θεματίσῃς, ἀλλὰ πατέρα ὑπεξουσίαν θυγατέρα προικίσαντα.͵ οὐδὲ γὰρ δυνάμεθα δωρεάν εἰπεῖν πρὸς ὑπεξούσιον πρόςωπον. ἀμέλει καὶ πᾶσαὶ αἱ τῶν προλαβόντων διατάξεις σχεδὸν ἐμαγκιπάτων μέμνηνται παίδων. [Sch. q. V. 489.]

Sin autem non omnia bona sed supra quartae partis dimidiam in dotem dederit idem dicimus. Hoc autem accipe, non cum pro filia, sed cum mulier pro se ipsa omnia bona sua in dotem dedit. Hoc vero hodie non procedit post constitutionem 6 tit. 9. lib. 5. de parentibus ad secundas nuptias transeuntibus, quae cogit eos omnino liberis servare, quantum in dotem dederunt. Sed finge, liberos non esse ex iustis nuptiis procreatos. Tunc enim, quae nuptura est postea, quam liberos naturales habuit, ex illa constitutione nihil eis servare cogitur. Neque enim hoc est secundo nubere, quia prior coitus matrimonium non erat. Quodsi in liberis speciem malis fingere, ne ponas, matrem, sed patrem filiae, quam habebat in potestate, dotem constituisse. Neque enim donationem dicere possumus, quae in personam potestati nostrae subiectam confertur. Denique omnes superiores constitutiones fere loquuntur de filiis emancipatis.