Bas. 22.5De iureiurando , sive voluntario, hoc est delato, sive necessario, sive iudiciali.
Περὶ ὅρκου ὀμοτέου, εἴτε προαιρετικοῦ, τουτέστιν ἐπακτοῦ, εἴτε ἀναγκαίου, εἴτε δικαστικοῦ.
Abrir no leitor do IusCommune →1 (= D. 12.2.1) · Γαι.
pr.Ὅρκος ἐπιφερόμενος ἢ παρὰ τοῦ ἀντιδίκου, ἢ παρὰ τοῦ δικαστοῦ τέμνει τὴν ἀμφιςβήτησιν.
Gai, Iusiurandum delatum vel ab adversario, vel a iudice, controversiam decidit.
περὶ ὅρκου ὀμοτέου Χρυσοστόμου. Ἐκ τοῦ εὐαγγελίου. Ἠκούσατε, ὅτι ἐρρέθη τοῖς ἀρχαίοις· οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ θεῷ τοὺς ὅρκους σου. ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως. ἔστω δὲ ὁ λόγος ὑμῶν τὸ ναί, ναί, καὶ τὸ οὐ, οὔ. τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστι. και Τί οὖν ἐστι τὸ περισσὸν τοῦ ναὶ, καὶ τοῦ οὐ; ὁ ὅρκος, οὐ ἐπιορκεῖν. ἐκεῖνο γὰρ καὶ ὡμολογημένον ἐστί, καὶ οὐδεὶς δεῖται μαθεῖν, ὅτι ἐκ τοῦ πονηροῦ ἐστι, καὶ οὐ περιττόν, ἀλλ᾽ ἐναντίον. τὸ δὲ περιττὸν τὸ πλέον καὶ ἐκ περιουσίας προςκείμενον, ὅπερ ἐστὶν ὁ ὅρκος. τί οὖν φησιν, ἐκ τοῦ πονηροῦ ἦν; καὶ εἰ ἐκ τοῦ πονηροῦ ἦν, πῶς νόμος ἦν; τὸ αὐτὸ δὴ τοῦτο καὶ περὶ τῆς γυναικὸς ἐρεῖς· πῶς μοιχεία νῦν νενόμισται τὸ πρότερον ἐπιτετραμμένον; τι οὖν πρὸς ταῦτα ἔστιν εἰπεῖν; ὅτι τῆς ἀσθενείας τῶν δεχομένων τοὺς νόμους ἦν τὰ λεγόμενα τότε. ἐπεὶ καὶ τὸ κνίσσῃ θεραπεύεσθαι σφόδρα ἀνάξιον θεοῦ, ὥςπερ καὶ τὸ ψελλίζειν ἀνάξιον φιλοσόφου. μοιχεία τοίνυν ἐνομίσθη νῦν τὸ τοιοῦτον, καὶ ἐκ τοῦ πονηροῦ τὸ ὀμνύναι,· ὅτε ἐπέδωκε τὸ τῆς ἀρετῆς. μὴ τοίνυν αὐτῶν ἀπαίτει τὴν ἀρετήν·, ὅτε παρῆλθεν αὐτῶν ἡ χρεία˙ ἀλλὰ τότε ὁ καιρὸς αὐτὰ ἐκάλει. καὶ πῶς ἂν τὸ αὐτὸ γένοιτο, φησί, νῦν μὲν καλόν, νῦν δὲ οὐ καλόν; ἐγὼ δὲ τοῦναντίον λέγω. τὸ γὰρ βαστάζεσθαι ἐν μὲν τῇ πρώτῃ ἡλικίᾳ καλόν, μετὰ δὲ ταῦτα ὀλέθριον. τὸ μεμασημένην τροφήν ἐσθίειν ἐν μὲν προοιμίοις τῆς ζωῆς ἡμῶν καλόν, μετὰ δὲ ταῦτα βδελυρίας γέμει. καὶ τί λέγω ταῦτα; ὁ γὰρ φόνος ὁ πᾶσιν ὡμολογημένος εὕρημα εἶναι τοῦ πονηροῦ, οὗτος ἐπιλαβόμενος καιροῦ τοῦ προςήκοντος, τὸν ἐργασάμενον αὐτὸν Φινεές ἱερωσύνῃ τιμηθῆναι ἐποίησεν. ὁ δὲ Ἀβραὰμ οὐκ ἀνθρωποκτόνος μόνον, ἀλλὰ καὶ παιδοκτόνος, 0 πολλῷ χεῖρον ἦν, γενόμενος, μειζόνως εὐδοκίμησε πάλιν. καὶ ὁ Πέτρος δὲ διπλοῦν εἰργάσατο φόνον, ἀλλ᾽ ὅμως πνευματικὸν τὸ γενόμενον ἦν. μὴ τοῦ νυν ἁπλῶς τὰ πράγματα ἐξετάζωμεν, ἀλλὰ καὶ καιρόν, καὶ αἰτίαν, καὶ γνῶσιν, καὶ προςώπων διαφοράν, καὶ ὅσα ἂν αὐτοῖς ἕτερα συμβαίνοι, πάντα ἀκριβείας ζητῶμεν· καὶ τὰ λοιπά. [Sch. a. III. 137. sq.]
Chrysostomi. Ex evangelio Audistis, dictum esse apud Antiquos: non periurabis reddes autem Deo iuramenta tua. Ego autem dico vobis, non iurare omnino. Sit sermo autem vester, est est, non, non Quod autem abundantius est, a malo est. Quid igitur est, quod est ultra est et non? Iuramentum, non periurium. Illud enim et palam est, et nemo necesse habet doceri, illud a malo esse, et non superfluum est, sed contrarium. Superfluum autem est quod supervacue adiectum est, quod certe iuramentum est. Cur igitur ait, a malo est? et si a malo est, quomodo lex erat? Hoc etiam ipsum de uxore dicturus es Quomodo nunc adulterium esse creditur, quod fuerat aliquando concessum? Quid igitur ad ista dicendum erit? Quae tunc dicta sunt, exacta fuisse infirmitate leges accipientium. Nam et nidore victimarum coli valde Deo indignum est, sicut etiam balbutire indignum est philosopho. Adulterium igitur nunc dicitur tale repudium, et ex malo profectum iuramentum, quando ad perfectionem sui venerunt incrementa virtutum. Noli igitur eorum desiderare virtutem, quorum usus iam praeteriit: sed tunc tempus haec exigebat. Et quomodo, inquis, fieri potest, ut idem nunc bonum sit nunc vero non bonum? Ego vero contra dico. Portari enim humeris hominum in prima aetate bonum est postea vero miserrimum Praemansis uti cibis inter principia vitae nostrae bonum est, postea vero abominationis plenissimum. Et quid ego ista commemoro? Nam homicidium, quod inventum a Diabolo esse omnes consentiunt, opportune aliquando factum eum, qui id perpetravit, Phinees scilicet, fecit sacerdotii honore decorari. Abraham vero non homicida solum, verum etiam parricida, quod multo deterius est, effectus, maiorem laudem obtinuit. Sed et Petrus geminum fecit homicidium, fuit tamen opus spirituale, quod factum est Non sola igitur respiciamus opera, sed tempus, et causam, et voluntatem, et personarum differentiam, et quantacunque alia ipsis operibus acciderint, diligentissime requiramus: et cetera.
Καὶ εἰς τοὺς ἀνδριάντας. Οὐχ οὕτως κεντεῖ ξίφος, ὡς ὅρκου φύσις. οὐχ οὕτως ἀναιρεῖ μάχαιρα, ὡς ὅρκου πληγή. ὁ ὀμόσας κἂν δοκῇ ζῆν, ἤδη τετελεύτηκε καὶ τὴν πληγήν ἐδέξατο. καὶ καθάπερ ὁ τὸ σπαρτίον λαβών, καὶ πρὶν ἢ τὴν πόλιν ἐξελθεῖν, καὶ ἐπὶ τὸ βάραθρον ἐλθεῖν, καὶ δήμων ἰδεῖν ἐφιστάμενον, τέθνηκεν ἅμα τῷ τὰς θύρας ἐξελθεῖν τοῦ δικαστηρίου, οὕτω καὶ ὁ ὀμόσας. ταῦτα λογιζώμεθα, καὶ μὴ ὁρκίζωμεν τοὺς ἀδελφούς. τί ποιεῖς, ἄνθρωπε, ἐπὶ τραπέζης ὁρκίζεις ἱερᾶς, καὶ ἔνθα ὁ Χριστὸς κεῖται τεθυμένος, ἐκεῖ τὸν ἀδελφὸν καταθύεις τὸν σὸν; καὶ οἱ μὲν λῃσταὶ ἐπὶ τῶν ὁδῶν θύουσι, σὺ δὲ ἔμπροσθεν τῆς μητέρος τὸν υἱὸν καταθύεις, ἐναγέστερον τοῦ Καϊν ἐργαζόμενος φόνον; ἐκεῖνος μὲν γὰρ ἔθυσε τὸν ἀδελφὸν αὐτοῦ ἐπὶ τῆς ἐρημίας καὶ τὸν παρόντα θάνατον· σὺ δὲ θύεις τὸν ἀδελφὸν ἐν μέσῳ τῆς ἐκκλησίας καὶ τὸν μέλλοντα θάνατον τὸν ἀθάνατον. μὴ γὰρ ἐκκλησία διὰ τοῦτο γέγονεν, ἵνα͵ ὀμνύωμεν; διὰ τοῦτο γέγονεν, ἵνα εὐχώμεθα. μὴ γὰρ τράπεζα διὰ τοῦτο ἕστηκεν, ἵνα ὁρκίζωμεν; διὰ τοῦτο ἕστηκεν, ἵνα τὰ ἁμαρτήματα λύωμεν, οὐχ ἵνα δεσμῶμεν. σὺ δὲ γοῦν εἰ μηδὲν ἕτερον· αὐτὸ γοῦν τὸ βιβλίον αἰδέσθητι, ὃ προτείνεις εἰς ὅρκον, καὶ τὸ εὐαγγέλιον, ὃ μετὰ χεῖρας λαμβάνων κελεύεις ὀμνύναι, ἀνάπτυξον, καὶ ἀκούσας, τὶ περὶ ὅρκου ὁ Χριστὸς ἐκεῖ διαλέγεται, φρίξον καὶ ἀπόστηθι. τί οὖν ἐκεῖ περὶ ὅρκων φησίν· ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως. σὺ δὲ τὸν νόμον τὸν κωλύοντα ὀμνύναι, τοῦτον τὸν ὅρκον ποιεῖς; ᾿Ανάγνωθι καὶ τὸν ιβ΄. κανόνα τῆς ἐν Χαλκηδόνι συνόδου, καὶ εὑρήσεις αὐτὸν περὶ τὸ τέλος λέγοντα· Οὐ μόνον δὲ ἐπιορκεῖν κωλύεται κληρικόν, ἀλλὰ καὶ καθ ὅλον τις ὀμνύναι. [Sch. a. III. 138. sq.]
Et de statuis. Non ita pungit ensis, sicut iuramenti natura. Non sic occidit gladius, sicut iuramenti plaga Qui iuravit, licet vivere videatur, iam mortuus est et vulnus excepit. Et sicut restim capiens, etiam priusquam civitatem egrediatur, et ad praecipitium veniat et carnificem videat imminentem, mortuus est, simulac praetorii ianuas egressus est, sic et qui iuravit. Haec reputemus, et ne fratres ad iuramentum adigamus Quid facis, homo, super mensam adiuras sacram, et ubi Christus positus est immolatus, illic fratrem tuum immolas? Et latrones quidem in viis immolant, tu vero coram matre filium immolas, sceleratius, quam Cain patrans homicidium? Ille enim fratrem suum in deserto et praesenti morte mactavit: tu vero fratrem tuum mactas in medio ecclesiae, idque morte futura immortali. Num enim propterea facta est ecclesia, ut iuremus? Propterea facta est, ut oremus. Num enim ideo mensa posita est, ut iuremus? Ideo posita est, ut peccata solvamus, non ut ligemus. Tu vero si nihil aliud saltem librum ipsum reverere, quem in iuramentum porrigis: et Evangelium, quod intra manus capiens iurare iubes, explica, et audiens, quid Christus ibi de iureiurando disserat, horresce et desiste. Quid igitur illic de iuramentis inquit? Ego autem dico vobis, omnino non iurare. Tu vero legem iurare prohibentem iuramentum facis? Lege et can. 12. Synodi Chalcedonensis, et invenies ipsum circa finem dicentem: Non solum autem clericum peierare prohibet, sed omnino iurare.
ὅρκος Κυρίλλου. Ὁ ὅρκος ἢ κατὰ συναίνεσιν η κελεύσει δικαστοῦ δίδοται. μιμεῖται δὲ διάλυσιν, καὶ αὐθεντίαν ἔχει μείζονα ψήφου.
Cyrilli. Iusiurandum vel ex consensu, vel iussu iudicis datur. Imitatur autem transactionem, et maiorem habet auctoritatem, quam sententia.
Στεφάνου. Ἐκ τῶν παραγραφῶν. εἶπόν σοι ἐν τῇ προθεωρίᾳ τοῦ παρόντος τίτλου, ὅτι βουλόμενος ὁ νομοθέτης ὡς οἷόν τε ἐστίν, τὸν προπετῶν ὑπηκόων ἐπὶ τὰ δικαστήρια προαναστέλλεσθαι δρόμον, ἐπενόησεν καὶ τὸν περὶ καλουμνίας, καὶ τὸν δικαίαν οἴεσθαι τὴν ἀντίρρησιν, προςέτι δὲ καὶ τὸν περὶ ὑπερθέσεως ὅρκον. σήμερον γὰρ ἐν προοιμίοις τῆς δίκης, τουτέστι,· περὶ τὸ διήγημα καὶ ἀντιδιήγημα δίδοται καὶ ὁ περὶ καλουμνίας παρὰ τοῦ ἄκτορος, καὶ ὁ περὶ τοῦ δικαίαν οἴεσθαι τὴν ἀντίρρησιν ὅρκος παρὰ τοῦ ῥέου. προςζεύγνυται δὲ τούτων ἑκατέρῳ καὶ ὁ περὶ ὑπερθέσεως. καὶ ὁ μὲν ἄκτωρ ὄμνυσιν οὕτως· Κατὰ τὰ ἅγια εὐαγγέλια ταῦτα οὐ συκοφαντικῇ ψυχῇ τὴν παροῦσαν κινῶ δίκην, ἀλλὰ νομίζων καλόν ἔχειν πρᾶγμα· καὶ ἐν πάσῃ δὲ δίκῃ, ἐὰν ἀποδείξεις ἀπαιτήσω τὸν ἀντίδικον τὸν ἐμόν, οὐ προφάσει ὑπερθέσεως τοῦτο ποιῶ, ἀλλὰ ταῖς ἀληθείαις ἀναγκαίαν μοι νομίζων τὴν παρὰ τοῦ ἐμοῦ ἀντιδίκου δοθησομένην ἀπόδειξιν. ὁ δὲ ῥέος οὕτως: Κατὰ τὰ ἅγια εὐαγγέλια ταῦτα νομίζων ἑαυτὸν καλῇ ἐνστάσει κεχρῆσθαι, παρεγενόμην ἐπὶ τὸ δικαστήριον, καὶ θαρρῶν τοῖς ἐμαυτοῦ δικαίοις ὑποδέχομαι τὰς ἐναγωγὰς τοῦδε τοῦ ἐμοῦ ἀντιδίκου, καὶ ἀντενάγω, καλὸν ἔχειν πρᾶγμα νομίζων· καὶ ἐν πάσῃ τῇ δίκῃ ἐὰν ἀπόδειξιν ἀπαιτήσω τὸν ἀντίδικον τὸν ἐμόν, οὐ κατὰ πρόφασιν ὑπερθέσεως τοῦτο ποιῶ, ἀλλὰ ταῖς ἀληθείαις ἀναγκαίαν νομίζων παρὰ τοῦ ἐμοῦ ἀντιδίκου δοθησομένην ἀπόδειξιν. τοῦδε τοῦ περὶ ὑπερθέσεως ὅρκου δοθέντος ἅπαξ ἐν προοιμίοις, ὡς εἴρηται, τῆς δίκης, οὐκ ἔτι παντελῶς, κἂν εἰ πολλάκις, ὁ τοῦτον τὸν ὅρκον ὀμωμοκὼς ἐπιζητήσειεν ἀπόδειξιν, παρὰ τοῦ ἑτέρου μέρους ἀπαιτεῖται τὸν ὅρκον, ἀλλὰ δίδονται αὐτῷ ἀποδείξεις, οὐκ ἀναγκαζομένῳ λοιπόν τινας ὅρκους ὑπέχειν, γενικῶς ἅπαξ, ὡς εἴρηται, τοῦ τοιούτου ὅρκου δοθέντος. οὕτω φησὶν ἡ μθ΄. τῶν μετὰ τὸν κώδικα νεαρῶν διάταξις, ἤτοι βιβ. ζ. τιτ. ιδ. κεφ. κα΄. εἶπόν σοι πάλιν προθεωρῶν, ὅτι ὁ προπετῶς δικασάμενος καὶ ἡττηθεὶς δίδωσι τῷ νενικηκότι, ὡς μὲν ἐν τῷ ις. τιτ. τῆς γ. τῶν ἰνστιτ. φθάσαντες εἴπομεν, τὰ ζημιώμενα καὶ τὰ περὶ τὴν δίκην αὐτῷ τῷ νενικηκότι γενόμενα δαπανήματα, ὡς δὲ ἀνήνεκται βιβ. γ΄. τοῦ κώδικος ὑπὸ τὸν α΄. τοῦ βιβ. τιτ. ἐν τῇ ιγ. τοῦ τιτ. διατ. ἥτις οὐκ ἐτέθη εἰς τὰ βασιλικά, μόνα τὰ περὶ τὴν δίκην γενόμενα δαπανήματα δίδωσιν ὁ ἡττηθεὶς τῷ νενικηκότι, ὅρκῳ τοῦ νενικηκότος, τῶν τοιούτων δαπανημάτων φανερουμένων., σήμερον δὲ ἀπὸ νεωτέρας τοῦ δεσπότου διατάEare પં ξεως και χώρα τῷ τῆς καλουμνίας καὶ τῇ δεκατομοιρίας ὁμολογίᾳ. μέμνησο πάντως καὶ τοῦ οθ΄. διγ. τοῦ κειμένου ἐν τῷ α΄. τιτ. τοῦ α΄. τῶν δὲ ἰουδίκιις, ἤτοι βιβ. ζ. τιτ. έ. κεφ. ο. ἀνάγνωθι δὲ πάντως καὶ τὴν ριδ. νεαρὰν τῶν μετὰ τὸν κωδικα διάταξιν, ἥτις κεῖται βιβ. ζ. τιτ. δ΄. κεφ. β., ἥτις περὶ τῶν λιτιγατόρων καὶ τῆς καλουμνίας νομοθετοῦσα φησιν,, ότι ἐὰν δειχθῇ μὴ δικαίως κινήσας, δίδωσιν ὀνόματι ἀναλωμάτων καὶ δαπανημάτων τῷ ἐναχθέντι δέκατον μέρος τῆς ἐγκειμένης τῷ βιβλίῳ ποσότητος. ἀνάγνωθι οὖν αὐτὴν τὴν διάταξιν. εἶπον δέ σοι καὶ τοῦτο πάλιν προθεωρῶν, ὅτι τῶν ὅρκων οἱ μὲν εἰσι βουλουντάριοι, οἱ δὲ νεκεσσάριοι, οἱ δὲ ἰουδικιάλιοι, οἱ δὲ ἐν λίτεμ. καὶ βουλουντάριοι μέν εἰσιν, οὓς ἔξω δικαστηρίου καὶ ἐκ προαιρέσεως ἐπιφέρουσιν ἀλλήλοις οἱ λιτιγάτορες. νεκεσσάριοι δὲ εἰσιν, οὓς ἐν δικαστηρίῳ τινὸς τῶν λιτιγατόρων ἐπὶ τὴν τούτου δόντος ἐπαγωγὴν ὁ δικαστὴς ἐπιφέρει. ἰουδικιάλιοι δὲ εἰσιν, οὓς ὁ δικαστὴς αὐτὸς οὐκ ἐξ αἰτήσεως, ἀλλ᾽ ἐξ οἰκείας κινηθεὶς προαιρέσεως ἐπιφέρει. ἐν λίτεμ δὲ ἐστιν, ὃν ἑξῆς παρατίθεται τίτλος: καὶ ὅτι τῶν νεκεσσαρίων ὅρκων οἱ μὲν ἐπὶ τομῇ παρέχονται πραγμάτων, ὡς ἐπὶ τοῦ ἀγράφως λεγομένου καταλελεῖφθαι φιδεϊκομμίσσου· οἱ δὲ τομὴν μὲν οὐκ ἐπάγουσι τῷ ζητουμένω, πονηρᾶς δὲ ὑποψίας ἀπαλλάττουσι τὸν ὀμνύοντα, ὁποῖος ἐστιν ὁ περὶ καλουμνίας, ἢ ὁ περὶ τοῦ δικαίαν οἴεσθαι τὴν ἀντίρρησιν, καὶ περὶ ὑπερθέσεως διδόμενος ὅρκος οὗτοι μὲν γὰρ τὸν μὲν ὀμνύοντα πονηρᾶς ὑποψίας ἀπαλλάττουσιν, οὐδεμίαν δὲ τομὴν τῷ ζητουμένῳ ἐπάγουσιν· μένει γὰρ καὶ οὕτως κατὰ τάξιν ἡ δίκη γυμναζομένη. μέμνησο ταύτης τῆς διαιρέσεως, πάνυ σαφηνίσαι δυναμένης τὰ ἐν τῷ παρόντι τίτλῳ κείμενα θέματα 4. [Sch. b. III. 139-141.]
Stephani. Ex adnotationibus. Dixi tibi in praevia inspectione huius tituli, legislatorem, cum cursum subditorum temere ad litigandum procedentium, quantum posset, cohibere vellet, iusiurandum de calumnia quoque excogitasse, et quod contradictionem iustam existimet, et insuper iusiurandum de frustratione. Hodie enim initio litis, id est, in ipsa narratione et contradictione et iusiurandum de calumnia ab actore praestatur, et iusiurandum, quod iustam esse contradictionem existimet, a reo. Coniungitur utrique horum iusiurandum de dilatione. Et actor quidem ita iurat: Per haec sancta Evangelia non calumniandi animo hanc litem moveo, sed existimans, me bonam causam habere et in tota lite, si probationes exegero ab adversario meo, non dilationis causa id faciam, sed existimans revera necessariam mihi esse probationem ab adversario meo praestandam. Reus autem sic: Per haec sancta Evangelia ego putans, bona instantia me uti, in iudicium veni, et fretus iure meo suscipio actiones huius adversarii mei, et contradico, existimans, me bonam causam habere: et in tota lite si probationem ab adversario meo exegero, non dilationis causa id faciam, sed revera existimans, necessariam mihi esse probationem ab adversario meo praestandam. Hoc iureiurando de dilatione semel initio litis, ut dictum est, praestito, licet saepius, qui id praestitit, probationes petat, non amplius ab altera parte iurare compelletur, sed probationes ei praestabuntur, nullum iusiurandum subire compellendo, generaliter semel, ut dictum est, huiusmodi iureiurando praestito. Sic dicit 49. Novella constitutio post Codicem, seu lib. 7. tit. 14. cap. 21. Rursus vice praefationis dixi, temere litigantem et superatum damnum quidem et impensas, quas victor in litem fecit, victori inferre, ut iam diximus Institutionis 3. tit. 16. Ut autem relatum est lib. 3. Codicis, tit. 1. const. 13. quae posita non est in Basilicis, expensas tantummodo litis victus victori praestat, iureiurando victoris manifestandas. Nunc vero ex novissima Domini constitutione locus est iuriiurando calumniae et cautioni decimae litis. Memineris omnino et Digesti 79. quod positum est tit. 1. lib. 1. de iudiciis, sive lib. 7. tit. 5. cap 73. Lege omnino etiam 114. Novellam constitutionem post Codicem, quae extat lib. 7. tit 4. cap. 2. quae de litigatoribus et de calumnia sanciens dicit, eum, qui probatus fuerit non iure litem movisse, sumtuum et expensarum nomine decimam partem quantitatis, quae libello continetur, pulsato praestare. Lege igitur ipsam constitutionem. Dixi tibi etiam vice praefationis, iusiurandum esse vel voluntarium, vel necessarium, vel iudiciale, vel in litem. Et voluntarium quidem est, quod extra iudicium et ex voluntate litigatores sibi invicem deferunt. Necessarium vero est, quod in iudicio uno ex litigatoribus delatori referente iudex defert. Iudiciale vero est, quod ipse iudex non ad petitionem partium, sed propria voluntate motus defert. In litem autem est, quod sequens titulus exponit. Et necessarium modo praestatur ad causarum decisionem, ut cum fideicommissum sine scripto relictum esse dicitur: modo autem decisionem non infert ei, de quo quaeritur, sed eum, qui iurat, a prava suspicione liberat, quale est iusiurandum de calumnia, vel quo reus asserit, existimare se iustam contradictionem habere, et iusiurandum de dilatione praestitum. Haec enim sacramenta iurantem quidem prava suspicione liberant, causam autem, de qua quaeritur, non decidunt: manet enim et sic secundum ordinem lis instituta. Memineris huius divisionis, quae multum conducat ad thematum huius tituli explanationem.
παρὰ τοῦ ἀντιδίκου Στεφάνου. Ἐν τῷ εἰπεῖν, παρὰ τοῦ ἀντιδίκου, τὸν βολουντάριον ἐδήλωσεν. οὗτος γὰρ ἀπὸ μόνης συναινέσεως πρόεισι. καὶ μὴ ταράξῃ σε τὸ ἀντιδίκου ῥῆμα. πρῶτον μὲν γὰρ οὐ πάντως λιτιγάτορας εἶναί φαμεν τοὺς ἀρξαμένους ήδη δικάζεσθαι, ἀλλὰ καὶ τοὺς μήπω δικαστηρίω προςελθόντας, δίκην δὲ ὅμως ἔχοντας πρὸς ἀλλήλους. ἔπειτα δυνατόν ἐστιν, καὶ τοὺς ἀρξαμένους ἤδη δικάζεσθαι, μετὰ πρώτην τάχα δευτέραν διάγνωσιν ἔξω δικαστηρίου γενομένην ἑαυτοὺς ὅρκον ἀλλήλοις ἐπάγειν. [Sch. c.
Stephani. Cum dixit, ab adversario, iusiurandum voluntarium significavit. Hoc enim a sola voluntate procedit. Nec te conturbet verbum, adversarii. Primo enim non omnino litigatores dicimus eos, qui iam coeperunt litigare, sed et eos, qui nondum in iudicium ingressi sunt, controversiam tamen inter se habent. Deinde fieri potest, ut qui iam litigare coeperunt, forte post primam aut secundam disceptationem extra iudicium factam per se ipsos iusiurandum sibi invicem detulerint.
Ὁνν βολουντάριος οὐδέποτε ἀναψηλαφᾶται, ͵ ὡς ἐπὶ τοῦ τελευταίου κεφ. τοῦ παρόντος τιτ. φησὶν ἡ διάταξις. πλὴν ἐπ᾿ ₩ ἐκείνου καὶ μόνου τοῦ θέματος ὁ νεκεσσάριος ἀναψηλαφᾶται. ζήτει περὶ τούτου τὸ λά. κεφ. τοῦ παρόντος τιτ. καὶ τὸν ἐκεῖ Κύριλλον καὶ τὸν Στέφανον· καὶ κεφ. μγ. καὶ τὸν Θαλέλαιον, οὗ ἡ ἀρχή᾿ Ἔγνως ἐν τῷ δὲ ῥέβους, ότι, ἐὰν ἐπαγάγῃ ὅρκον τις· καὶ μᾶλλον πρόςσχες τῷ Θαλελαίῳ ἀκριβῶς λέγοντι. ὁ γὰρ Στέφανος, ἐν οἷς πειρᾶται κατασκευάζειν ἐν τῷ λα. κεφ. ὡς καθόλου ὁ νεκεσσάριος ἀναψηλαφᾶται, προφανώς τῷ κειμένῳ ἐναντιοῦται. ὁ δὲ ἐν λίτεμ ὅρκος ἀναψηλαφᾶται. καὶ ζήτει τιτ. 5΄. κεφ. δ΄. θεμ. ε΄. δύναται γάρ, φησίν, ὁ δικαστὴς καὶ μετὰ τὸν ὅρκον αὐτὸν τὸν ἐν λίτεμ ἐν μέρει ἢ παντελῶς κουφίσαι τὸν ἐναγόμενον ἐκ μεγάλης αἰτίας ἢ ἀποδείξεων ὕστερον εὑρεθεισῶν. [Sch. c III. 141.
Nicaei. Iusiurandum voluntarium nunquam retractatur, ut ait constitutio in cap. ult huius tituli. Verum unico casu necessarium retractatur. Quaere de hoc cap. 31. huius tit. et ibi Cyrillum et Stephanum, et cap. 43. et Thalelaeum, cuius initium est: Didicisti in libro de rebus, quod si quis iusiurandum detulerit: et Thalelaeo magis adhaereas accurate dicenti. Nam Stephanus, qui conatur probare in cap. 31. generaliter necessarium retractari, manifeste textui adversatur. Jusiurandum autem in litem retractatur. Et quaere tit 6 cap. 4. them. 5. Potest enim, inquit, iudex etiam post iusiurandum in litem ex parte vel prorsus reum liberare ex magna causa vel postea repertis probationibus.
2 (= D. 12.2.2) · Παυλ. · Paul.
pr.Εοικε γὰρ διαλύσει, καὶ μείζων ἐστὶ ψήφου.
Simile enim est transactioni, et maius est, quam res iudicata.
ἔοικε γὰρ διαλύσει Ὥςπερ γὰρ οὐκ ἐπὶ τῶν ὁμολογουμένων, ἀλλ᾽ ἐπὶ ἀμφιβόλων χώραν ἔχει ἡ διάλυσις, οὕτω καὶ ὁ ὅρκος οὐκ ἐπὶ τῶν ὁμολογουμένων ἐπάγεται, ἀλλ᾽ ἐπὶ τῶν ἀμφιβαλλομένων καὶ ἀδήλων. οὐ μόνον γὰρ ἐπὶ τῶν βόνα φίδει ἀγωγῶν, ἀλλὰ καὶ ἐπὶ πάσης αἰτίας ἐν ἀπορίᾳ τῶν ἀποδείξεων ἔξεστι τῷ δικαστῇ, μετὰ διαγνώσεως μέντοι, ὅρκον͵ ἐπάγειν, καὶ οὕτως τὴν ζητουμένην ποιεῖσθαι τομήν, ὡς ἀνήνεκται βιβ. δ. τοῦ κωδ. ὑπὸ τὸν α΄. τοῦ βιβ. τιτ. ἐν τῇ βιβ. γ. τοῦ τιτ. διατάξει, ἤτοι βιβ. καὶ τιτ. τοῦ παρόντος κεφ. μέ. μιμεῖται δὲ καὶ κατὰ τοῦτο διάλυσιν· ὥςπερ γὰρ ἐπὶ διαλύσεως οὐκ ἐγκαλοῦμεν πλειόνων ἢ ἐλαττόνων ὄντων πρὸς τῆς͵ ἀληθείας ἡμῖν ἐποφειλομένων· οὕτως οὐδὲ ἐπὶ τοῦ ὅρκου. ἀνάγνωθι τὴν παραγραφὴν τοῦ ἑ΄. διγ. τοῦ παρόντος τίτλου. καὶ κατὰ τοῦτο πάλιν μιμεῖται διάλυσιν· κανονίζων γάρ φησιν ὁ Παῦλος ἐν τῷ λέ. διγ. τοῦ παρόντος τίτλου, ὅτι οἱ μὴ δυνάμενοι πακτεύειν, οὐδὲ ὅρκον ἐπάγειν δύνανται. ᾿Avo νύμου. Καὶ ἀκκεπτιλατίονι ἔοικεν, ὡς διγ. μ΄. καὶ νοβατίονι, καὶ δελεγατίονι, καὶ ἀντὶ καταβολῆς ἐστιν, ὡς διγ. κς. θεμ. γ. καὶ διγ. κζ. καὶ δικαστηρίῳ ἔοικεν, ὡς ἐν τῷ αὐτῷ κζ. διγ. καὶ μείζων ἐστὶ τῆς ψήφου, ὅτι ὁ μὲν ὅρκος οὐκ ἀναψηλαφᾶται, εἰ μὴ ἐπὶ ἑνὸς καὶ μόνου θέματος, οἷον καινῶν εὑρεθέντων ἰνστρουμέντων. όρκος δὲ οὐ πᾶς, ἀλλ᾿ ὁ νεκεσσάριος καὶ ἰουδικιάλιος, οὐκ ἔτι δὲ ὁ βολουντάριος, ὡς ὁ Γάϊος φησιν ἐν τῷ κεφ. λα΄ κο τοῦ παρόντος τιτ. απόφασις δε ἐπὶ τὸ πλεῖστον ἀναψηλαφᾶται, δηλονότι ἐπιδεδομένης ἐκκλήτου. κατὰ τοῦτο δὲν μιμεῖται καταδίκην ὁ ὅρκος. ἔγνως γὰρ ἐξ ὧν ὁ Οὐλπιανὸς ἐν τῷ γ΄. τῶν διγ. βιβ. διγ. 5. ήτοι βιβ. κά. τιτ. β. κεφ. 5΄. θεμ. γ. φθάσας ἐδίδαξεν, ὅτι ἐπὶ ἀτιμοποιῷ ἀγωγῇ τὸν ἐπενεχθέντα ὅρκον αὐτῷ ὀμόσας, τυχὸν ὅτι οὐκ ἔκλεψεν, οὐχ ὕβρισεν, οὐκ ἀτιμοῦται, ὡς διὰ τοῦ ὅρκου δοκῶν ἐλεύθερον ἑαυτὸν τῆς τοιαύτης ἀποδεῖξαι κατηγορίας. [Sch. d. III. 141. sq.
Quemadmodum enim non in rebus certis, sed in rebus dubiis locum habet transactio, ita et iusiurandum non in rebus certis defertur, sed in dubiis et incertis. Non solum enim in bonae fidei iudiciis, sed in omni causa inopia probationum licet iudici, causa tamen cognita, iusiurandum deferre, et ita quaesitam facere decisionem, ut relatum est lib. 4. Cod. tit 1. const. 3. sive libri et tituli huiusce cap 45. Iusiurandum in eo quoque transactionem imitatur: sicut enim in transactione non incusamus, si plus minusve sit in eo, quod revera nobis debetur: ita neque in iureiurando. Lege adnotationem digesti 5. huius tituli. Rursus et in hoc transactionem imitatur: regulariter enim definit Paulus in dig. 35 huius tituli, eos, qui pacisci non possunt, nec iusiurandum deferre posse. Innominati. Et acceptilationi simile est, ut dig. 40. et novationi, et delegationi, et vice solutionis est, ut dig. 26. them. 3. et dig. 27. et iudicio simile est, ut eodem dig. 27. maioremque habet auctoritatem, quam sententia, quia iusiurandum quidem non retractatur, nisi uno eoque solo casu, puta repertis novis instrumentis. Iusiurandum autem non omne, sed necessarium et iudiciale, non etiam voluntarium, ut ait Gaius cap. 31. hui. tit. Sententia autem ut plurimum retractatur, appellatione scilicet interposita. In hoc autem iusiurandum condemnationem non imitatur. Didicisti enim ex his, quae Ulpianus lib. 3. Digestorum tit. 2. dig. 6. sive lib. 21. tit. 2. cap. 6. them. 3. antea docuit, in famosa actione eum, qui iureiurando delato iuravit, puta se furtum non fecisse, vel iniuriam non fecisse infamia non notari, quasi liberum se huiusmodi accusatione iureiurando probasse videatur.
Ζήτει βιβ. ια΄. τιτ. β. κεφ. νθ΄. καὶ τιτ. αὐτοῦ κεφ. κζ. ἐν ᾧ εὑρήσεις, ὅτι ἡ διάλυσις τῇ ψήφῳ ἔοικεν. εὑρήσεις καὶ ἕτερον πολυτελέστατον στίχον βιβ. λθ. τιτ. α. κεφ. κθ. θεμ. β΄. καὶ βιβ. μδ. τιτ. έ. κεφ. λά. καὶ βιβ. ιζ. τιτ. α. κεφ. ιθ΄. [Sch. d. III. 142.]
Quaere lib. 11. tit. 2. cap. 59. et eiusdem tituli cap. 27 in quo invenies, transactionem similem esse sententiae Invenies et alium utilissimum versum lib. 39. tit. 1 cap. 29. them. 2. et lib. 44. tit. 5. cap. 31. et lib. 17 tit. 1. cap. 19.
μείζων ἐστὶ ψήφου Τοῦ ᾿Ανωνύμου. Ἐπειδὴ ἡ μὲν ψῆφος ἐκκλήτῳ ὑπόκειται, ὁ δὲ ὅρκος οὐκ ἀναψηλαφᾶται, πλὴν τοῦ ἰουδικιαλίου μετά διαστίξεως τῆς εἰρημένης διγ. λα. καὶ τοῦ κατὰ βασιλέα ἐπιορκήσαντος, ὡς διγ. ιγ. ἐν τῷ τέλει. σημείωσαι δὲ ἐνταῦθα, ὅτι ὁ ὅρκος μείζων ἐστὶν ἀποφάσεως. πεμφθείσης γὰρ εἰς τὴν βέντρις νόμινε νομὴν γυναικὸς διὰ τὸ ὀμόσαι, κἂν ψευδομένη μετὰ ταῦτα ἁλῷ, οὐ κρίνεται συκοφάντης· καίτοι ἡ ἐξ ἀποφάσεως εἰς νομὴν πεμπομένη ὑπόκειται τῇ καλουμνίᾳ, ὡς βιβ. μ΄. τιτ. α΄. κεφ. γ. θεμ. τελευτ. [Sch. e. III. 142.]
Innominati. Quia sententia appellationi subiacet, iusiurandum autem non retractatur, excepto iudiciali cum distinctione dicta dig. 31. et cum quis per Principem peieraverit, ut dig. 13. in fine. Nota autem hoc loco, iusiurandum maius esse, quam sententiam Nam si mulier, quae iuravit, ventris nomine in possessionem missa sit, licet postea mendacii convicta sit, non condemnatur quasi per calumniam missa: licet quae ex sententia in possessionem missa est, ' calumniae subiaceat, ut lib. 40 tit 1. cap. 3. them. ult.
Τοῦ Νικαέως. Ζήτει βιβ. κή. τιτ. δ. κεφ. κδ. καὶ βιβ. μθ΄. τιτ. α΄. κεφ. ιδ. ἐν οἷς εὑρήσεις, ὅτι ὁ ὅρκος ἐλάττων ψήφου τυγχάνει, καὶ τοῦ παρόντος βιβ. καὶ τιτ. κεφ. λ΄. θεμ. δ΄. ἀνάγνωθι τὴν παραγραφὴν τοῦ γ. θεμ. τοῦ γ. κεφ. καὶ βιβ. κδ΄. τιτ. ς΄. κεφ. κή. καὶ μγ. θεμ. α. καὶ τοῦ παρόντος τιτ. κεφ. κζ. θεμ. β. καὶ κεφ. μ΄. καὶ ε΄. καὶ κς. θεμ. τελευτ. καὶ κεφ. κζ. καὶ μ΄. [Sch. e. III. 143.]
Nicaei. Quaere lib. 28. tit. 4. cap. 24. et lib. 49. tit 1, cap. 14. in quibus invenies, iurisiurandi minorem auctoritatem esse, quam rei iudicatae, et huius lib. et tit. cap. 30. them. 4. Lege adnotationem them. 3. cap. 3. et lib. 24. tit. 6. cap. 28. et 43. them 1. et huius tit. cap. 27 them. 2. et cap. 40. et 5. et 26. them. ult. et cap. 27. et 40.
3 (= D. 12.2.3 pr.) · Ulpian.
pr.γ΄.22 Οὐλπ. Ὁ μηδενὸς ἐπάγοντος ὀμνὺς οὐκ ὠφελεῖται.
Ei, qui nullo deferente iuravit, hoc nihil prodest.
ὁ μηδενὸς ἐπάγοντος ὀμνύς Κυρίλλου. Εἰ μὴ ἐπαγωγή προηγήσεται, οὐδὲν ἐστιν ὁ ὅρκος. δίδοται ὁ ὅρκος ἐπὶ πάσης ἀγωγῆς περσοναλίας, ἐν ῥέμ, ἰμφάκτουμ, ποιναλίας, ἰντερδίκτου καὶ περὶ καταστάσεως, ὅτι τυχὸν οὐκ εἰμί που ὑπεξούσιος, καὶ περὶ τοῦ εἶναι ἐγκύμονα τὴν γυναῖκα, ἢ μή. καὶ ὠφελεῖται ὀμόσασα, διότι οὐκ ἐγκαλεῖται ὡς καλουμνίας καῦσα εἰς τὴν βέντρις νόμινε πεμφθεῖσα νομήν. τοῦτον δὲ τὸν υἱὸν πάσχοντα ζήτησιν, τίνος ἐστὶν υἱός, οὔτε ὠφελεῖ, οὔτε βλάπτει· 0 γὰρ ὅρκος ἄλλου ἄλλον οὔτε βλάπτει, οὔτε ὠφελεῖ σημείωσαι ξένον τρόπον ἀπαλλάττοντα τοῦ βάρους τοῦ ἐν ποτεστάτε τὸν ὑπεξούσιον. [Sch. f. III. 143.]
Cyrilli Nisi delatio praecesserit, iusiurandum nullius momenti est. Iusiurandum datur in omni actione personali, in rem, in factum, poenali, interdicto et de statu, utputa iuro, me in potestate tua non esse, et an praegnans sit mulier, vel non sit. Et prodest ei, si iuravit, quia non culpatur, quasi calumniae causa in possessionem ventris nomine missa fuerit. Huic autem filio, de quo quaeritur, cuius filius sit, nec prodest, nec nocet: iusiurandum enim alterius alteri nec nocet, nec prodest Nota novum modum, quo filiusfamilias onere potestatis liberatur.
1Εφ᾿ οἵᾳ δήποτε ἀγωγῇ ὀμνύς τις, ἐλευθεροῦται, καὶ περὶ καταστάσεως, ἔνθα τοῦ ἐνάγοντος ἐπιφέροντος ὤμοσα μὴ εἶναι αὐτοῦ ὑπεξούσιος.
In quacunque quis actione iuret, liberatur, et si de statu fuerit iuratum, cum actore deferente iuravi, in potestate eius me non esse.
3Καὶς ἡ γυνὴ ὀμνύουσα ἐγκυμονεῖν πέμπεται εἰς νομήν, καὶ οὐκ ἐνάγεται μετὰ τὸν ὅρκον, ὡς κατὰ συκοφαντίαν εἰς νομὴν πεμφθεῖσα· καὶ οὐχ * ὑπομένει βίαν ἐπὶ τῇ νομῇ. εἰ δὲ ὁ ἀντίδικος ὀμόσει μὴ ἐγκυμονεῖν αὐτήν, οὐ πέμπεται. πρόκριμα δὲ διὰ τῶν τοιούτων ὅρκων οὐ γίνεται τῇ ζητήσει τοῦ τοκετοῦ· ὁ γὰρ ἑτέρου ὅρκος ἄλλον οὐκ ὠφελεῖ, οὔτε βλάπτει.
Mulier quoque, quae iuravit se praegnantem, mittitur in possessionem, nec convenitur post iusiurandum, quasi calumniae causa * in possessionem missa fuerit: nec vim patitur in possessione. Si vero adversarius iuraverit, eam non esse praegnantem, non mittitur in possessionem. Praeiudicium autem per eiusmodi iusiurandum quaestioni partus non fiet: nam alterius iusiurandum alteri nec prodest, nec nocet.
οὐκ ἐνάγεται μετὰ τὸν ὅρκον Τοῦ Νικαέως. Οἴτε δαπανήματα δίδωσιν, ἃ ἐποίησεν, ὡς βιβ. λά. τιτ. θ. κεφ. α΄. θέμα α. καὶ ς. [Sch. g. III. 143.]
Nicaei. Nec sumtus praestat, quos fecit, ut lib. 31. tit. 9. cap. 1. them. 1. et 6.
Τοῦ αὐτοῦ. Εἰς τὸ αὐτό. Ὁ γὰρ νεκεσσάριος οὐκ ἀναψηλαφᾶται, εἰ μὴ ἐφ᾽ ἑνὸς θέματος. ὠφελεῖ γοῦν ἑαυτὴν εἰς τε τὸ μὴ ὡς συκοφάντιν ἐναχθῆναι, εἰς τε τὸ μὴ ἀπαιτηθῆναι τὰ δαπανήματα, καὶ εἰς τὸ μὴ παθεῖν βίαν· οὐ μὴν καὶ τὸν τεχθέντα ἐξ αὐτῆς· οὐδεὶς γὰρ ἀπὸ ὅρκου ἑτέρου μὴ ὢν διάδοχος τοῦ ὀμόσαντος ὠφελεῖται η βλάπτεται. σημείωσαι τὸν κανόνα κείμενον ἐν ῥητῷ, ὅτι ὁ παρ᾽ ἑτέρου δοθεὶς ὅρκος οὐ δύναται βλάπτειν ἄλλον ἢ ὠφελεῖν. καὶ μὴ ἐναντιωθῇ σοι τὸ κείμενον ἐν τῷ 5. καὶ ή. διγ; ἀλλ᾽ ἀνάγνωθι τὴν ἐν τῷ ή, διγ. κειμένην παραγραφήν. ἀνάγνωθι δὲ καὶ τὸ κγ. κδ. κε. καὶ κή. διγ. τοῦ παρόντος τιτ. [Sch. g. III. 143.]
Eiusdem. Ad idem. Nam iusiurandum necessarium non retractatur, nisi uno casu. Certe quidem prodest ei iusiurandum suum, ne conveniatur quasi calumniatrix, et ne sumtus ab ea petantur, neve vim patiatur: nec vero partui prodest: nulli enim iusiurandum alterius prodest aut nocet, nisi eius, qui iuravit, successor sit. Nota regulam positam in textu, quod iusiurandum ab alio datum alteri nec prodesse nec nocere potest. Neque obstare tibi videatur, quod positum est dig. 7. et 8. Sed lege adnotationem dig. 8. positam. Lege et dig. 23. 24. 25. et 28. huius tituli.
ὡς κατὰ συκοφαντίαν Δοκεῖ δὲ μοι καλουμνίας καῦσα εἰς τὴν βέντρις νόμινε πεμφθῆναι νομὴν ἡ γυνή, ὅτε εἰδυῖα καὶ ἀκριβῶς ἐπισταμένη, ἑαυτὴν μὴ ἐγκυμονεῖν, ήτησεν εἰς τὴν βέντρις νόμινε πεμφθῆναι νομήν· καὶ ἐνάγεται ἰμφάκτουμ ἐντὸς ἐνιαυτοῦ. οὐτιλίως μέντοι δίδοται αὕτη εἰς τὸ διαφέρον τῷ κινοῦντι, ὡς φησιν ὁ Οὐλπιανὸς ἐν τῷ κε΄, βιβ ιτ. 5. διγ. α΄. θεμ. γ. καὶ ἐ΄. ὀμόσασα δὲ ἡ γυνή, οτι ἐγκυμονεῖ, ἀπαλλάττει ἑαυτὴν τῆς ἰμφάκτουμ, ὡς ἐν τῷ εἰρημένῳ τιτ. καὶ διγ. φησὶν ὁ Οὐλπιανός. σημείωσαι οὖν ἐντεῦθεν, ὅτι ὁ ὅρκος μείζων ἐστὶν ἀποφάσεως. πεμφθεῖσα γὰρ εἰς τὴν βέντρις νόμινε νομήν, κἂν ψευδομένη μετὰ ταῦτα ἀλῷ, οὐ κρίνεται συκοφάντις· καίτοι ἡ ἐξ ἀποφάσεως εἰς νομήν πεμπομένη ὑπόκειται τῇ καλουμνίᾳ. [Sch. h. III. 143. sq]
Videtur autem mihi calumniae causa ventris nomine in possessionem missa mulier, quae sciens prudens, se praegnantem non esse, petiit ventris nomine in possessionem mitti: et convenitur actione in factum intra annum, utilem scilicet quanti agentis interfuit, ut ait Ulpianus lib. 25. tit. 6. dig. 1. them. 3. et 5. Mulier autem, quae iuravit, praegnantem se esse, liberat se actione in factum, ut supradicto tit. et dig. ait Ulpianus. Nota igitur ex hoc loco, iusiurandum maiorem auctoritatem habere, quam rem iudicatam. Missa enim in possessionem ventris nomine, licet postea mendacii convicta fuerit, calumniae non damnatur: quamvis quae ex sententia in possessionem missa est, calumniae subiaceat.
οὐχ ὑπομένει βίαν ᾿Αλλ᾿ ἔχει τὸ ἀστασίαστον ἐπὶ ταύτῃ διὰ τοῦ προνιβιτορίου ἰντερδίκτου, ὥςπερ ἕκαστος ὁ νεμόμενος ἀδόλως, ἤτοι μὴ βίᾳ, μὴ λάθρα, μὴ παρακλήσει. [Sch. i. III. 144.]
Sed eam tuetur per interdictum prohibitorium, sicut quilibet, qui sine dolo possidet, id est, nec vi, nec clam, nec precario.
4Ὡς † ἐπιφέρεται ὁ ὅρκος, οὕτω καὶ ὀφείλει ὀμνύεσθαι. εἰ γὰρ ἐμοῦ κατὰ τοῦ θεοῦ ἐπαγαγόντος ὀμόσεις κατὰ τῆς κεφαλῆς σου,
Sicut defertur iusiurandum, ita et iurari debet: nam si me deferente, ut per Deum iures, tu per caput tuum iuraveris,
ὡς ἐπιφέρεται ὁ ὅρκος Κυρίλλου. Ὁ ὀμόσας ἕτερον τὸν ὅρκον παρὰ τὸν ἐνεχθέντα αὐτῷ, οὐδὲν ποιεῖ. κατὰ τῆς σωτηρίας σου καλῶς ἐπάγω σοι ὀμόσαι, καὶ ἕτερον, or θέλω, θεμιτὸν ὅρκον, καὶ τὸν τῆς θρησκείας ὅρκον, εἰ μὴ ἀπηγόρευται ἡ θρησκεία. σημείωσαι, ὅτι δεῖ θεμιτὸν εἶναι τὸν ὅρκον. τί δέ ἐστι θεμιτὸς ὁ ὅρκος, αὐτὸς ὑποκατιών σε διδάξει, δι᾽ ὧν φησι, τίς ἀθέμιτός ἐστιν ὁ ὅρκος. ἀθέμιτος γάρ ἐστιν ὁ κατὰ θρησκείαν ἀπηγορευμένην τῇ πολιτεία ὀμνύμενος. σημείωσαι, ὅτι ὁ κατὰ τὴν ἰδίαν θρησκείαν ὀμωμοκὼς έχει διὰ τοῦ ὅρκου τὸ ἀσφαλές. τοῦτο δὲ νόησον, ἔνθα ἡ θρησκεία μὴ ἀπηγόρευται τῇ πολιτείᾳ, ὡς ἡ τῶν Μανιχαίων τυχόν, ἢ τῶν Δονατιστῶν, ἢ ἑτέρα τοιαύτη ἁπλῶς ἀπηγορευμένη τῇ πολιτείᾳ θρησκεία. [Sch. k. III. 144.]
Cyrilli. Qui aliter iuravit, atque iusiurandum ei delatum est, nihil agit. Recte tibi iusiurandum defero, ut per salutem tuam iures, et aliud, quod voluero, licitum iusiurandum, et religionis iusiurandum, nisi religio prohibita sit. Nota, iusiurandum licitum esse oportere. Quid autem sit licitum iusiurandum, ipse postea te docebit cum ait, quod iusiurandum illicitum sit. Illicitum enim iusiurandum est, quod secundum religionem a republica prohibitam praestatur. Nota, eum, qui secundum propriam superstitionem iuravit, per iusiurandum securum esse. Hoc autem intellige, cum religio civitati improbata non sit, utputa Manichaeorum, aut Donatistarum, aut alia eiusmodi simpliciter prohibita in republica religio.
4 (= D. 12.2.4) · Παυλ. · Paul.
pr.Ἢ κατὰ τῶν τέκνων σου,
Vel filiorum tuorum,
5 (= D. 12.2.5 pr.) · Οὐλπ. · Ulp.
pr.Οὐκ ἔρρωται. Καλῶς ἐπιφέρω σοι κατὰ τῆς σωτηρίας σου ὀμόσαι. πᾶς γὰρ θεμιτὸς ὅρκος ἐξ ἐπαγωγῆς ὀμοθεὶς φυλάττεται.
Non valet. Recte tibi iusiurandum defero, ut per salutem tuam iures. Omne enim licitum iusiurandum praevia delatione praestitum servatur:
κατὰ τῆς σωτηρίας σου Ὁ γὰρ τοιοῦτος κατά θεόνου δοκεῖ ὀμνύειν, ὡς διγ. λγ. [Sch. 1. III. 144.]
Hic enim per Deum iurare videtur, ut dig. 33.
1Καὶ ὅν τις ὀμόσει τm κατὰ τὴν ἰδίαν θρησκείαν.
Et quod quis secundum propriam superstitionem iuraverit.
2Μετὰ τὸν ὅρκον οὐ ζητεῖται, εἰ ἦν χρέος.
Praestito iureiurando non quaeritur, an debitum fuerit.
μετὰ τὸν ὅρκον Κυρίλλου. Ὅρκου δοθέντος οὐκ ἐπισκοποῦμεν, εἰ χρεωστεῖ ἢ μή, ἀλλ᾽ εἰ μὴ ὤμοσεν μηδὲ ὤμοσας, εἰ παραχωρηθεὶς αὐτῷ ὁ ὅρκος, κἂν μετὰ ταῦτα ἕτοιμός ἐστιν ὀμόσαι, οὐδὲν ποιεῖ. [Sch. m. III. 144.]
Cyrilli. Dato iureiurando non spectamus, an debeat, necne, sed an iuraverit. Si non iuravit, neque ei remissum est iusiurandum, licet postea iurare paratus sit, nihil agit.
3Ὁπ κατὰ ἀδοκίμου θρησκείας ὀμνύμενος ὅρκος οὐ φυλάττεται.
Iusiurandum secundum improbatam religionem 3 datum non servatur.
κατὰ ἀδοκίμου θρησκείας Τὸ κατὰ τῆς ἀδοκίμου θρησκείας δηλοῖ τὴν δεισιδαιμονίαν· ἔνθα τυχόν τις οὕτως ὤμοσεν, μὰ τὴν ψυχὴν τοῦ πατρὸς αὐτοῦ. ἢ οὕτως, μὴ θηριομαχήσει, ἢ εἰς θάλασσαν ἀποθάνῃ, ὅπερ ἐστὶν ἀδόκιμον. [Sch. n. III. 144.]
Per improbatam religionem intelligimus superstitionem: puta si quis ita iuraverit per animam patris sui, vel sic, cum bestiis non depugnabit, vel in mari moriatur, cuiusmodi iusiurandum improbatur.
Ζήτει τὸν πα΄. κανόνα τοῦ ἁγίου Βασιλείου, ἐξ οὗ μαθήσῃ, ὅτι μεγάλῳ ἐπιτιμίῳ ὑπόκειται ὁ ὀμνύων ὅρκον Ἑλληνικόν· καὶ τὸν δ. κανόνα τῆς ἐν Τρούλλῳ τοῦ βασιλικοῦ παλατίου συνόδου· ὑποβάλλει γὰρ καὶ οὗτος αὐτὸν ἀφορισμῷ. [Sch. n. III. 144. sq.
Quaere canonem 81. Sancti Basilii, ex quo disces, eum, qui iusiurandum paganorum iurat, gravi poenae subiici: et canonem 4. Synodi habitae in Trullo parte palatii Imperatoris: nam et hic eum excommunicationi subiicit.
4Εἰ μήτε ὀμοθῇ, μήτε συγχωρηθῇ ὁ ὅρκος, οὕτως ἐστὶν ὡς μὴ ἐπαχθείς, καὶ μετὰ ταῦτα θέλων ὀμόσαι, οὐκ ὠφελεῖται· οὐ γὰρ ἐκ τῆς ἐπαγωγῆς ὄμνυσιν.
Si nec iuratum est, nec remissum iusiurandum perinde est, ac si delatum non esset. Et si postea iurare velit, non proderit ei: neque enim ex delatione iurat.
καὶ μετὰ ταῦτα θέλων ὀμόσαι Σημείωσαι τὸ καθ᾽ ἑκάστην, ὡς εἰπεῖν, τὴν ἡμέραν συμβαῖνον, ὅτι ἐὰν τις τὸν ἐπενεχθέντα αὐτῷ ὅρκον ὑπερέθετο ομόσαι, οὐ δύναται λοιπὸν ἐκ μεταμελείας͵ ἐλθεῖν καὶ ἀναγκάσαι μετὰ ταῦτα τὸν ἅπαξ ἐπάγοντα ͵ τὸν ὅρκον, μὴ βουλόμενον δέξασθαι τὸν ὅρκον ὐτοῦ. Ερώτησις. Αρα δὲ τὸ ἐναντίον δύναται ὁ τὸν ὅρκον ἐπενηνοχὼς πρὶν ἢ δοθῇ μεταμελεῖσθαι, ἢ ἀνακαλεῖσθαι μὲν τὴν τοῦ ἄκτωρος προστασίαν, τρέπεσθαι πρὸς τὰς ἀποδείξεις;; Στεφάνου. Καὶ πάνυ. τοῦτο γὰρ ἰδικῶς φησιν ἐν τῷ δ. βιβ. τοῦ κωδ. τιτ. α΄. διατ. ια. ἤτοι βιβ. καὶ τιτ. τούτῳ κεφ. νχ., ἥτις καὶ τοῦτο προςτίθησιν, ὅτι μεθ ': τραπῇ πρὸς ἀποδειξιν, οὐ δύναται ταύτας μὲν φεύγειν, ὅρκον δὲ πάλιν ἐπάγειν. καὶ αὐτὴν τὴν περὶ τῶν ὅρκων μεταμέλειαν οὐκ ἄλλως αὐτῷ δίδωσιν, εἰ μὴ ἐφ᾿ ὅσον ἡ δίκη γυμνάζεται μετὰ γὰρ αὐτοτελῆ ψῆφον οὐ δύναται τοιοῦτο ποιεῖν. [Sch. o. III. 145.]
Nota, quod singulis diebus, ut ita dicam, contingit, eum, qui delatum sibi iusiurandum iurare distulerit, postea poenitentia ductum venire non posse, et compellere eum, qui semel detulit, ut invitus iusiurandum suscipiat. Interrogatio. An vero ex diverso, qui iusiurandum detulit, priusquam datum sit, poenitere possit, aut actoris praeceptum revocare, ad probationes autem recurrere? Stephani. Maxime. Hoc enim specialiter ait const. 11. tit. 1. lib. 4. Cod. seu libri et tituli huiusce cap. 53 quae etiam hoc addit, postquam ad probationes se converterit, non posse eum eas reiicere, iusiurandum autem rursus deferre. Non aliter autem ei poenitere et iusiurandum revocare concedit, nisi quamdiu lis exercetur: nam post sententiam definitivam hoc facere non potest.
οὐ γὰρ ἐκ τῆς ἐπαγωγῆς Τοῦτό φησιν, ὅτι οὐ δοκεῖ ἐξ ἐκείνης τῆς ἐπιφορᾶς τοῦ ἐπενεχθέντος αὐτῷ ὅρκου ὀμνύειν. [Sch. p. III. 145.]
Hoc ait, quia non videtur ex iureiurando, quod delatum est, iurare.
6 (= D. 12.2.6) · Παυλ. · Paul.
pr.Συγχωρεῖ τις τὸν καταδεχθέντα. εἰ δέ τις μὴ καταδεξάμενος ὕστερον ὀμόσαι θέλει, καὶ ὁ ἐπαγαγὼν οὐ δέχεται, δοκεῖς συγχωρεῖν.
Remittit quis iusiurandum susceptum. Sed si quis non susceperit iusiurandum, et postea iurare velit, idque non admittat is, qui detulit, non videtur remittere.
συγχωρεῖ τις Κυρίλλου. Παραχωρεῖ ὅρκον ὁ τὸν καταδεξάμενον αὐτὸν μὴ ἐάσας ὀμόσαι, οὐχ ὁ τὸν ἐξ ἀρχῆς μη βουληθέντα ὀμόσαι ὕστερον θελήσαντα μὴ δεξάμενος. Στεφάνου. Καὶ συνεχῶς γίνεται. οἷον μέλλοντος ἤδη Ο συνεχώς τοῦ διαδίκου διδόναι τὸν ὅρκον, ἀρνεῖται ὁ ἐπαγαγών εἰς τὸ ὅλως βουληθῆναι, καὶ ἕτοιμον γενέσθαι τὸν ὅρκον ἀποτελέσαι. συμβαίνει γὰρ πολλάκις, τὸν ἐπαγαγόντα τὸν ὅρκον λέγειν τῷ διαδίκῳ μέλλοντι σχεδόν διδόναι τὸν ὅρκον, ἄπελθε, ἑταῖρε, οὕτως ὡς ὁμόσας. [Sch. q. III. 145.]
Cyrilli. Remittit iusiurandum qui eum, qui illud suscepit, iurare non patitur, non is, qui ab initio iurare nolentem, postea vero volentem non admittit. Stephani. Idque continuo fit: utputa cum adversarius iusiurandum iam dare vellet, qui detulit, eum paratum iurare, iusiurandum praestare non patitur. Saepe enim accidit, ut qui iusiurandum detulit, dicat adversario iusiurandum iam daturo, abi, amice, sic, quasi iurasses.
οὐ δέχεται Τοῦ αὐτοῦ. ᾿Αλλ᾽ οὔτε ἀναγκάζεται νῦν ἐπαγαγεῖν μὴ βουλόμενος. οἶδας γὰρ ἐκ προλαβόντος διγέστου μαθών, ὅτι κἂν ἐπάγῃ τὸν ὅρκον, οὐκ ἀναγκάζεται τοῦτον δέξασθαι, εἰ τὴν ἀρχήν, ὅτε καὶ ἐπενέχθη, τοῦτον παρασχεῖν διάδικος ὑπερετέθη. [Sch. r III. 145.]
Eiusdem. Sed nec nunc deferre cogitur, si nolit. Didicisti enim ex praecedente digesto, licet iusiurandum detulerit, non cogi eum admittere ipsum, si initio, cum et delatum esset, id praestare adversarius distulerit.
7 (= D. 12.2.1) · Οὐλπ. · Ulp.
pr.Εἴτε περὶ ὁλοκλήρου πράγματος, εἴτε περὶ μέρους ὀμόσει τις, οὐκ ἐνάγεται, περὶ οὗ ὤμοσεν, οὔτε οἱ διάδοχοι αὐτοῦ.
Sive de tota re, sive de parte quis iuret, non convenitur eius rei nomine, de qua iuravit, nec successores eius.
οὔτε οἱ διάδοχοι αὐτοῦ Οἱ κληρονόμοι, κατά κυριόλεξιν εἰπεῖν, οἱ βονόρουμ ποσσεσσόρες, ἢ φιδεϊκομμισσάριοι˙ καὶ οὐ μόνον οὗτοι οἱ καθ᾽ ὁμάδα διάδοχοι, ἀλλὰ καὶ οἱ ἰδικοί, οἷον ἀγορασταί, ληγατάριοι, ἢ ὁ λαβών κατὰ δωρεάν ἢ συναλλαγήν. καὶ ἀνάγνωθι βιβ. νή. τιτ. ί. κεφ. να θεμ. β. ὅ φησι· Μνήμη γίνεται τῶν κληρονόμων ἐν τῇ ἐπερωτήσει τῆς περὶ μελλούσης ζημίας ἀγωγῆς, καὶ διαδόχων, εἰς οὓς τὸ πρᾶγμα περιέλθοι. διάδοχον δὲ οὐ μόνον τὸν καθ ' ὁμάδα νοοῦμεν, ἀλλὰ καὶ τὸν ἐν πράγματι δεσποτείαν δεξάμενον. καὶ σημείωσαι, ὅτι κἂν ὁ ἑνὸς πράγματος διάδοχος, κἂν μὴ ἀσωμάτου δικαίου ἐστὶ διάδοχος, ὡς ὁ κληρονόμος, καὶ ὁ ἀγαθῶν διακάτοχος, καὶ ὁ καθ᾽ ὁμάδα φιδεϊκομμισσάριος, ἀλλ᾽ οὖν ἐπ᾿ αὐτῷ τῷ πράγματι τὸ πρόςωπον ἐπέχει τοῦ προκτήτορος, καὶ τοῖς πρὸς ἀσφάλειαν κατοχῆς φερομένοις καὶ δεσποτείας τοῦ πράγματος δικαίοις ἰσχυρῶς κέχρηται, οἷός ἐστιν ὁ ὅρκος, καὶ ἡ δικαίωσις ἡ ἐπὶ τῷ πράγματι. ἀνάγνωθι βιβ. ια. τιτ. α. κεφ. ιζ. καὶ τὰ ἐκεῖ σχόλια. Sch. s. III. 145. sq.]
Heredes proprie bonorum possessores, aut fideicommissarii: et non solum hi universi iuris successores, sed etiam speciales ut emtores, legatarii, vel qui accepit ex causa donationis, vel permutationis. Et lege lib. 58. tit. 10. cap. 51 them. 2. quo dicitur: Mentio fit heredum in stipulatione damni infecti, et successorum, ad quos res pervenit Successorem autem non solum intelligimus eum, qui in universa bona succedit, sed et eum, qui in rei dominium succedit. Et nota, licet unius rei successor sit, non iuris incorporalis, ut heres, et bonorum possessor, et fideicommissarius universalis, tamen eum in ipsa re personam prioris possessoris sustinere, et iuribus, quae ad tuendam possessionem et rei dominium prosunt, utiliter uti, quale est iusiurandum, et allegatio seu defensio, quae in re competit Lege lib. 11. tit. 1. cap 17. et ibi Scholia.
Κυρίλλου. Οὔτε ὁ ὀμόσας ἐνάγεται, οὔτε ὁ σουκέσωρ αὐτοῦ ἤτοι ὁ διάδοχος, κἂν πράγματος εἴη σουκέσωρ. μετά γὰρ τὸν ὅρκον σβέννυται ἀγωγής εἰ δὲ ἀμφιβάλλεται, εἰ ώμοσεν, χρεία παραγραφῆς, ἐν ἡ δείκνυται, εἰ ὤμοσεν, η παρεχωρήθη αὐτῷ ὁ ὅρκος· τοῦτο γὰρ καὶ ὁ ἄκτωρ ὀμόσας δείκνυσιν. [Sch. s. III. 146.]
Cyrilli. Nec qui iuravit, convenitur, nec successor eius, etiamsi in rem successerit. Nam post iusiurandum actio extinguitur. Si vero ambigatur, an iuraverit, necessaria est exceptio, in qua ostenditur, an iuraverit, vel ei iusiurandum remissum sit: hoc enim etiam actor, qui iuravit, probat..
Στεφάνου. Μὴ ἐναντιωθῇ σοι τὸ εἰρημένον, ὅτι ὁ παρ᾿ ἑτέρου δοθεὶς ὅρκος ἕτερον οὔτε ὠφελεῖ, οὔτε βλάπτει· ὁ γὰρ ἀγοραστὴς καὶ ὁ κατὰ δωρεάν ἢ ληγάτον τὸ πρᾶγμα αβών, ὅσον ἥκεν ἐπ᾿ αὐτῷ, καθάπερ πολλάκις εἴρηται, τῷ πράγματι, τοῦ προκτήτορος πρόςωπον ἔχειν δοκεῖ. ᾿σουκέσως γὰρ ἐστιν ἐπ᾿ αὐτῷ, καθάπερ εἶπον, τῷ πράγματι, καὶ ἓν πρόςωπον εἶναι νοεῖται, ὅσον ἡκεν ἐπ᾿ αὐτῷ, καθὰ πολλάκις εἴρηται, τῷ πράγματι, τοῦ τε προκτήτορος καὶ τοῦ νῦν κτησαμένου τὸ πρᾶγμα. ὅπερ δὲ τοῖς πρωτοτύποις ἀνθίσταται, τοῦτο καὶ τοῖς σουκέσορσιν αὐτῶν, ὡς ὁ Οὐλπιανὸς κανονίζων φησὶν ἐν τῷ ν. τῶν διγ. βιβ. τιτ. ιζ. διγ. ρμγ. [Sch. s. ii. 146.]
Stephani. Ne obstare tibi videatur, quod dictum est, iusiurandum ab alio datum alii nec prodesse, nec nocere: emtor enim et qui ex causa donationis vel legati rem accepit, quantum ad ipsam rem, ut saepe dictum est, personam prioris possessoris sustinere videtur. Nam successor est, ut dixi, in rem, et respectu ipsius rei, sicut saepe dictum est, una persona esse intelligitur, prioris possessoris et eius, qui nunc rem possidet. Quod autem ipsis principalibus obstat, etiam successoribus eorum obstabit, ut regulariter definit Ulpianus Digestorum lib. 50. tit. 17. dig. 143.
8 (= D. 12.2.8) · Paul.
pr.` ή΄. Παυλ Οὔτε ὁ εἰς αὐτὸ μόνον τὸ πρᾶγμα γινόμενος διάδοχος.
Nec qui in eam rem tantum successit.
οὔτε ὁ εἰς αὐτὸ μόνον Σημείωσαι, ὅτι καὶ ἐπὶ ἑνὶ πράγματί ἐστι διάδοχος, οἷον ὁ ἀγοραστής. ἐπὶ ἑνὶ πράγματι σουκέσωρ ἐστὶν καὶ ὁ λαβών δωρεάν. καὶ μὴ ἐναντιωθῇ σοι τὸ θεμ. γ. τοῦ γι διγ. ὁ γὰρ ἀγοραστής ἢ ὁ: κατὰ δωρεάν ἢ ληγάτον τὸ πρᾶγμα λαβών, ὅσον ήκεν ἐπ᾿ αὐτῷ τῷ πράγματι, τὸ τοῦ προκτήτορος πρόςωπον ἔχειν δοκεῖ. τοῦτό σοι ἐσημειωσάμην καὶ ἐν τῷ β΄. βιβ. τιτ. ιδ. διγ. ιζ θεμ. παρατελευταίῳ, ήτοι βιβ. ια. τιτ. α΄. [Sch. t. III. 146.]
Nota, etiam in una re esse successorem, utputa emtorem. In una re successor etiam est qui donationem accepit. Nec obstat them. 3 dig. 3. Emtor enim, vel qui ex causa donationis vel legati rem accepit, quantum ad rem ipsam attinet, prioris possessoris personam habere videtur. Hoc tibi notavi et lib. 2. tit. 14. dig. 17. them. penult. sive lib. 11 tit 1.
9 (= D. 12.2.9 pr.) · Οὐλπιανός. · Ulpianus.
pr.Μετὰ τὸν ὅρκον ἀναιρεῖται ἡ ἀγωγή· ἀμφιβολίας γὰρ οὔσης εἰ δέδοται ὅρκος, χώρα τῇ παραγραφῇ.
Posteaquam iuratum est, tollitur actio: nam si controversia sit, an iusiurandum datum sit, locus est exceptioni.
ἀναιρεῖται ἡ ἀγωγή Ὀφφικίῳ, δηλονότι τοῦ ἄρχοντος. μήτε γὰρ νομίσης ἴψο ἰοῦρε τὴν ἀγωγὴν διδομένην ὅρκον ἀναιρεῖν, ἀλλὰ πρόςσχες τοῖς λεγομένοις. καὶ μὴ συναρπαγῆς ἐξ ὧν ὁ Οὐλπιανὸς εὐθὺς ἐπιφέρει. τοῦτο γὰρ φησιν, ὅτι ἐὰν ἀμφιβάλλεται ὁ ὅρκος, χώρα τῇ παραγραφή, τουτέστιν ἀναγκάζεται ὁ λέγων ὀμωμοκέναι δείξαι τοῦτο, ὅτι ὤμοσεν αὐτῷ τοῦ ἄκτορος τοῦτον ἐπαγαγόντος· ἐπὶ γὰρ τῶν παραγραφῶν ὁ δέος τάξιν ἄκτωρος ἐπέχει, καὶ βαρεῖται ταῖς ἀποδείξεσιν, ὡς κεῖται βιβ. μδ΄. τιτ α΄. διγ. α. τὸ οὖν εἰρημένον, ὅτι ἀναιρεῖται ἀγωγή, νόησον μὴ κατὰ τὸ ἴψο ἰοῦρε, ἀλλ᾽ ὀφφικίῳ τοῦ δικαστοῦ. βλέπε γάρ, ὅτι ἐπιφέρει εὐθὺς ὁ αὐτὸς Οὐλπιανός, ὅρκου δοθέντος ἢ συγχωρηθέντος· ὁ μὲν γὰρ ῥέος ἔχει παραγραφήν, ὁ δὲ ἄκτωρ τὴν ἰμφάκτουμ. καὶ σημείωσαι, ὅτι οὐ μόνον ἐπὶ ῥέου, ἀλλὰ καὶ ἐπὶ ἄκτορος χώρα τῇ τοῦ ὅρκου συγχωρήσει. καὶ ὥςπερ ἐπὶ τοῦ ῥέου συγχωρηθεὶς ὁ ὅρκος τίκτει παραγραφήν,, οὕτως ἐπὶ τοῦ ἄκτωρος συγχωρηθεὶς ὁ ὅρκος τίκτει ἰμφάκτουμ. [Sch. u III. 146. sq.]
Officio scilicet indicis. Neque enim putes, iusiurandum ipso iure datam actionem perimere, sed adhaereas iis, quae dicta sunt. Nec conturberis iis, quae Ulpianus statim affert. Hoc enim ait, si ambigatur, an iuratum sit, locum esse exceptioni: hoc est, qui dicit se iurasse, probare cogitur, se actore deferente iurasse: in exceptionibus enim reus vicem actoris sustinet, et probationibus oneratur, ut habetur lib. 44. tit. 1. dig. 1. Quod igitur dictum est actionem tolli, sic intellige, ut non ipso iure tollatur sed officio iudicis. Vide enim, quod idem Ulpianus statim subiicit, iureiurando dato vel remisso: reus enim exceptionem habet, actor vero in factum actionem. Et nota, non solum in reo, sed etiam in actore locum esse remissioni iurisiurandi. Et sicut iusiurandum reo remissum parit ei exceptionem, ita actori remissum actionem in factum parit.
Σημείωσαι τὸν Παλαιὸν καθαρῶς λέγοντα, τὸν ὅρκον μὴ κατὰ τὸ ἴψο ἰοῦρε ἀναιρεῖν τὴν κινηθεῖσαν ἀγωγήν. ἀνάγνωθι καὶ τὸν τοῦ γ. θέματος Παλαιὸν τὸ ὅμοιον λέγοντα. ἀνάγνωθι καὶ τὴν β. παραγραφὴν τοῦ ια. κεφ. ζήτει καὶ κεφ. κέ. καὶ τὴν ἐκεῖσε δευτέραν παραγραφήν, καὶ κεφ. κς. θεμ. γ. καὶ τὴν ἐκεῖσε δευτέραν παραγραφήν. πλὴν τοῦτο ἐπὶ τῶν πολιτικῶν νόει ἀγωγῶν, μὴ μὴν ἐπὶ τῶν φυσικῶν. ἐκεῖναι γὰρ ἴψο ἰοῦρε διὰ τοῦ ὅρκου ἀναιροῦνται, ὡς εὑρήσεις ἐν τῷ δ. θεμ. τοῦ κέ. κεφ. τοῦ ἑ. τιτ. τοῦ κς. βιβ. Sch. u. III. 147.]
Nota Antiquum manifeste dicentem, iusiurandum non ipso iure actionem motam perimere. Lege et tertii thematis Antiquum simile dicentem. Lege et adnotationem 2. cap. 11. Quaere et cap. 25. et ibi secundam adnotationem, et cap. 26. them. 3. et ibi secundam adnotationem. Verum hoc intellige de civilibus actioni bus, non etiam de naturalibus: hae enim ipso iure per iusiurandum tolluntur, ut invenies in them. 4. cap. 25 tit. 5. lib. 26.
χώρα τῇ παραγραφῇ Ἤτοι αὐτὸς ὁττ παραγραφόμενος καὶ χρώμενος τῇ ἀπὸ του ὅρκου βοηθείᾳ, ὀφείλει ἀποδεικνύναι· τότε γὰρ χώρα τῇ παραγραφῇ. ταῦτα δηλοῖ, ὅτι χώρα τῇ νομοθεσίᾳ τῇ λεγούσῃ, ἐπὶ τῶν παραγραφῶν ὁ ἐναγόμενος ἐνάγων ἐστὶ καὶ βαρεῖται ταῖς ἀποδείξεσι. κεῖται δὲ ἡ νομοθεσία ἐν τῷ θ΄, κεφ. τοῦ α. τιτ. τούτου τοῦ βιβ. καὶ ἐν ὅλῳ τῶ ιθ΄. κεφ. αὐτοῦ. [Sch. x. ΙΙΙ. 147.]
Id est, ipse, qui excipit et utitur auxilio iurisiurandi, debet id probare tunc enim locus est exceptioni. Hoc ostendit, locum esse iuris definitioni dicenti, in exceptionibus reum actorem esse et probationibus onerari. Extat autem hoc ius in cap. 9. tit. 1. huius libri, et in toto cap. 19. eiusdem.
** καὶ μετὰ τὸν ὅρκον Οἶμαι δὲ χρῆναι ἔξωθεν δικαστηρίου θεματίζειν τὸν ὅρκον γενόμενον· εἰ γὰρ ἐν δικαστηρίῳ, ἀλόγιστόν τι φαίνεται διδάσκειν ὁ νομοθέτης. ὅπου γὰρ δικαστήριον, ἐκεῖ καὶ προκάταρξις, εἰ μή που τὴν προκάταρξιν τὴν τοῦ δικαστηρίου νοήσομεν. [Sch. **. III. 149.]
Puto autem fingendum esse iusiurandum extra iudicium datum nam si in iudicio, absurdum aliquid docere videbitur Iureconsultus. Nam ubi iudicium, ibi et litis contestatio: nisi contestationem iudicii intelligemus.
Κυρίλλου. Εἰ μετὰ τὸν ὅρκον καταδικασθῇ τις ἐξ ἀτιμοποιοῦ ἀγωγῆς, ἄτιμος ἔσται. ὁ γὰρ ὁμόσας ὑβρισθῆναι παρά τινος, καὶ ὑπόχρεων αὐτὸν ἔχει. [Sch. z. III. 149.]
Cyrilli. Si post iusiurandum damnetur quis ex famosa actione, famosus erit. Nam qui iuravit, se iniuria affectum ab aliquo, et obnoxium eum habet.
Τοῦ Ἐναντιοφανοῖς. Ἐνταῦθα ψῆφός ἐστι μετὰ τὸν ὅρκον, καὶ διὰ τοῦτο ἀτιμοῦται. ἐν δὲ τω λ΄. διγέστῳ μόνος ατιμονται. ὅρκος ἐστί, καὶ διὰ τοῦτο τὸ διπλοῦν οὐκ ἀπαιτεῖται. [Sch. z. III. 149.]
Enantiophanis. Hoc loco sententia secuta est iusiurandum, et ideo infamatur. In digesto autem 30. solum iusiurandum est, et ideo duplum non exigitur.
Τουτέστιν, εἰ μετὰ τὸ ὀμόσαι τὸν ἄκτορα, ὅτι παρέθετο, ἀγνωμονῶν ὁ ῥέος καταδικασθῇ. [Sch. z. III. 149.]
Hoc est, si postquam actor iuravit, se deposuisse reus, qui depositum abnegat, condemnatus sit.
1Ὁ μὲν ἐναγόμενος ὀμνὺς ἢ συγχωρούμενος τὸν ὅρκον, προςπορίζει τὴν παραγραφὴν αὑτῷ καὶ ἄλλοις. ὁ δὲ ἐνάγων ὀμνὺς ἢ συγχωρούμενος ἀγωγὴν ἔχει.
Reus, qui iusiurandum praestitit, vel cui id remissum est, acquirit exceptionem sibi et aliis Actor vero, qui iuravit, vel cui remissum est iusiurandum, actionem habet.
αὑτῷ καὶ ἄλλοις ᾿Ανάγνωθι διγ. κή. θεμ. β. καὶ τὸ τελευταῖον θέμα τούτου τοῦ διγ. καὶ τὸ τέλος τοῦ δ. διγ [Sch. y. III. 147.]
Lege dig. 28. them. 2. et thema ultimum huius dig. et finem digesti 4.
Διαδόχοις καὶ ἐγγυηταῖς, ὡς κεφ. ζ. ή. καὶ κή. θεμ. β. καὶ κεφ. μβ΄. θεμ. τελευτ.
Successoribus et fideiussoribus, ut cap. 7. 8. et 28. them. 2. et cap. 42. them. ult.
2᾿Ἐὰν ἐξ ὅρκου καταδικασθῇ τις ἐπὶ ἀτιμοποιῷ ἀγωγῆ, ἀτιμοῦται.
Si ex iureiurando damnetur quis in famoso iudicio, famosus est.
ἀτιμοῦται Εἰ δὲ μετὰ τὸν ὅρκον κινηθήσεται κατ᾿ αὐτοῦ ἡ πρωτότυπος ἀγωγή, ἀλλ᾽ ἡ ἀπὸ τοῦ ὅρκου ἴμφακτος, οὐκ ἀτιμωθήσεται. Θεόφιλος μὲν ὁ μακαρίτης ἐθεμάτισεν ἔξω δικαστηρίου * δοθέντα τὸν ὅρκον, καὶ μετὰ ταῦτα ἐξ ἀγνωμοσύνης τοῦ ἐπενεγκόντος κινηθεῖσαν κατ᾿ αὐτοῦ τὴν μανδάτι τυχόν, ἢ τὴν δεπόσιτι· καὶ μετὰ τὸν ὅρκον γὰρ καὶ τὸ τεχθῆναι τὴν ἰμφάκτουμ, μένει οὐδὲν ήττον ή πρωτότυπος ἀγωγή φυλαττομένη, ὡς ἔστι μαθεῖν ἐξ ὧν ὁ Παῦλος ἐν τῷ λ. διγ. τοῦ παρόντος τιτ. φθάσας φησίν. ἕτεροι δέ φασιν, ὅτι τῆς μανδάτι τυχὸν ἢ τῆς δεπόσιτι κινηθείσης, ὅρκος ἐν αὐτῷ τῷ δικαστηρίῳ ἐδόθη, καὶ ἀντὶ ἀποδείξεως πάσης δεξάμενος τὸν ὅρκον ὁ δικαστής κατεδίκαζε. καὶ οὕτω γὰρ ἀτιμοῦσθαι τὸν καταδικασθέντα φασίν, ἐπειδὴ ὅλως ἔτυχεν ἡ πρωτότυπος ἀγωγὴ κινηθεῖσα., βλέπε δὲ μὴ εἴπῃς, ὅτι τὸ αὐτό ἐστιν, εἰ καὶ μὴ τὴν πρωτότυπον, ἀλλὰ τὴν ἰμφάκτουμ κινήσω μετά τὸν ὅρκον, νομίζων·, ὅτι καὶ οὕτως ἀτιμοῦται ὁ καταδικασθείς. τοῦτο μὴ εἴπῃς., εἰ μὲν γὰρ πρωτότυπον κινήσω ἀγωγήν, προςφόρως ἡ ἐξ αὐτῆς προέρχεται καταδίκη, καὶ εἶτα τὴν ατιμίαν ἐπαγεται. εἰ δὲ τὴν ἀπὸ τοῦ ὅρκου ἰμφάκτουμ ὡς ἀπὸ τῆς πρωτοτύπου, τυχόν ὡς ἀπὸ τῆς μανδάτι, ἢ τῆς δεπόσιτι, κινήσω, τότε μόνον τὸ πρᾶγμα καὶ οἱ καρποί οὐ μὴν τὰ ἐξ ἀρνήσεως καὶ ἀγνωμοσύνης τοῦ ῥέου φέρεται εἰς καταδίκην, ὡς δῆλον ἐστι δι᾽ ὧν φησιν ὁ Παῦλος ἐν ἀρχῇ τοῦ Κ΄. διγ. ἔνθα καὶ τοῦτό ἐστιν ἐκ τῶν εἰρημένων ἐκεῖσε μαθεῖν, ὅτι εἰ τὴν πρωτότυπον ἀγωγὴν κινήσω καὶ ὁρίσομαι, καὶ μετὰ τὸν ὅρκον ** θελήσω τὴν ἐξ ἀρνήσεως ἢ ἀγνωμοσύνης δίπλωσιν ἢ ἀτιμίαν ἐνεχθῆναι εἰς καταδίκην, οὐκ ὀφείλω τὴν ἀπὸ τοῦ ὅρκου ἰμφάκτουμ εἰς ἀπόδοσιν φέρειν, ὡς ὁ ἐν τῷ αὐτῷ διγ. κείμενος δείκνυσι λογισμός. οὐδὲ γὰρ εἴποι τις, ἀρνεῖσθαι ἢ ἀγνωμονεῖν τὸν διδόντα ὅλον τῷ ὅρκῳ καὶ τῇ πίστει τοῦ ἀκτορος. ώςτε, γὰρ ἐπὶ τοῦ προκειμένου θέματος μὴ εἴπης τὴν ἰμφάκτουμ, ἀλλὰ τὴν πρωτότυπον κινεῖσθαι, καὶ ἐξ αὐτῆς γενέσθαι τὴν καταδίκην. οὔτε γὰρ κατὰ πάντα μιμεῖται τὴν πρωτότυπον κινουμένη μετὰ τὸν ὅρκον ἡ ἐξ αὐτοῦ ὄμφακτος. ἀμέλει, ἐὰν τις ὀφείλεσθαι λέγων ἀπὸ ἀγωγῆς ἐξ ἀρνήσεως διπλασιαζομένης, οἷον ἀπὸ ᾿Ακουϊλίου, ὀμόσει, ὅτι ὀφείλεται· εἰ μὲν τὴν πρωτότυπον κινήσει ἀγωγήν, τὸ διπλοῦν, εἰ δὲ τὴν ἰμφάκτουμ, τὸ ἁπλοῦν λήψεται, ὡς ὁ Παῦλος ἐν τῷ Κ. διγέστῳ τοῦ παρόντος τιτ. φησί, λέγων ἰδικῶς, ὅτι τῆς ἀπὸ τοῦ ὅρκου ἰμφάκτουμ κινουμένης, οὐχ ἡ πρωτότυπος αἰτία σκοπεῖται, ἀλλ᾽ ὁ τοῦ ἐνάγοντος ὅρκος φυλάττεται. πλὴν ἀνάγνωθι πάντως τὴν ἐν τῷ λ. διγ. κειμένην περὶ τοῦ ὅρκου παραγραφήν. [Sch. z. III. 147. sq.
Sin autem post iusiurandum non movebitur adversus eum principalis actio, sed ex iureiurando in factum, non infamabitur. Theophilus quidem beatae memoriae finxit extra judicium iusiurandum datum, et postea ex perfidia deferentis motam adversus eundem forte mandati actionem aut depositi: nam et postquam post iusiurandum rata est in factum actio, nihilominus salva manet principalis actio, ut disci potest ex his, quae antea Paulus dig. 30. huius tituli tradidit. Alii vero dicunt, mota forte mandati aut depositi actione in ipso iudicio datum esse iusiurandum, et iudicem, vice omnis probationis admisso iureiurando, condemnasse. Et sic enim condemnatum infamia notari dicunt, quoniam omnino principalis actio mota est. Cave autem dicas, idem esse, licet non principalem, sed actionem in factum post iusiurandum movero, existimans, condemnatum et sic infamari. Id ne dixeris. Nam si principalem actionem movero, convenienter ex ea condemnatio procedit, et postea infamiam infert Sin autem actionem in factum ex iureiurando quasi ex principali actione, puta quasi ex mandati actione vel depositi, movero, tunc res duntaxat et fructus, nec vero ea, quae ex negatione et frustratione rei debentur, in condemnationem deducuntur, ut manifestum est ex his, quae ait Paulus initio dig. 30. ubi hoc quoque ex ibi dictis disci potest, si principalem actionem movero eamque constituero, et post datum iusiurandum voluero duplum ex infitiatione vel frustratione, vel infamiam in condemnationem deduci, non debere me actionem in factum ex iureiurando eo nomine intendere, ut ostendit ratio in eodem digesto posita. Neque enim quis dixerit, eum, qui rem totam iuriiurando et fidei actoris committit, negare vel moram facere. Itaque et in themate proposito ne dixeris actionem in factum, sed principalem motam, et ex ea condemnationem factam. Neque enim actio in factum post iusiurandum mota per omnia actionem principalem imitatur. Denique si quis sibi deberi dicens ex actione quae infitiatione duplatur, puta ex lege Aquilia,, iuraverit deberi: si quidem principalem actionem intenderit, duplum, si vero actionem in factum, simplum consequetur, ut Paulus dig. 30. huius tituli ait, dicens specialiter, mota actione in factum ex iureiurando, non principalem causam spectari, sed actoris iusiurandum conservari. Verum lege omnino adnotationem de iureiurando positam dig. 30.
* ἔξω δικαστηρίου Οἶμαι, ἐκ τούτου λαβεῖν ἀφορμὴν τὸ πολιτεύεσθαι ἐν δικαστηρίῳ νῦν τὴν τοῦ ὅρκου ἐπιλογὴν. ἐὰν γὰρ ἐγὼ ἢ ἐνάγων ἢ παραγραφόμενος εἰςαγάγω καὶ λέγω τι, καὶ ἀρνῆται ὁ ἀντίδικός μου, καὶ ἐγὼ θέλω εἰς ἀπόδειξιν ἀπολυθῆναι, ἔξεστι τῷ ἀντιδίκω μου λέγειν πρός με· ἐπιλέγομαι, ἑταῖρε, τὸν σὸν ὅρκον ἀντὶ ἀποδείξεως πάσης. ταῦτα δὲ ἐπὶ τῶν ἀγράφων κρατεῖ. ἐὰν γὰρ ἔγγραφόν τι προκομίζηται, ἀργεῖ ἡ ἐπιλογή. [Sch. *. 111. 148. sq.]
Puto, ex hoc occasionem cepisse iurisiurandi electionem, quae nunc in iudicio frequentatur. Nam si ego vel agendo vel excipiendo aliquid introducam et dicam, idque adversarius meus neget, et ad probationem dimitti velim, licet adversario meo mihi dicere: eligo, amice, iusiurandum tuum pro omni probatione. Haec autem obtinent in his, quae non scripta sunt: nam si aliquid scriptum proferatur cessat electio.
3Ἐὰν ὀμόσω σε χρεωστεῖν μοι ἀπὸ προςκαίρου ἀγωγῆς, οὐκ ἐλευθεροῖ τῷ χρόνῳ, ἐπειδὴ διὰ προκατάρξεως διηνεκὴς γίνεται.
Si iurem, te mihi debere ex temporaria actione, tempore non liberaris, quia litis contestatione perpetuatur.
ἐὰν ὀμόσω Κυρίλλου. Ὁ τεμποραλίαν κινῶν ἀγωγὴν καὶ ὀμόσας περπετουατεύει τὴν ἀγωγήν. [Sch. a. III. 149.]
si iurem Cyrilli. Qui temporalem actionem movet, et iurat, actionem perpetuat.
Στεφάνου. Σημείωσαι, ὅτι μιμεῖται προκάταρξιν ὁ ὅρκος. τῆς αὐτῆς ἔχεται διαιρέσεως καὶ τὸ ἐν τῷ ιγ. διγ. κείμενον θεμ. β΄. Τοῦ ᾿Ανωνύμου. Ὁ δὲ τοιοῦτος ὅρκος ἀντὶ προκατάρξεώς ἐστιν, ὡς διγ. κς. καὶ βιβ. έ. τιτ. ά. διγ. κή [Sch. a. III. 149.]
Stephani. Nota, iusiurandum imitari litis contestationem. Ab eadem distinctione pendet et them. 2. dig. 13 Innominati. Eiusmodi autem iusiurandum pro litis contestatione est, ut dig. 26. et lib. 5. tit. 1. dig. 28.
4᾿Ἐὰν ἀφῆλιξ περιγραφῇ, καθὸ μὴ ὀφείλων ὅρκον ἐπήγαγεν, ἀποκαθίσταται εἴσω τοῦ ὡρισμένου χρόνου.
Si minor captus sit, quia cum non deberet, iusiurandum detulit, intra statutum tempus restituitur.
ἐὰν ἀφῆλιξ περιγραφῇ Κυρίλλου. Αφῆλιξ ἐπενεγκὼν ὅρκον τῷ δεβίτωρι αὐτοῦ, ἵνα ἀπορώτερον ἑαυτὸν ποιήσῃ,, ἢ τῷ μὴ ὄντι δανειστῇ αὐτοῦ, ἵνα προςτιθῇ αὐτῷ δανειστήν, οὐδὲν ποιεῖ. ᾿Ανωνύμου. Τοῦ πουπίλλου ἐπάγοντος οὔτε χρεία ἀποκαταστάσεως, ὡς διγ. ιζ. [Sch. b. III. 149.]
Cyrilli. Minor, qui debitori suo iusiurandum defert, ut se pauperiorem faciat, aut ei, qui creditor eius non est, ut ei creditorem addat, nihil agit. Innominati. Pupillo iusiurandum deferente neque opus est restitutione, ut dig. 17.
Στεφάνου. Κατὰ τοῦτο αὐτό, καθὸ νέος ὢν καὶ δυνάμενος ἀποδείξεσι χρήσασθαι, τοῦτο μὲν οὐκ ἐποίησεν, ἐπήγαγε δὲ ὅρκον. Θεόφιλος μέντοι οὕτως ἐνόησε, κατὰ τοῦτο αὐτό, τοῦτ᾽ ἔστι τῇ τοῦ ὅρκου ἐπιφορᾶ· οὔτε γὰρ ἔδει με, φησί, τὸν ὅρκον ἐπαγαγεῖν ἀνθρώπῳ ἐπιόρκῳ, ἅμεινον δὲ τὸν ὅρκον διὰ τὴν ἡλικίαν νοῆσαι, ὅτι δυνάμενος ἀποδείξεσι χρήσασθαι οὐκ ἐχρήσατο, ἀλλ᾿ ὅρκον ἐπήγαγε. βλέπε γάρ, τί ἐπιφέρει ὁ Ουλπιανός, ὅτι οὐ πᾶς νέος ἤδη καὶ περιγράφεσθαι δοκεῖ κατ᾿ αὐτὸ τοῦτο, καθὸ νέος ἐστὶν. ἕτερόν ἐστιν ἐπὶ πουπίλλου. βοηθεῖται γὰρ ἀδιαστίκτως ὁ ἄνηβος ὅρκον ἐπαγαγών δίχα τῆς αὐθεντίας τοῦ ἐπιτρόπου, ὡς ὁ Παῦλος ἐν τῷ ιζ. διγ. φησίν. [Sch. b. III. 140. sq.
Stephani. Hoc ipso, quod cum minor esset, et probationibus uti posset, id omisit, et iusiurandum detulit Theophilus tamen sic intelligit, hoc ipso, id est iurisiurandi delatione: neque enim, inquit, iusiurandum deferre homini periuro me oportebat, melius autem iusiurandum existimare propter aetatem, quod cum posset probationibus uti, usus non sit, sed iusiurandum detulerit. Vide enim, quid subiiciat Ulpianus 3, non omnem minorem statim videri circumscriptum hoc ipso, quod minor sit. Aliud est in pupillo: indistincte enim subvenitur pupillo iusiurandum deferenti sine tutoris auctoritate, ut Paulus dig. 17. ait.
Ἔνθα μὲν ὁμολογεῖ5 περιγεγράφθαι αὐτόν, ἔχει κατά Πομπώνιον τὴν ὁεπλικατίονα. ἔνθα δὲ ἀμφιβάλλεται καὶ ἄδηλόν ἐστι, πότερον περιεγράφθη, ἢ οὐ περιεγράφθη, τότε καῦσα κόγνιτα ὁ ἄρχων αὐτὸν ἀποκαθίστησι. [Sch. b. II. 150.]
Si quidem constat, minorem esse captum, habet secundum Pomponium replicationem. Cum vero ambigitur et incertum est, utrum captus sit, an non captus sit, tunc causa cognita Praetor eum restituit.
εἴσω τοῦ ὡρισμένου χρόνου Τὸν οὐτίλιόν φησιν ἐνιαυτόν, τουτέστι τὴν τετραετίαν, ἣν ἔχει μετὰ τὸν κέ, ἐνιαντὸν ὁ γενόμενος νέος εἰς τὸ δύνασθαι· αὐτὸν ἐντὸς ταύτης τῆς τετραετίας ἀποκαθίστασθαι, ὑπὲρ ὧν ἐντὸς τοῦ κε. ἐνιαυτοῦ περιεγράφη. σήμερον γὰρ ἀντὶ τοῦ οὐτιλίου ἐνιαυτοῦ, καὶ ἐν τῇ πρεσβυτέρα Ῥώμῃ, καὶ ἐν τῇ νῦν βασιλευούσῃ, καὶ ἐν τῇ Ιταλία, καὶ ἐν ταῖς ἄλλαις ἐπαρχίαις τετραετίαν ἔχει κοντινούαν ὁ γενόμενος νέος, ἀριθμουμένην καὶ τρέχουσαν ἐπὶ μὲν τῶν ἀφηλίκων μετὰ τὸν κε΄. ἐνιαυτόν, ἐπὶ δὲ τῶν μειζόνων, οἷς ἀποκατάστασις δίδοται, μετὰ τὴν ῥεϊπουβλίκαε καῦσα τυχὸν ἀποδημίαν, ἢ τὸ περαιωθῆναι τὴν αἰτίαν, δι ' ην αὐτῷ δίδοται ἡ ἀποκατάστασις, ὡς ἀνήνεκται βιβ. β τοῦ κώδικος ὑπὸ τὸν νβ. τοῦ βιβ. τιτ. ἐν τῇ ζ. τοῦ τιτ. διατάξει. σημείωσαι δὲ καὶ ἀνάγνωθι πάντως βιβ. ε΄. τοῦ κωδ. τιτ. οδ. διατ. γ. πενταετίαν γοῦν ἐπί τινων δίδωσι θεμάτων. [Sch. c. III. 150,]
Utilem annum dicit, id est, quadriennium, quod habet post annum quintum et vicesimum factus iuvenis, ut intra hoc quadriennium restitui possit eorum nomine, in quibus intra annum vicesimum quintum circumscriptus est. Hodie enim pro anno utili et in antiqua Roma, et in hac regia urbe, et in Italia, et in aliis provinciis quadriennium continuum habet factus iuvenis, numerandum et currens in minoribus quidem post annum vicesimum quintum, in maioribus autem, quibus restitutio conceditur, postquam reipublicae causa abesse desierunt, vel causa finita fuerit, propter quam ei restitutio datur ut ostenditur lib. 2. Codicis tit. 52. const. 7. Nota autem et lege omnino lib. 5. Cod. tit. 74. const 3. Quinquennium certe in quibusdam casibus indulget.
5Εἰτ δέ τις ἐπὶ περιγραφῇτα τῶν ἰδίων δανειστῶν ἐπαγάγῃ τῷ ἰδίῳ χρεώστῃ, ἔχουσιν ἀντιπαραγραφὴν οἱ δανεισταὶ τοῦ ἐπαγαγόντος κατὰ τοῦ ὀμόσαντος. τὸ αὐτό, κἂν ἐπαγάγῃ ἑτέρῳ μὴ ὄντι δανειστῇ, κἀκεῖνος ὀμόσῃ χρεωστεῖσθαι παρ᾽ αὐτοῦ.
Si vero quis in fraudem creditorum suorum iusiurandum detulerit debitori suo, habent replicationem creditores deferentis adversus eum, qui iuravit. Idem est, si detulerit alii, qui creditor non erat, isque sibi ab eo deberi iuraverit.
ἔχουσιν ἀντιπαραγραφήν Τοῖς δανεισταῖς τοῦ φραυδάτορος εἰκότως δίδοται ἡ ῥεπλικατίων, οὐκ ἔτι δὲ αὐτῷ τῷ φραυδάτορι, κἂν αὐτός ἐστιν ὁ τὸν ὅρκον ἐπενηνοχώς. τεθεμάτισται γάρ, ὅτι οὐκ ἀπαιτηθείς, ἀλλ᾽ ἑτέρους περιγράψαι βουλόμενος τὸν ὅρκον ἐπήγαγεν. [Sch. d. III. 150.]
Creditoribus fraudatoris merito datur replicatio, non ipsi fraudatori licet ipse iusiurandum detulerit. Fingitur enim, eum non conventum, sed alios circumscribere volentem iusiurandum detulisse.
Τὶς εἶχε δανειστάς, οὗ καὶ ἀποροῦντος τὰ δάνεια δοῦναι, ἔμελλον πεμφθῆναι οἱ αὐτοῦ δανεισταὶ εἰς νομὴν τῶν αὐτοῦ πραγμάτων. ὁ οὐν χρεώστης εἶχε καὶ αὐτὸς ἕτερον ἔνοχον χρεωστοῦντα αὐτῷ ἀπὸ δανείου. διὰ περιγραφὴν τῶν δανειστῶν (πάντως γάρ, ἐπεὶ εἰς νομὴν ἔμελλον πεμφθῆναι, ἔμελλον ἀπαιτεῖσθαι καὶ ἃ ἐχρεωστεῖτο ὁ αὐτοῦ χρεώστης ἐκίνησε κατὰ τοῦ ἰδίου χρεώστου. ἐκείνου δὲ ἀρνουμένου τι χρεωστεῖν, ἐπήγαγεν αὐτῷ ὅρκον, καὶ ὤμοσεν. οὐδὲν ὠφεληθήσεται ὁ ὀμόσας· πρὸς γὰρ ἄλλον ὤμοσεν· οὐδὲ ὅρκος, πρὸς ὃν οὐ γέγονεν, οὔτε ὠφελεῖται, οὔτε βλάπτει. [Sch. d. 111. 150.]
Quidam creditores habuit, et cum solvendo non esset, creditores in possessionem bonorum eius mitti debebant. Hic igitur debitor et alium sibi obligatum habebat ex causa mutui. In fraudem creditorum (omnino enim, quia in bonorum possessionem mitti debebant etiam quae debitor eius ei debebat, exacturi erant egit adversus debitorem suum. Cum autem ille infitiaretur quidquam se debere, iusiurandum ei detulit, et is iuravit Non iuvabitur, qui iuravit: nam alio deferente iuravit iusiurandum autem alii nec prodest, nec nocet.
Τοῦ Νικαέως. Κἂν μὴ ᾔδει τὴν περιγραφὴν ὁ χρεώστης καὶ τὸν δόλον. διότι μὴ κερδαίνει ἀπαιτούμενος ἃ ἐχρεώστει˙ καὶ οὐ δεῖ κερδαίνειν αὐτὸν ζημιουμένων ἑτέρων, ἤτοι τῶν δανειστῶν τοῦ ἐπαγαγόντος. Τοῦ ᾿Ανωνύμου. Περὶ τοιούτων ὅρκων διαλαμβάνει ὁ τελευτ. τιτ. τοῦ μά. βιβ.᾿ [Sch. d. III. 150.]
Nicaei. Quamvis debitor fraudem et dolum ignoraret. Quare nihil lucratur, si, quae debet, ab eo exir gantur: neque ipsum lucrari oportet cum aliorum dispendio, sive creditorum eius, qui iusiurandum detulit Innominati. De eiusmodi sacramentis agitur tit. ult lib. 41.
6Παρὰ τοῦ ἐντολέως ἢ διεκδικητοῦ μου ὀμόσαντος ἐγὼ ἔχω παραγραφὴν καὶ ἀγωγήν.
Per procuratorem vel defensorem meum, qui iurarunt, habeo exceptionem et actionem.
παρὰ τοῦ ἐντολέως Κυρίλλου. Ὁ δεφένσωρ ἢ προκουράτωρ ὀμόσας περιποιεῖ τῷ πρωτοτύπῳ ἀγωγήν, ἢ παραχραφήν. σημείωσαι ἀναγκαῖον, ὅτι τότε ὁ παρ᾿ ἑτέρου δοθεὶς ὅρκος ἕτερον οὐκ ὠφελεῖ, ὅταν ἢ τὸ πρόςωπον, ἢ τὸ πρᾶγμα, ἢ αὐτὴ τῆς ἐναγωγῆς ἡ αἰτία ἀμείβεται· εἰ γὰρ μηδὲν ἐκ τούτων ἀμειφθῇ, ὠφελήσει πάντως ἕτερον ὁ παρ᾿ ἄλλου δοθεὶς ὅρκος. [Sch. e. 111. 151.]
Cyrilli. Defensor aut procurator iurans principali actionem vel exceptionem acquirit. Nota necessarium, iusiurandum ab altero datum alteri non prodesse, quando persona, aut res aut ipsa actionis causa mutatur: nam si nihil eorum mutetur, omnino iusiurandum ab alio datum alteri prodest.
Στεφάνου. Τὰ δύο περὶ ῥέου νόησον· ἀλλὰ τὸν μὲν δεφένσορα δίχα μανδάτου, τὸν δὲ προκουράτωρα μετὰ μανδάτου δεφενδεύοντα τὸν πρωτότυπον. καὶ θεμάτισον αὐτοὺς ἐκ προαιρέσεως τὸν ὅρκον ὑποτελέσαντας· οὔτε γὰρ δεφένσωρ, οὔτε προκουράτωρ ἄκων ὀμόσαι ἀναγκάζεται, ὡς ὁ Οὐλπιανὸς ἐν τῷ λδ΄. διγ θεμ. γ. τοῦ παρόντος τιτ. φησί. τοῦτο δὲ σημείωσαι, ὅτι ὀμόσαντες ἐκ προαιρέσεως, ὡς εἶπον, ὠφελοῦσι τὸν πρωτότυπον, καὶ μὴ ἐναντιωθῇ σοι ὁ κανὼν ὁ λέγων, ὅτι ὁ μεταξὺ ἑτέρων δοθεὶς ὅρκος ἕτερον οὐ δύναται ὠφελεῖν. οὕτω γὰρ νόησον τὸν κανόνα ἔνθα ἢ τὸ πρᾶγμα, ἢ τὸ πρόςωπον ἀμείβεται, ἢ αὐτὴ τῆς ἀγωγῆς ἡ αἰτία· ὥςπερ ἔστιν εἰπεῖν ἐπὶ τῆς πεμφθείσης μετὰ τὸν ὅρκον εἰς τὴν βέντρις τόμινε νομήν· εἰ γὰρ καὶ τὸ πρόςωπον οὐκ ἀμείβεται τοῦ κυοφορουμένου (ὤμοσε γάρ, ὅτι 0 κυοφορούμενος ἐκ τοῦ τελευτήσαντος συνελήφθη, ἀλλ᾽ οὖν ἡ αἰτία τῆς ἐναγωγῆς ἀμείβεται. ἡ μὲν γὰρ μήτηρ ὤμοσεν, ἵνα πεμφθῇ εἰς τὴν βέντρις νόμινε νομήν· τοῦ δὲ κυοφορουμένου τεχθέντος παύεται μὲν ἡ τοιαύτη νομή, αἰτεῖται δὲ ἐκ προςώπου τοῦ τεχθέντος Καρβωνιανή διακατοχή, καὶ μετὰ ταῦτα κινεῖται νερεδιτάτις πετιτίων.͵ ἐπὶ μέντοι τοῦ δεφένσορος καὶ τοῦ πρωτοτύπου τὸ αὐτὸ πρόςωπον καὶ ἡ αὐτὴ αἰτία ὑπόκειται. καὶ ὁ δεφένσωρ γὰρ ὤμοσε, μηδὲν ὀφείλειν τὸν πρωτότυπον ἐκ τῆςδε τῆς αὐτίας· καὶ ἡ ἐναγωγὴ πάλιν ἐκ τῆς αὐτῆς αἰτίας κινεῖται κατά τοῦ πρωτοτύπου. [Sch. e III. 151.]
Stephani. Haec duo de reo intellige: sed defensorem quidem sine mandato, procuratorem autem cum mandato defendentem principalem. Et finge, eos volentes iusiurandum praestitisse: nam nec defensor, nec procurator invitus iurare compellitur, ut ait Ulpianus dig. 34. them. 3 huius tituli. Nota autem, eos, qui volentes iurant, ut dixi, prodesse principali. Neque obstat regula, qua dicitur, iusiurandum inter alios datum alteri prodesse non posse. Sic enim regulam intellige, ubi vel res, vel persona, vel ipsa actionis causa mutatur: sicut dici potest in muliere, quae post iusiurandum ventris nomine in possessionem missa est: licet enim persona eius, qui in utero est, non mutetur (iuravit enim, eum qui in utero est, ex defuncto conceptum, causa tamen actionis mutatur. Mater enim iuravit, ut mitteretur in bonorum possessionem ventris nomine: partu autem edito cessat quidem eiusmodi possessio, ex persona autem partus petitur Carboniana possessio, et post haec hereditas petitur. In defensore autem et principali eadem persona et eadem causa subest. Nam etiam defensor iuravit, principalem nihil debere ex illa causa et rursus actio ex eadem causa movetur adversus principalem.
Τοῦ Ἐναντιοφανοῦς. Καίτοι βιβ. γ΄, τιτ. γ. διγ. λθ΄. θεμ. β. τῷ προκουράτωρι δέδωκε τὴν ἀπὸ τοῦ ὅρκου ἀγωγὴν. ὅπερ δεῖ νοεῖν, ὅτε μετὰ τὴν προκάταρξιν ὤμοσεν· τότε γὰρ γίνεται κύριος τῆς δίκης ὁ προκουράτωρ. σημείωσαι, ὅτι τοῦ ἄκτορος προκουράτωρ ὀμόσας αὐτῷ περιποιεῖ τὴν ἰμφάχτουμ. [Sch. e. 111. 151.]
Enantiophanis. Atqui lib. 3. tit. 3. dig. 39. them 2 procuratori dedit ex iureiurando actionem. Quod intelligendum est, cum post litem contestatam iuravit: tunc enim procurator dominus litis efficitur. Nota, procuratorem actoris iurantem actionem in factum ei acquirere.
Ερώτησις. Καίτοι εἴρηται ἐν τῷ γ΄. βιβ. τῶν πρώτων τιτ. γ.,, ὃς ἐστι δὲ προκουρατωρίβους, διγ. λθ΄. ὅτι αὐτὸς προκουράτωρ ὀμόσας ἔχει τὴν ἰμφάκτουμ. Στεφάνου. Εἰ μὲν ἔξω δικαστηρίου τὸν ὅρκον ὁ προκουράτωρ ἐτέλεσεν, τότε ὁ πρωτότυπος ἔχει τὴν ἰμφάκτουμ᾽ ἐπειδὴ προκατάρξεως γενομένης, ἰδιοποιεῖται τὴν ἀγωγὴν ὁ προκουράτωρ ἡ γὰρ προκάταρξις κύριον αὐτὸν ποιεῖ τῆς ἀγωγῆς. εἰκότως, οὖν καὶ ὁ ὁμόσας μετὰ προκάταρξιν ἑαυτῷ καὶ τῷ πρωτοτύπῳ τὴν ἀπὸ τοῦ ὅρκου ἰμφάκτουμ περιποιεῖ. ὅτι δὲ ὁ ᾿Οὐλπιανὸς ἐνταῦθα μὲν ἔξω δικαστηρίου τὸν ὅρκον ὑπὸ τοῦ προκουράτωρος ὑποτίθεται διδόμενον, πρόςεχε τῇ ἐμφάσει τῶν λέξεων· ἐνταῦθα μὲν γὰρ ἐπειδὴ ἔξω δικαστηρίου τὸν ὅρκον βούλεται θεματίσαι δοθέντα, ὅρκον δελάτουμ φησίν, ὃ δηλοῖ τὴν ἐπιφοράν. ἐν δὲ τῷ δὲ προκουρατωρίβους τῶν πρώτων, ἐπειδὴ ἐν δικαστηρίῳ βούλεται θεματίσαι δοθέντα τὸν ὅρκον, ῥέτουλιτ, εἶπεν, ὁ δηλοῖ τὴν ἀντεπιφοράν· ἀντεπιφορὰ δὲ κυρίως εἰ μὴ ἐν δικαστηρίῳ οὐκ ἔστιν, ὡς ὁ Οὐλπιανὸς ἐν τῷ ιή. διγ. τοῦ παρόντος τιτ. φησί. [Sch. e. III. 152.]
Interrogatio. Atqui dictum est lib. 3. partis primae Digestorum, tit. 3. qui est de procuratoribus disetum procuratorem ipsum, qui iuravit, actionem in factum habere. Stephani. Si quidem procurator in iudicio iusiurandum praestiterit, tunc principalis actionem in factum habet: quia lite contestata procurator actionem sibi acquirit: litis enim contestatio ipsum actionis do minum facit. Merito igitur et qui iuravit post litem contestatam, sibi et principali actionem in factum ex iureiurando acquirit. Quod autem Ulpianus hoc loco ponat iusiurandum extra iudicium a procuratore datum, perpende significationem verborum: hoc enim loco, quoniam ponere vult extra iudicium iusiurandum datum, iusiurandum delatum dicit, quod significat ἐπιφοράν Titulo autem de procuratoribus partis primae Digestorum, quia ponere vult iusiurandum in iudicio datum, dixit, retulit, quod significat ἀντεπιφοράν: relatio autem proprie non est, nisi in iudicio, ut ait Ulpianus dig. 18. huius tituli.
ἔχω παραγραφήν Οἶμαι, τὴν τοῦ δόλου, οὐ μὴν τὴν τοῦ ὅρκου διὰ τοῦ φροντιστοῦ οὐς προςπορίζεσθαι. καὶ γὰρ καὶ φροντιστοῦ συμφωνοῦντος ὑπὲρ τοῦ πρωτοτύπου, οὐχ ἡ τοῦ συμφώνου παραγραφὴ ἁρμόζει τῷ πρωτοτύπῳ, ἀλλ᾽ ἡ τοῦ δόλου, ὡς βιβ. ια. τιτ. α΄. κεφ. ί. θεμ. τελευτ. [Sch. f. III. 152.]
Puto, doli exceptionem, non iurisiurandi per procuratorem acquiri. Etenim si procurator paciscatur pro principali, non pacti exceptio principali competit, sed doli, ut lib. Il. tit. 1. cap. 10. them. ult.
Ἕτερον. Εἰ θέλεις εἰπεῖν παραγραφὴν τὴν ἐξ ὅρκου, εἰπὲ τὸν ὅρκον ἐκτὸς δικαστηρίου γενέσθαι. ἐπειδὴ γὰρ ὁ ἐκδικητής μου κύριος τῆς ἀπὸ τοῦ ὅρκου παραγραφής οὐκ ἐγένετο, διὰ τὸ μὴ ἐκ δικαστικῆς ψήφου προβῆναι εἰκότως ἐγὼ ὁ πρωτότυπος ἔχω τὴν τοῦ ὅρκου παραγραφήν. εἰ δ ' ἐντὸς δικαστηρίου ἐγένετο, τότε ἐπεὶ τῷ πρωτοτύπῳ τοῦ ἐντολέως ἐνεπάγη αὕτη ἡ τοῦ ὅρκου βοήθεια, ἔχω τὴν τοῦ δόλου παραγραφήν. ἑτέρῳ δὲ λόγῳ ἔτι δύναμαι ἀναγκάζειν αὐτὸν ἐκχωρῆσαί μοι τὴν ἀπὸ τοῦ ὅρκου παραγραφήν; τὸ γὰρ ἔχειν με τὴν τοῦ ὅρκου ἢ τοῦ δόλου παραγραφήν, ἀκρίβειαν μόνην παρίστησιν. ἰστέον δέ, ὅτι ἡ τοῦ δόλου παραγραφή φυσικῶς ἔνεστι πάσαις ταῖς παραγραφαῖς, ὡς βιβ. ια΄. τιτ α. κεφ. ι. θεμ. τελευτ. [Sch. f. III. 152.]
Aliud. Si velis dicere exceptionem iurisiurandi, dicas iusiurandum extra iudicium praestitum. Quoniam enim defensor meus dominus exceptionis, quae ex iureiurando nascitur, factus non est, quia ex iudiciali decreto non processit: merito ego principalis habeo iurisiurandi exceptionem. Si vero in iudicio datum sit, tunc quia principali infixum est seu cohaeret iurisiurandi auxilium a procuratore praestitum, doli exceptionem habeo. Alioquin possum ipsum compellere, ut praestet mihi exceptionem iurisiurandi: quod enim iurisiurandi vel doli exceptionem habeam, ex mero iure est. Sciendum autem est, doli exceptionem naturaliter omnibus exceptionibus inesse, ut lib. II. tit. 1. cap. 10. them. ult.
καὶ ἀγωγήν Ὅταν ἐνάγων εἰμὶ, καὶ ὁ ἐντολεύς μου ὀμόσῃ τὸν ἀντεπενεχθέντα, ἔχω ἀγωγήν, ἵνα λάβω τὸ πρᾶγμα, περὶ οὐ ὤμοσεν ὁ ἐντολεύς μου. ἐὰν δὲ ὤμοσε τὸν τέλειον, καὶ ἔλαβον τὸ πρᾶγμα, καὶ κινῇ ὁ ἄκτωρ ἐπὶ τῷ ἀναλαβεῖν τοῦτο, παραγράφομαι αὐτόν. καὶ ἁπλῶς, ὅταν ἐν νομῇ τοῦ πράγματος ω, χρῶμαι τῇ παραγραφῇ. [Sch g. III. 152. sq.]
Cum actor sum, et procurator meus iusiurandum relatum praestiterit, actionem habeo, ut rem, de qua procurator meus iuravit, accipiam. Si vero iuravit plenum, et rem accepi, et actor agit, ut eam recipiat, exceptione eum summoveo. Et ut uno verbo dicam, si in rei possessione sim, exceptione utor.
Εἰ μὲν βούλει, κατὰ τὴν τοῦ Παλαιοῦ ἐξήγησιν θερά πευσον καὶ αὐτὸς τὸ ἐναντιοφανές τοῦ παρόντος πρὸς τὸ λθ΄. κεφ. θεμ. β. τοῦ β. τιτ. τοῦ ἡ. βιβ. εἰ δὲ βούλει, οὕτως εἰπέ· ὅτι ἡ διρέκτα μὲν ἢ ἀπὸ τοῦ ὅρκου ἰμφάκτουμ ἁρμόζει τῷ ἐντολεῖ ὀμόσαντι, ὡς ἐν τῷ ἡ. βιβ. οὐτιλίως δὲ ἁρμόζει καὶ τῷ πρωτοτύπῳ. καὶ ζήτει βιβ. ή. τιτ. β΄. κεφ. λη. καὶ τὴν ἐν αὐτῷ παραγραφήν. σημείωσαι τὸν Στέφανον ἑρμηνεύοντα, τί ἐστιν η ἀπὸ ὅρκου ἰμφάκτουμ. ζήτει καὶ βιβ ιε. τιτ. β. κεφ. ζ. καὶ τὸ ἐκεῖσε Σχόλιον. [Sch. g. HÍ. 153.]
Si quidem velis, secundum Antiqui explanationem concilia hoc caput cum cap. 39. them. 2. tit. 2. lib. 8 aut si velis, ita dicas, directam quidem vel ex iureiurando in factum actionem procuratori, qui iuravit, competere, ut lib. 8. utilem autem etiam principali. Et quaere lib. 8. tit. 2. cap. 38. et ibi adnotationem. Nota Stephanum explicantem, quid sit actio in factum ex iureiurando. Quaere et lib. 15. tit 2. cap. 7. et ibi Scholium.
7᾿Εὰν ὁ ἐνάγων ὀμόσῃ, αὐτοῦ εἶναι τὸ πρᾶγμα, κατά μόνου τοῦ νομέως τοῦ καὶ ἐπαγαγόντος, καὶ τῶν αὐτοῦ διαδόχων ἔχει ἀγωγήν, οὐ μὴν καθ ' € ἑτέρου.
Si petitor iuravit, rem suam esse, adversus possessorem duntaxat, qui et iusiurandum detulit eiusque successores habet actionem, non autem adversus alium.
ἐὰν ὁ ἐνάγων ὀμόσῃ Κυρίλλου. Ὁ ὀμόσας, ἑαυτοῦ τὸ πρᾶγμα εἶναι, κατά τοῦ ἐπενεγκόντος καὶ διαδόχων αὐτοῦ ἔχει τὴν ἀγωγήν, οὐ μὴν κατὰ ἑτέρου. τὰ γὰρ μεταξύ ἀλλήλων πραχθέντα ἄλλον οὐ βλάπτει. [Sch. h. III. 153.]
Cyrilli. Qui iuravit, rem suam esse, adversus eum, qui iusiurandum detulit eiusque successores actionem habet, nec vero adversus alium. Nam inter alios acta aliis non nocent.
Στεφάνου. Σημείωσαι τὸν κανόνα τὸν λέγοντα, ὅτι τὰ μεταξὺ ἑτέρων πραχθέντα ἕτερον οὐκ ἀδικεῖ. τοῦτον δὲ αὐτὸν τὸν κανόνα φησὶ καὶ ὁ Σκαεβόλας ἐν τῷ γ΄. διγ. τοῦ δὲ τρανςακτιονίβους. φησὶ δὲ αὐτὸν καὶ ὁ Παπιανὸς ἐν τῷ ν. τῶν διγ βιβ. τιτ. ιζ. διγ. οδ΄. σαφέστερον δὲ καὶ πλατύτερον ἀνήνεκται βιβ. ζ. τοῦ κώδικος ὑπὸ τὸν ξ΄. τιτ. ἐν ταῖς ὑποκειμέναις τῷ τιτ. διατάξεσι. [Sch. h. III. 153.]
Stephani. Nota regulam, quae dicit, inter alios acta aliis non nocere. Eandem regulam profert et Scaovola dig. 3. tit. de transactionibus. Profert eam etiam Papianus lib. 50. Dig. tit. 17. dig. 74. Apertius autem et plenius refertur lib. 7. Codicis tit. 60. in constitutionibus tituli.
10 (= D. 12.2.10) · Paul.
pr.Παυλ Τὰ γὰρ μεταξὺ ἑτέρων γινόμενα ἑτέρους οὐ βλάπτει.
Nam inter alios acta aliis non nocent
11 (= D. 12.2.11.1) · Ulpian.
pr.ια΄.ⅰ Οὐλπ. ᾿Ἐὰν ὁ νομεὺς ὀμόσῃ, μὴ εἶναι τὸ. c Fabr. in marg. notat stellula adiecta, delendam cum Syn Fabr. in marg. emendat stellula adiecta ἑτέρων. L. 11. pr. §. 1. longe aliis verbis exhibentur in dem magis cum textu Digestorum convenit. Ibi haec leguntur μου κατ᾿ αὐτοῦ τὴν ἐν ῥὲμ ἀρνήσηται ἐκεῖνος τῆς ἐμῆς εἶναι τοῦ ἄκτορός ἐστιν ὁ ἀγρός· ὁ δὲ οὕτως ὀμόσῃ· ἐφ᾽ ὅσον μὲν διαδόχων, δύναται ἀντιθεῖναι τὴν τοῦ ὅρκου παραγραφήν. εἰ πράγματος, οὐδὲ εἰ συνέβη τὸν ἀγρὸν ὑπὸ τὴν ἐμὴν γενέσθαι εἶναι τοῦ ἄκτορος· ὥςτε ἰὁ μὲν δεδομένος ὑπ᾿ αὐτοῦ ὅρκος κατοχῆς. πρᾶγμα τοῦ ἐνάγοντος, παραγραφὴν νεμόμενος, οὐ μὴν καὶ ἀγωγὴν ἔχει κατὰ τοῦ ἐνάγοντος ὕστερον νεμομένου. εἰ μέντοι ὤμοσεν ὁ νομεὺς ἴδιον εἶναι τὸ πρᾶγμα, ἔχει κατὰ τοῦ ἐνάγοντος ὕστερον νεμομένου ἀγωγήν.ι ὁ ὀμόσας, ἴδιον εἶναι τὸ πρᾶγμα, ἀπαιτεῖ καρποὺς καὶ τοκετόν, καὶ γονὴν θρεμμάτων.
Si possessor iuraverit, rem petinegationem. d L. 9. §. 7. legitur in Syn. p. 242. καθ ' addo ἄλλων. L. 10. legitur in Syn. p. 242. Syn τινῶν pro Sch. s. ad Basil. XX. 1. cap. 10. Fabr. T. II. p. 451. quod qui-
: ἐάν τις νέμηται τὸν ἐμοὶ διαφέροντα ἀγρόν· εἶτα κινοῦντός δεσποτείας τὸ πρᾶγμα, ἐπαγάγω δὲ αὐτῷ ὅρκον, ὡς οὐκ ἐμοῦ νέμεται τὸν ἀγρόν, ἐναγόμενος ὑπ᾿ ἐμοῦ ἢ παρὰ τῶν ἐμῶν δὲ ἐκπέσῃ τῆς νομῆς, οὐδεμία αὐτῷ ἀγωγὴ δοθήσεται περὶ τοῦ κατοχήν· ἐπεὶ οὐκ ὤμοσεν αὐτοῦ εἶναι τὸ πρᾶγμα, ἀλλὰ μὴ οὐκ ἀγωγὴν αὐτῷ ἐπὶ τῷ πράγματι παρέσχεν, ἀλλὰ ἀσφάλειαν toris non esse, exceptionem habet, quamdiu possidet, nec vero actionem adversus actorem, qui postea nactus est possessionem. Si tamen iuraverit possessor, rem suam esse, habet adversus petitorem, qui postea possidere coepit, actionem. Qui iuravit, rem suam esse, fructus petet, et partum, foetusque pecorum.
ἐὰν ὁ νομεὺς ὀμόσῃ Κυρίλλου. Ὁ ποσσέσσωρ ὀμόσας, μὴ εἶναι τοῦ ἄκτορος τὸ πρᾶγμα, πρὸς αὐτὸν μόνον ἔχει παραγραφήν· ἀγωγὴν δὲ ἐκπεσών οὔτε κατ᾿ αὐτοῦ, εἰ μὴ ἑαυτοῦ εἶναι τὸ πρᾶγμα ὤμοσεν. ὁ δὲ ἄκτωρ ὀμόσας καὶ τοκετὸν καὶ καρποὺς καὶ γονὴν θρεμμάτων ἀπαιτεῖ. ζήτει βιβ. μα. τιτ. β΄. κεφ. ιε. τὸ τέλος. καὶ βιβ. μα. τιτ. α. κεφ. ιθ. θεμ. β. καὶ βιβ. κέ. τιτ. α΄. κεφ. γ. θεμ. β. καὶ βιβ. κ. τιτ. α΄. κεφ. ια. θεμ. γ. καὶ τὸν ἴνδικα πάνυ ὄντα ἐνταῦθα ἀναγκαῖον. [Sch. i. III. 153.]
Cyrilli. Possessor, qui iuravit, rem actoris non esse, adversus eum duntaxat exceptionem habet: actionem vero, si possessionem amiserit, ne adversus ipsum quidem, nisi renm suam esse iuravit. Actor vero, qui iuravit, et partum, et fructus, foetusque pecorum petit. Quaere lib. 41. tit. 2. cap. 15. finem, et lib. 41. tit. 1. cap. 19. them. 2. et lib. 25. tit 1. cap. 3. them. 2. et lib. 20. tit. 1. cap. 11. them. 3. et Indicem hoc loco valde necessarium.
εἰ μέντοι ὤμοσεν Ακολούθως τοῦτο λέγει, τουτέστι κατὰ διαίρεσιν. ὥςπερ γὰρ ὅτε ὤμοσεν οὐκ αὐτοῦ εἶναι τὸ πρᾶγμα, ἀλλὰ μὴ εἶναι τοῦ τὸν ὅρκον ἐπάγοντος, οὐκ ἔχει τὴν ἰμφάκτουμ, οὐδὲ εἰ αὐτὸς τὸν ὅρκον ἐπαγαγών νέμηται το πρᾶγμα· οὕτως ὁ ὀμόσας, αὐτοῦ εἶναι τὸ πράγμα, καλῶς τὴν ἰμφάκτουμ κινεῖ κατὰ τοῦ ὅρκον ἐπαγαγόντος, οὐ μὴν καθ ' ἑτέρου τινός, κρατεῖ γὰρ κἀνταῦθα πάλιν ὁ κανὼν ὁ λέγων· τὰ μεταξὺ ἑτέρων πραχθέντα ἕτερον οὐκ ἀδικοῦσιν. ἰμφάκτουμ δὲ νόησον ἐν τῷ παρόντι τιτ. τὴν ἀπὸ τῆς προτέρας αἰτίας μετὰ τὸν ὅρκον οὐτιλίως κινεῖσθαι δυναμένην αγωγὴν· οἷον ἐν δὲμ οὐτιλίαν ἐξ ἔμπτο, οὐτιλίαν κονδικτίκιον˙ τοῦτο γὰρ οὕτως ἔχειν δείκνυσιν ὁ Οὐλπιανὸς ἐν τῷ ιγ. διγ. θεμ. β. [Sch. k. III. 153. sq.]
Convenienter hoc dicit hoc est, secundum divisionem. Quemadmodum enim cum iuravit, non suam rem esse, sed non esse eius qui iusiurandum detulit, actionem in factum non habet nec si ipse, qui iusiurandum detulit, rem possideat: ita qui iuravit, suam rem esse, recte actionem in factum movet adversus iusiurandum deferentem, nec vero adversus alium quendam Rursus enim et hoc loco obtinet regula, quae dicit, inter alios acta aliis non nocere. In factum autem intellige in hoc titulo actionem quae ex priore causa post iusiurandum utiliter moveri potest: utputa utilem in rem ex emto, utilem condictionem: hoc enim ita se habere ostendit Ulpianus in dig. 13. them. 2.
ὕστερον νεμομένου Τοῦ Νικαέως. Τυχὸν γὰρ ἐκεῖνος pro derelicto ἐάσας τὸν ἀγρὸν ἀνεχώρησεν, καὶ ἄφετον αὐτὸν εὑρὼν ὁ περὶ τούτου ἐνάγων αὐτὸν κατέσχεν, [Sch. 1. III. 154.]
Nicaei Fortasse enim ille fundum pro derelicto habens secessit, eumque pro derelicto habitum inveniens petitor possessionem eius nactus est.
Τοῦ αὐτοῦ. Καὶ σημείωσαι ἐκ τούτου, ὅτι οὐ δύναται κινεῖν κατὰ οἱουδή τινος νομέως ὁ τοιοῦτος προφέρων εἰς δίκαιον καὶ ἐπίρρωσιν τῆς οἰκείας ἐναγωγῆς τὸν ὅρκον. ὁ γὰρ ὅρκος οὗτος, ὃν ὤμοσεν, τὸν ἐνάγοντα παρέστησε μὴ ἔχειν δίκαιον, οὐ μὴν καὶ τῷ ἐναγομένῳ προςεποίησε τι δίκαιον. εἰ γοῦν καθ᾽ ἑτέρου νεμομένου ἐπιχειρῆται κινῆσαι, ὀφείλει δεικνύειν ἑαυτὸν εὔλογον τίτλον ἔχειν ἐπὶ τῷ πράγματι, ὁ ζητεῖ. καὶ εἰ μὲν δεικνύει, ὅτι ἀφ᾽ οἱουδή τινος συναλλάγματος ἢ εὐλόγου αἰτίας ἐγένετο δεσπότης, ἀκωλύτως πάντως κατά τοῦ ἐν ἀληθείᾳ ποτὲ δεσπότου ὄντος τοῦ πράγματος κινήσει τὴν σπεκιαλίαν, ὡς διὰ τῆς τοῦ χρόνου νομῆς ἀφελόμενος τὸ ἐκείνῳ προςαρμόσαν δίκαιον, καὶ ἑαυτῷ τοῦτο περιποιησάμενος. εἰ δὲ μὴ ταῦτα δεικνύει, κατὰ τοῦ δεσπότου κινεῖν κωλύεται, εὑρισκομένου μετὰ ταῦτα ἐν νομῇ χωρὶς βιτίου. κατὰ δὲ ξένου καὶ ἀλλοτρίου εἰ δείκνυσιν ἐξ εὐλόγου τίτλου κατασχεῖν τὸ πρᾶγμα, κἂν μήπω δεσποτείαν ἐκτήσατο, ἔχει καὶ τὴν Πουβλικιανήν, καὶ ἰντέρδικτον. ζήτει καὶ βιβ. κε. τιτ. β. κεφ. γ΄. θεμ. τελευτ. εἰ δὲ μη δείκνυσι κατὰ τούτου τίτλον εὔλογον νομῆς, ἀλλὰ μόνον ἀποκατάστασιν ζητεῖ, ὡς νεμηθεὶς τὸ πρᾶγμα, οὐ παραδεχθήσεται· ἀντιτεθήσεται γάρ αὐτῷ, ͵ ὅτι ἐν ἴσῃ αὐτίᾳ κρείσσων ἐστὶν ὁ νεμόμενος, ὡς βιβ. β. τιτ γ. κεφ. ρκή. θεμ. α. καὶ ἀνάγνωθι βιβ. μβ. τιτ ⚫y. κεφ. ιθ΄. θεμ. β. καὶ βιβ. ν. τιτ. ιδ. κεφ, θ΄. πρὸς ταύτην τὴν παράδοσιν μὴ ἀντιπέσῃ σοι τὸ νόμιμον τὸ λέγον, πρὸς ἐξωτικὸν καὶ ὑπαίτιος νομὴ ὠφελεῖ με· καὶ νομίσης ἐντεῦθεν, ὅτι καὶ ὁ νεμηθεὶς ἀναλόγως καὶ μετὰ αἰτίας ἐκπεσὼν ἔχει περὶ νομῆς ἀγωγήν, ἐκεῖνο γὰρ τὸ νόμιμον οὐ περὶ τοῦ νεμηθέντος καλῇ πίστει καὶ ἐκπεσόντος διδάσκει, ἀλλὰ περὶ τοῦ ἔτι κατέχοντος μετὰ αἰτίας τὸ πρᾶγμα καὶ χωρὶς εὐλόγου τίτλου, καὶ ἐναγομένου παρά τινος ἄλλοτρίου καὶ μηδὲν ἔχοντος καὶ αὐτοῦ δίκαιον. καὶ δῆλον ἐκ τοῦ τελευταίου θέματος τοῦ α΄. κεφ. τοῦ ιζ. τιτ. τοῦ νή. βιβ. τουτέστιν, ὁ ἐξ ἄλλου λαβῶν, κἂν βίᾳ ἢ λάθρα ἢ παρακλήσει, νικᾷ σε ἐνάγοντα, οὐ μὴν εἰ ἀπὸ σοῦ ἔλαβεν· παρὰ σοῦ γὰρ νέμεται. πρὸς ἄλλους γάρ, εἴτε δικαίως, εἴτε ἀδίκως νεμόμενος πλέον ἔχει τοῦ μὴ νεμομένου. ἀνάγνωθι καὶ βιβ. να. τιτ. β. κεφ. ιδ. θεμ, τελευτ. καὶ τὸν Παλαιόν, καὶ κεφ. αὐτοῦ τελευτ. θεμ. τελευταῖον ἀφ᾿ ὧν μάθης, ὅτι κινήσας τις τὴν ἐν ῥὲμ καὶ μὴ δυνηθεὶς δεῖξαι δεσπότην ἑαυτόν, καὶ καταδικασθείς, κινεῖ περὶ νομῆς ἰντέρδικτον. ἴσως γὰρ καλῆ πίστει νεμόμενος οὐκ ἔφθασε γενέσθαι διὰ τοῦ χρόνου δεσπότης, καὶ ἐκπεσὼν καὶ κινήσας κατὰ τοῦ κατέχοντος τὸ πρᾶγμα εἶπεν ἑαυτὸν εἶναι δεσπότην· καὶ μὴ ἀποδείξας τοῦτο κατεδικάσθη· καὶ ὕστερον κινεῖ περὶ νομῆς· δεχθήσεται ὡς εὔλογον τίτλον ἔχων. τυχὸν γὰρ ἠγόρασεν αὐτό, καὶ ὁ κατασχὼν τὸ πρᾶγμα δεσπότης οὐκ ἦν. ζήτει καὶ βιβ. ιέ. τιτ. β. κεφ. ξ. θεμ. δ΄. καὶ τὸν Παλαιόν, καὶ βίβ. κδ. τιτ. ς΄. κεφ. να. καὶ τὸν ᾿Ανώνυμον. [Sch. 1. III. 154. sq.]
Eiusdem. Et nota ex hoc, talem non posse agere adversus quemcunque possessorem, si ad aequitatem actionis suae commendandam eamque firmandam iusiurandum proferat. Hoc enim iusiurandum, quod praestitit, probavit, actorem ius non habere, nec vero reo ius quaesivit. Itaque si adversus alium possessorem agere velit, docere debet, se iustum titulum habere in re, quam petit. Et si quidem probet, se ex quolibet contractu vel iusta causa dominum effectum, utique adversus eum, qui aliquando vere rei dominus fuerit specialem in rem movere poterit, quasi per temporis possessionem ius illi competens ademerit, et illud sibi quaesierit Quodsi haec non ostenderit, adversus dominum agere prohibetur, qui postea sine vitio in possessione invenitur. Adversus extraneum vero, si probet se iusto titulo rem possidere, licet nondum dominium acquisierit, Publicianam habet et interdictum. Quaere et lib. 25. tit. 2. cap. 3. them. ult. Si vero adversus ipsum iustum titulum possessionis non probaverit, sed restitutionem rei tantum petat, quam ipse possederit non admittetur: nam ei opponetur, in pari causa potiorem esse possessorem, ut lib. 2. tit. 3. cap. 128. them. I. Et lege lib. 42. tit. 3. cap. 19. them. 2. et lib. 50. tit. 14 cap. 9. Neque huic traditioni adversatur ius, quo dicitur, adversus extraneum etiam vitiosam possessionem mihi prodesse: et ex eo existimes, eum, qui sine causa et cum vitio possidet, si possessionem amiserit, actionem habere de possessione. Hoc enim ius non de bonae fidei possessore, qui possessionem amisit, loquitur sed de eo, qui rem adhuc cum vitio et sine iusto titulo possidet, quique conventus est ab aliquo extraneo et nullum ius adversus eum habente. Idque manifestum est ex them. ult cap. 1. tit. 17. lib. 58. hoc est, qui ab alio accepit, licet vi aut clam aut precario, vincit te agentem, non etiam si a te accepit: nam a te possidet Adversus alios enim, sive iuste, sive iniuste possideat potior est eo, qui non possidet. Lege et lib. 51. tit. 2 cap. 14. them. ult et Antiquum, et caput eiusdem ultimum thema ult. ex quibus disces, eum, qui actionem in rem intenderit, quique se dominum esse probare non potuerit, et condemnatus fuerit, experiri de possessione interdicto. Fortasse enim bona fide possidens nondum per tempus dominus effectus erat, et amissa possessione, et instituta actione adversus rei possessorem dixit, se dominum esse: quod cum non probasset, condemnatus fuit: et novissime agit de possessione: admittetur tanquam iustum titulum habens. Fortasse enim rem emit, et rei possessor dominus non erat. Quaere et lib. 15. tit. 2. cap. 60. them. 4. et Antiquum, et lib. 24 tit. 6. cap. 51. et Innominatum.
Τοῦ Νικαέως. Σημείωσαι ἐκ τοῦ παρόντος κεφαλαίου, ὅτι͵ ἐὰν ὁ ἐναγόμενος ὀμόσῃ, μὴ εἶναι τὸ δι᾽ ὁ ἐνάγεται τοῦ ἐνάγοντος, παραγραφὴν ἔχει νεμόμενος, οὐ μὴν καὶ ἀγωγήν. ὥςτε ἐκ τούτου ἐπιχειρήματος εἰπέ, ὅτι καὶ εἴ τις ἐνάγεται τῇ ἐν ῥέμ, καὶ ἀπαιτήσει τὸν ἀντίδικον αὐτοῦ ἀποδείξαι, ὅτι δεσπότης ἐστί, καὶ ἀτονήσει, οὐκ ἀπὸ τούτου δεσπότης ἐναγόμενος ἀναφαίνεται. δύναται οὖν ὁ ἐνάγων καὶ ἡττηθεὶς ἐπὶ τῷ περὶ δεσποτείας ἀγῶνι, κινεῖν τὸ περὶ νομῆς· καὶ εἰ δείξει, ὅτι ἐνέμετο ἐξ εὐλόγου τίτλου, ἀποκαθίσταται· εἰ μὴ ἐκ τοῦ ἐναντίου ὁ ἐναγόμενος δεσπότην ἑαυτὸν ἀποδείκνυσιν, ὡς βιβ. ν΄. τιτ. ιδ. κεφ. θ. εἰ μέντοι δείκνυσιν ὁ ἐνάγων ἄναρχον ἐξώθησιν, ἀποκαθίσταται, κἂν ὁ ἐναγόμενος δεσπότης ἐστίν. ζήτει βιβ. να. τιτ. β΄. κεφ. ιδ΄. θεμ. τελευτ. καὶ τὴν παραγραφήν καὶ κεφ. αὐτοῦ τελευτ. θεμ. τελευταῖον. [Sch. 1. 111. 155.]
Nicaei. Nota ex hoc capite, si reus iuraverit, rem propter quam convenitur, non esse actoris, eum, si possideat, habere exceptionem, nec vero actionem. Itaque hoc argumento tueri potes, si quis conveniatur in rem actione, et petierit ab adversario suo, ut probet, se dominum esse, idque is praestare non potuerit, non ex eo reum dominum existere. Potest igitur actor superatus in certamine de dominio, de possessione interdicto agere: et si probaverit, iusto titulo se possedisse, re stituetur ei: nisi ex contrario reus se dominum esse approbaverit, ut lib. 50. tit. 14. cap. 9. Si tamen actor probet, se vi possessione expulsum, restituitur, licet reus dominus sit Quaere lib. 51. tit. 2. cap. 14. them ult. et adnotationem, et cap. eiusdem ult. them. ultimum.
ἀπαιτεῖ καρπούς Σημείωσαι, ὅτι ἡ ἰμφάκτουμ ἀπαιτεῖ καὶ καρποὺς καὶ γονὰς καὶ τοκετόν. ἀπαιτεῖ δὲ καὶ τοὺς μετὰ τὸν ὅρκον ληφθέντας καρπούς., ὁ γὰρ ὅρκος μιμεῖται προκάταρξιν. οὕτω γὰρ καὶ Θεόφιλος ὁ μακαρίτης ἐνόησεν. ἕτεροι μέν τινες οὕτως ἐνόησαν, ὅτι μετὰ τὸ ἅπαξ ἐπενεχθῆναι τὸν ὅρκον, ἀποδίδονται οἱ ὁτεδήποτε ληφθέντες καρποὶ καὶ γοναὶ καὶ τοκετοί˙ μείζονα γὰρ αὐθεντίαν δικαστικῆς ἀποφάσεως ἔχειν τὸν ὅρκον, ὡς φησιν ὁ Παῦλος ἐν τῷ β. διγ. [Sch. m. III. 155.]
Nota, in factum actione peti et fructus et partus et foetum. Petuntur autem et fru ctus post iusiurandum percepti. Jusiurandum enim litis contestationem imitatur. Sic enim etiam Theophilus beatae memoriae intellexit. Alii vero quidam ita acco perunt, ut postquam semel delatum fuerit iusiurandum reddantur quandocunque percepti fructus et partus et foetus: maiorem enim re iudicata habet auctoritatem iusiurandum, uti dicit Paulus in dig. 2.
Ἐπὶ τῶν μὲν βόνα φίδε ἀγωγῶν καὶη προκατάρξεως ἀπαιτοῦνται οἱ καρποί, οἷον ἐπὶ τῆς πράσεως. ὑπόθου γάρ, ἠγόρακα ἀπὸ σοῦ πρᾶγμά τι καὶ τὸ τίμημα ἔδωκα, σὺ δὲ οὐκ ἐδίδους μοι τὸ ἀγορασθέν· καὶ οὕτω διῆλθε πολὺς καιρός· ἰδοὺ καταδικασθεὶς οὐκ ἐξότε προκατήρχθη ἡ ὑπόθεσις, ἀλλ᾽ ἐξότε ἐπωλήθη τὸ πρᾶγμα, ἀπαιτηθήσῃ καρπούς. ἐπὶ δὲ τῶν στρίκτων, ἐξότε προκάταρξις γένηται, ἀπαιτοῦνται καὶ οἱ καρποί. σημείωσαι δε, ὅτι ὁ ὅρκος μείζων καὶ προκατάρξεως καὶ δικαστικῆς ψήφου ἐστί, καθὸ αὐτὴ μὲν ἐκκλητεύεται· ὁ ὅρκος δὲ οὐκ ἀναψηλαφᾶται, εἰ μὴ ἐφ᾽ ἑνός τινος θέματος. [Sch. m. III. 156.]
In bonae fidei quidem iudicis etiam ante litem contestatam petuntur fructus, utputa in venditione. Finge enim, emisse me a te rem aliquam et pretium solvisse te vero mihi rem emptam non dedisse: atque ita mul tum tempus praeteriisse: ecce condemnatus non ex quo lis contestata est, sed ex quo vendita res est, praestabis fructus. In stricti iuris autem iudiciis, ex quo lis contestata est, petuntur et fructus. Nota autem, iurisiurandi maiorem esse auctoritatem, quam et litis contestatae et rei iudicatae, quatenus ab hac quidem ap pellari potest: iusiurandum autem non rescinditur, excepto uno duntaxat casu.
2᾿Ἐὰν ὀμόσω ἐμὴν εἶναι ἢ χρεωστεῖσθαί μοι χρῆσιν καρπῶν, ἐπὶ τοσοῦτον ἀγωγὴν ἔχω, ἐφ᾽ ὅσον ἔμελλον ἔχειν αὐτήν, εἰ ἦσαν ἐμοῦ σὺν ἀληθείᾳ· ἐφ᾽ ὧν δὲ θεμάτων ἀπόλλυται, οὐκ ἔχω ἀγωγήν· καὶ ἐπὶ τῶν ἐν ἀποχρήσει ὀμνύων τις ἔχειν χρῆσιν καρπῶν, λαμβάνει δοὺς τὴν ἀσφάλειαν.
Si iuravero meum esse, aut deberi mihi usumfructum, eatenus actionem habeo, quatenus habiturus eam essem, si re vera usumfructum haberem: quibus vero casibus amittitur, non habeo actionem. Et qui usumfructum rerum, quae usu consumuntur, iuravit se habere, eum accipit cautione praestita.
ἐὰν ὁμόσω ἐμὴν εἶναι Κυρίλλου. Εἰ οὐσουφροῦτον ὀμόσω ἐμὸν εἶναι, ἢ χρεωστεῖσθαι, εἶτά τινα συμβή μοι, δι᾽ ὧν ἀπόλλυται ὁ οὐσουφροῦκτος, οὐκ ἔχω ἀγωγην. τὸ αὐτὸ καὶ ἐπὶ οὐσουφρούκτου τῶν ἐν ἀποχρήσει. [Sch. n III. 156.]
Cyrilli. Si usumfructum iuravero meum esse, aut mihi deberi, deinde quaedam contigerint mihi, per quae ususfructus amittitur, non habeo actionem. Idem est in usufructu earum rerum, quae usu consumuntur.
ἐφ᾽ ὧν δὲ θεμάτων ἀπόλλυται ῾Υπόθου μεγίστην κάπιτις δεμινουτίονα· πάντως γὰρ πάντα τότε τὰ αὐτὰ ὁ δημόσιος λαμβάνει. ἢ διὰ ἀχρησίας ἀπώλετό μοι ὁ οὐσουφροῦκτος. ὅμοιον λέγεται περὶ οὐσουφρούτου ἐν τῷ τέλει τοῦ κ. διγ. σημείωσαι, ότι ἐὰν ὀμόσω χρεωστεῖσθαί μοι χρῆσιν καρπῶν, εἰ μὲν οὐκ ἦν αὕτη τῷ νὸν οὐτένδῳ φθαρεῖσα, σώζεταί μοι, εἰ καὶ τῇ ἀληθείᾳ μὴ διέφερέ μοι ἡ ἐπὶ ταύτης ἀγωγή. εἰ δ᾽ οὐν, οὐκ ἔχω ἀγωγήν. εἰ δὲ καὶ ἦν ἐμὴ σὺν ἀληθείᾳ ἡ χρῆσις τῶν καρπῶν, ἐπὶ τοσοῦτον χρόνον ἔχω τὴν περὶ ταύτης ἀγωγήν, ἐφ᾿ ὅσον αὕτη οὐκ ἐσβέσθη τῷ νὸν οὐτένδῳ. [Sch. o. III. 156.]
Pone maximam capitis diminutionem: omnino enim omnia ista tunc fiscus capit. Aut non usu amissus mihi est ususfructus. Simile dicitur de usufructu in fine dig. 30. Nota, si iuravero usumfructum mihi deberi, si quidem non utendo amissus non sit, conservari mihi, etiam si re vera ad me non pertineret, actionem de eo. Alioquin non habeo actionem. Sed et si ususfructus re vera meus erat, tamdiu actionem habeo, quamdiu non exstinctus est non utendo.
τῶν ἐν ἀποχρήσει Ὥςπερ ἐπὶ τῆς χρήσεως, ἐφ᾽ ὧν θεμάτων ἀπόλλυται, ὀφείλει ἀποκαθίστασθαι, οὕτως καὶ ὁ ἔχων χρῆσιν τῶν ἐν ἀποχρήσει, ἤγουν νομισμάτων, σίτου, οἴνου, ἐλαίου, ὀφείλει ἀποκαθιστᾶν αὐτήν, ὁπόσην ἂν καὶ οἷαν ἔλαβεν. [Sch. p. III. 156.]
Quemadmodum ususfructus, quibus casibus amittitur, restitui debet, ita etiam qui habet usumfructum rerum, quae usu consumuntur, scilicet nummorum, frumenti, vini olei, debet restituere eum, quantum et qualem accepit
δοὺς τὴν ἀσφάλειαν Ἐφ᾿ ὧν θεμάτων ἡ χρῆσις τῶν ἐν ἀποχρήσει οὐ δύναται εἶναι. [Sch. q. III. 156.]
In quibus casibus ususfructus rerum, quae usu consumuntur, non potest esse
Ὅτι, εἰ παρ᾿ ἄλλου ταῦτα ἐκνικηθῇ κατὰ νόμους, ποιῶ τὸ ἱκανὸν αὐτῷ, ὧν ἔλαβεν. [Sch. q. III. 156.]
Si ab alio haec secundum leges evicta fuerint, satisfacio ei eorum nomine, quae accepit.
Οἷον ὤμοσας, ὅτι ἔχεις ἀπὸ τοῦδε τοῦ ἀγροῦ χρῆσιν ρ΄. μετρητῶν οἶνου, καὶ μοδίων σίτου α. ἰδού, ταῦτα παρέχων ὀφείλω λαβεῖν ἀσφάλειαν, ὅτι ὅταν ἀποτελεσθῇ ἐπί τινος θέματος ἡ χρῆσις, οἷον ἢ σῇ τελευτῇ, ἢ κάπιτις διμινουτίονι, τὰ ἐν ἀποχρήσει λήψομαι αύθις. [Sch. q. III. 156. sq.]
Verbi causa iurasti, te habere ex illo agro usumfructum centum metretarum vini et modiorum frumenti mille: ecce mihi tradenti caveri debet, quando aliquo casu finitus sit ususfructus, puta aut morte tua, aut capitis deminutione, me recepturum, quae in absumptione sunt.
3᾿Ἐὰν δικαζόμενος πρὸς σὲ περὶ τῆς κληρονομίας ὀμόσω αὐτὴν ἐμὴν εἶναι, οὕτως [εἰ μὴ] ὡςανεὶ ἀπέδείξα καὶ ὑπὲρ ἐμοῦ ἐψηφίσθη, καὶ παραγραφὴν ἔχω κατὰ σοῦ νεμόμενος, καὶ ἀγωγήν, ἐὰν νεμηθῇς. καὶ οὐ μόνα δίδως μοι, ἅπερ ἐνέμου τότε, ἀλλ᾽ εἴτι καὶ μετὰ ταῦτα νεμηθῆς. καθ᾽ ἑτέρου δὲ οὔτε παραγραφήν, οὔτε ἀγωγὴν ἔχω.
Si, cum de hereditate tecum contenderem, iuravero eam meam esse, perinde habetur, ac si probaverim meam esse et secundum me pronuntiatum sit, et exceptionem habeo contra te, si ego possideam, et actionem, si tu possideas. Et non solum eas res restitues mihi, quas tunc possidebas, sed et si quas etiam postea coeperis possidere. Adversus alium autem neque exceptionem, neque actionem habeo.
ἐὰν δικαζόμενος πρὸς σε Τοῦ ᾿Ανωνύμου. Εἰ ὁ κινῶν κατ᾿ ἐμοῦ νερεδιτάτις πετιτίονα ὀμόσῃ ἑαυτοῦ εἶναι τὴν κληρονομίαν, πάντα λαμβάνει, ὅσα ἐλάμβανεν, εἰ δ᾽ ἂν κατεδικάσθην. εἰ δὲ ἐγὼ πρὸς σὲ ὀμόσω, ἔχω παραγραφήν, οὐ μὴν πρὸς ἄλλον. καὶ ὁ κινῶν γάρ, ἐὰν ὁμόσῃ κινῶν κατ᾿ ἄλλου, ἀνάγκην ἔχει δεῖξαι, ὥςπερ εἰ ἀπέδειξας κινήσας κατ᾿ ἐμοῦ. [Sch. r. III. 157.]
Anonymi. Si is, qui agit mecum hereditatis petitione, iuraverit suam ipsius esse hereditatem, omnia consequitur, quae haberet, si condemnatus essem. Quodsi ego adversus te iuravero, habeo exceptionem, nec tamen adversus alium. Namque si is, qui agit, iuraverit, agens adversus alium necessitatem habet probandi, quemadmodum si probaveris adversus me actione instituta.
καθ᾽ ἑτέρου δέ Σημείωσαι τὸν κανόνα τὸν λέγοντα· τὰ μεταξὺ ἑτέρων γινόμενα ἑτέρους οὐ καταβλάπτει. ἀνήνεκται δὲ σαφέσερον ὁ κανὼν ἐν τῷ ζ. βιβ. τοῦ κώδικος ὑπὸ τὸν ξ. τίτλον τοῦ βιβλίου ἐν ταῖς ὑποκειμέναις τῷ τίτλῳ διατάξεσι. σημείωσαι δὲ καὶ τοῦτο, ὅτι αἱ πρὸς ἕτερον ἀποδείξεις ἑτέρῳ πρόκριμα οι ποιοῦσιν. καὶ μὴ ἐναντιωθῇ σοι τὸ εἰρημένον τῇ διατάξει, ἥτις ἀνήνεκται βιβ. β. τοῦ κώδικος ὑπὸ τὸν νε. τιτ., ὃς ἐστι δὲ ῥεκέπτις ἐν τῇ ὁ. τοῦ τιτ. διατ. ἐν τῷ τέλει· εἴρηται δὲ, ὅτι ἐὰν τοῖς παρὰ τῶν κομπρομισσαρίων πραχθεῖσιν ὁμολογηθῇ τι πρὸς φάκτον βλέπον, ἢ ἀποδειχθῇ, δυνάμεθα τούτῳ καὶ ἐν ὀρδίνῳ χρῆσθαι δικαστηρίῳ, τότε γὰρ χώραν ἔχει τὸ εἰρημένον τῇ διατάξει, ἔνθα πρὸς τὸ αὐτὸ πρόςωπον καὶ παρὰ τοῦ κομπρομισσαρίου δικασαμένη ἡ δίκη μετὰ ταῦτα ἐν ὀρδίνῳ γυμνάζεται δικαστηρίῳ. κανονίζεται γάρ, τὰ μεταξύ ετέρων πραχθέντα ἢ δικαοὐκ ἀδικεῖ, καὶ τοῦτον σαφῶς ἔστιν εὑρεῖν τὸν κανόνα ἐν τῷ 5. βιβ. τοῦ κωδ. ὑπὸ τὸν ξ΄. βιβ. τιτ. ἐν τῇ ἐπιγραφῇ τοῦ τιτ. καὶ ἐν ταῖς ὑποκειμέναις τῷ τιτ. διατάξεσιν. ὑπέξελε τὴν περὶ δουλείας ἀγροῦ τυχόν, ἢ οἰκίας φερομένην ἀπόφασιν. ἐὰν γὰρ δύο τινῶν κοινὸν ἐχόντων ἀγρόν, εἰς αὐτῶν δικάσηται πρὸς τὸν γείτονα περὶ δουλείας, ὀφειλομένης δῆθεν [ἐν] τῷ ἀγρῷ, δύναται οὐ μόνον αὐτός, ἀλλὰ καὶ ὁ ἕτερος χρῆσθαι τῇ δουλεία. δοκεῖ γὰρ ἡ περὶ δουλείας ἀπόφασις οὐχ ὑπὲρ τοῦ κινήσαντος, ἀλλὰ ὑπὲρ τοῦ ἀγροῦ ἐξενηνέχθαι, καὶ ἡ τοῦ ἑνὸς νίκη συμβάλλεται καὶ τῷ ἑτέρῳ. τοῦτο γάρ φησιν ὁ Οὐλπιανὸς ἐν τῷ δ΄. βιβ. τῶν δὲ ἰουδίκίις τιτ. ε. διγ. δ΄. θεμ. γ΄. ἤτοι βιβ. νή. τιτ. έ. κεφ. δ. [Sch. s. III. 157.]
Nota regulam dicentem: quae inter alios acta sunt, alios non laedunt. Relata autem accuratius regula est lib. 7. Cod. tit. 60. in constitutionibus titulo suppositis. Nota vero etiam hoc, probationes adversus alium alii praeiudicium non facere. Neque adversetur tibi, quod dictum est in constitutione, quae relata est lib. 2. Cod. tit. 55. de receptis const. 5. in fine: dicitur autem, in his, quae apud compromissarios acta sunt, si quis aliquid professus est ad factum respiciens, aut quid probatum est, posse nos eo et in ordinario uti iudicio. Tunc enim locum habet, quod in constitutione dicitur, quando adversus eandem personam et a compromissario iudicata causa postea in ordinario exercetur iudicio. Regulariter enim definitur, inter alios acta vel iudicata alium non laedere. Atque hanc quidem regulam invenire licet in lib. 7. Cod. tit. 60. in inscriptione tit. et in constitutionibus titulo subiectis. Excipienda est de servitute fundi forte vel domus lata sententia. Si enim ex duobus fundum communem habentibus unus litigaverit cum vicino de servitute fundo debita, potest non solum ipse, sed et alter uti servitute. Videtur enim de servitute sententia non pro actore, sed pro fundo lata esse, et unius victoria prodest etiam alteri. Hoc enim dicit Ulpianus libro quarto eorum, qui de iudiciis sunt, tit. 5. dig. 4 them. 3. seu libro 58. tit. 5. cap. 4.
12 (= D. 12.2.12) · Ἰουλιαν. · Iulianus.
pr.Ἐπειδὴ εἰ καὶ ἐναγαγών σοι ἀπέδειξα, ἠναγκαζόμην ἄλλῳ ἐνάγων ἀποδείξαι.
Quoniam etsi actione contra te instituta probaverim, necesse habeo cum alio agens probare.
13 (= D. 12.2.13 pr.) · Ούλπιαν. · Ulpianus.
pr.᾿Ἐὰν ἀπελεύθερος ἐμοῦ καὶ σοῦ ἐξ ἐπαγωγῆς σου ὀμόσῃ, μὴ εἶναί σου ἀπελεύθερος, τότε εἰς τὸ ἥμισυ μόνον ἁρμόζει μοι ἡ διαδοχὴ αὐτοῦ, ὅτε πρὸς τὴν ἀλήθειαν καὶ ὁ ἐπαγαγὼν πάτρων ἦν· ἀπὸ δὲ τοῦ ὅρκου τοῦ ἀπελευθέρου προείλημμαι μόνος εἶναι πάτρων.
Si libertus meus et tuus te deferente iuraverit, se libertum tuum non esse, tunc in dimidium tantum competit mihi successio, cum re vera et is, qui detulit, patronus est: ex iureiurando autem liberti praesumor solus fuisse patronus.
ἐὰν ἀπελεύθερος ἐμοῦ Κυρίλλου. Εἰ δύο πάτρωνας ἔχων τῷ ἑνὶ ὀμόσω, ὅτι οὐκ ἔστι πάτρων μου, ὁ ἄλλος οὐκ ἔχει διακατοχήν, εἰ μὴ εἰς μέρος, εἰ δειχθῇ, ὅτι καὶ ὁ ἐπενεγκὼν τὸν ὅρκον πάτρων ἦν. ἡ δὲ πρόληψις ἔχει, ὅτι οὗτος μόνος πάτρων ἐστίν. [Sch. t. III. 157.]
Cyrilli. Si duos patronos habens uni iuravero, eum patronum meum non esse, alter bonorum possessionem non habet, nisi in partem, si probatum fuerit, etiam eum, qui iusiurandum detulit, patronum fuisse. Praesumtio vero est, hunc solum patronum esse.
Πρόδηλον γάρ, ὅτι ὁ τὸν ὅρκον ἐπενηνοχῶς οὐ νομίζεται αὐτοῦ εἶναι πάτρων· τοσοῦτον, ὅτι οὔτε τὸ τῶν ὀπερῶν δίκαιον, οὔτε ἡ κόντρα τάβουλας αὐτῷ φυλάττεται διακατοχή κατὰ τῶν ὀμωμοκότων ἀπελευθέρων πραγμάτων, ὡς ὁ Παῦλος ἐν τῷ λ΄. διγ. θεμ. ε΄. τοῦ παρόντος τιτ. φησίν. ἀνάγνωθι τὴν ἐκεῖ κειμένην παραγραφήν τε καὶ ἐρώτησιν. [Sch. t. III. 158.]
Manifestum enim est, eum, qui iusiurandum detulit, non intelligi patronum eius esse: adeo ut neque operarum ius, nec bonorum possessio contra tabulas ipsi servetur adversus libertos, qui iuraverunt, uti Paulus in dig. 30. them. 5. huius tit. dicit. Lege ibi positam adnotationem et interrogationem.
Καὶ μὴν ὤμοσεν ὁ ἀπελεύθερος ἔτι ζῶν, τοῦτον μὴ εἶναι πάτρωνα αὐτοῦ. φαμέν, ὅτι ἀληθῶς λέγει. ὤμοσε μὲν πρὸς τοῦτον ὁ ἀπελεύθερος, μὴ εἶναι τοῦτον αὐτοῦ πάτρωνα. πλὴν δύναται λέγειν πρὸς τὸν ἕτερον πάτρωνα ὁ τῆς, οὐσίας τοῦ ἀπελευθέρου ἀντιποιούμενος, ὅτι, εἰ καὶ ὁ τελευτήσας ἀπελεύθερός σου ὤμοσεν ἔτι ζῶν, μὴ εἶναι αὐτοῦ πάτρωνα, ἀλλὰ τὸν ἕτερον, ἀλλ᾽ οὖν αὐτὸς ἀναδείξω πάτρωνα κἀκεῖνον τοῦ τελευτήσαντος εἶναι τῇ ἀληθείᾳ, ὃν ὤμοσεν ὁ ἀπελεύθερος μὴ εἶναι αὐτοῦ πάτρωνα. καὶ οὐκ ὠφελήθης σὺ ἐκ τῆς τοῦ τελευτήσαντος ἐπιορκίας. ἕξει γὰρ ὁ τελευτήσας τὸ θεῖον τιμωρόν· εἰς τὸ θεῖον ὐκ ἐψεύσατο· καὶ οὐκ ὀφείλει μωρον ουκ δισσῶς τιμωρεῖσθαι. καὶ ταῦτα λέγων εἰςακουσθήσεται· καὶ δεικνύς, καὶ τὸν ἕτερον πάτρωνα τοῦ τελευτήσαντος εἶναι, οὐκ ἐάσει τὸν κινοῦντα τῆς ὅλης περιουσίας τοῦ ἀπελευθέρου ἐπιλαμβάνεσθαι, ἀλλὰ τοῦ ἀνήκοντος αὐτῷ ἡμίσους μέρους. [Sch. t. III, 158.]
Atqui iuravit libertus adhuc vivens, hunc non esse patronum ipsius. Vere dixisse contendimus. Iuravit quidem adversus eum libertus, non esse hunc ipsius patronum. Verum potest dicere adversus alterum patronum is, qui bona liberti sibi vindicat: quamvis libertus tuus, qui decessit, iuraverit adhuc vivens, hunc non esse ipsius patronum, sed alterum, ipse tamen probabo, illum quoque patronum defuncti re vera esse, quem iuravit libertus non esse ipsius patronum. Neque utilitatem percipies tu ex defuncti periurio. Habebit enim defunctus Deum ultorem: in Deum quippe mentitus est: neque duplicem pati debet poenam. Et qui haec dicit, audietur: ac si probaverit, etiam alterum patronum defuncti esse, non permittet, ut actor omnia liberti bona auferat, sed contingentem ipsi dimidiam partem.
1Ὁ ἐμόσας, αὐτοῦ τὸν ἀγρὸν εἶναι, μετὰ τὴν χρονίαν παραγραφὴν ἔχει καὶ οὐτιλίαν ἀγωγήν.
Qui iuravit, suum fundum esse, post longi temporis praescriptionem etiam utilem actionem habet.
ὁ ὀμόσας Κυρίλλου. Ὁ ὀμόσας, αὐτοῦ εἶναι τὸν ἀγρόν, μετὰ τὴν τοῦ μακροῦ χρόνου παραγραφὴν ἔχει καὶ ἀγωγήν. [Sch. u. III. 158.]
Cyrilli. Qui iuravit, suum esse fundum, post longi temporis praescriptionem et actionem habet.
μετὰ τὴν χρονίαν παραγραφήν Ἤγουν μετά τὸ παῦσαι διὰ τοῦ ὅρκου τὴν χρονίαν παραγραφήν, ἤγουν τὸν χρόνον, καὶ τὸ κλεισθῆναι διὰ τοῦτο. [Sch. x. III. 158.]
Hoc est, postquam temporis praescriptio seu tempus cessavit per iusiurandum, et propterea exclusus est.
ἔχει καὶ οὐτιλίαν ἀγωγήν Στεφάνου. Τοῦτ᾽ ἔστι, πρὸς τῇ διρέκτᾳ ἐν ῥὲμ ἔχει καὶ τὴν οὐτιλίαν, ἤτοι τὴν ἰμφάκτουμ. τὴν γὰρ δίρεκταμ ἐν δὲμ ἔχει, ὡς ἰντερρουπτευθέντος τοῦ χρόνου διὰ τῆς τοῦ ὅρκου δόσεως. ὁ γὰρ ὅρκος μιμεῖται προκάταρξιν καὶ ἰντερρουπτεύει τὸν χρόνον, ὡς ὁ Οὐλπιανὸς ἐν τῷ θ΄. διγ. τοῦ παρόντος τιτ. φθάσας ἐδίδαξεν. [Sch. y. 111. 158.j
Stephani. Hoc est, praeter directam in rem habet et utilem seu in factum actionem: directam enim in rem actionem habet, tanquam interrupto tempore per iurisiurandi dationem. Nam iusiurandum imitatur litis contestationem et tempus interrumpit, uti Ulpianus iam supra docuit dig. 9. huius tituli.
Τοῦτ᾽ ἔστι, μετὰ τὸ συστῆναι τὴν χρονίαν παραγραφήν, ἥτις ἔτρεχε τῷ ἐναχθέντι καλῇ πίστει τυγχάνοντι νομεῖ, ἔχει καὶ τὴν διρέκταν ἐν ῥέμ, ὡς διὰ τῆς προκατάρξεως διακοπτομένου τοῦ μακροῦ χρόνου· καὶ σὺν αὐτῇ καὶ οὐτιλίαν ἀγωγήν· λέγω δὲ τὴν ἀπὸ τοῦ ὅρκου ἰμφάκτουμ. [Sch. y. III. 158.]
Hoc est, post paratam temporis praescriptionem quae quidem currebat ei, qui conventus est, bonae fidei possessori existenti, habet etiam directam in rem, quasi per litis contestationem longo tempore interrupto et cum ea utilem quoque actionem: scilicet actionem ex iureiurando in factum.
Κατὰ μόνου τοῦ ἐπαγαγόντος, καὶ μετὰ λογισμοῦ εἴρηται πὶ τῇ Πουβλικιανῇ βιβ. 5. τιτ. β΄. διγ. 5. θεμ. 5. μάλλον δὲ χρὴ λέγειν, ὅτι παραχρήμα μὲν ἔχει ἀγωγὴν κατὰ τοῦ ἐπαγαγόντος· μετὰ δὲ τὴν χρονίαν παραγραφήν, ὡς λοιπὸν διὰ τῆς χρονίας χρήσεως δεσπόσας, ἔχει οὐτιλίαν ἐν ῥέμ. ἀνάγνωθι τούτου τοῦ τιτ. τὸν Παλαιὸν τοῦ θ΄. διγ. [Sch. y. III. 158. sq.]
Adversus eum duntaxat, qui iusiurandum detulit, et cum ratione dicitur in Publiciana lib. 6. tit. 2. dig. 7. them. 7. Magis tamen est, ut dicamus, statim quidem eum habere actionem adversus eum, qui iusiurandum detulit: post temporalem autem praescriptionem, quasi dominio usucapione iam quaesito, habere utilem in rem. Legas huius tituli Antiquum digesti 9.
2Ὁ ὀμόσας, μὴ κλέψαι, οὔτε τῇ περὶ κλοπῆς ἀγωγῆ, οὔτε τῷ ἀπαιτοῦντι τὸ κλοπιμαῖον λόγῳ ἐνέχεται ἰδίῳ ὀνόματι. ὁ δὲ κληρονόμος τοῦ κλέπτου ἐνάγεται τῷ ἀπαιτοῦντι λόγῳ εἰς τὸ ἁπλοῦν.
Qui iuravit, se furtum non fecisse, neque furti, neque condictione furtiva tenetur suo nomine. Heres autem furis condictione tenetur in simplum.
ὁ ὀμόσας μὴ κλέψαι Κυρίλλου. Ὁ ὀμόσας μὴ κλέψαι οὔτε φούρτη, οὔτε φουρτίβῳ κονδικτικίῳ κατέχεται, εἰ μὴ ἄρα ὡς κληρονόμος τῷ κονδικτικίῳ ἐνάγεται. Στεφάνου. Τί οὖν, ὅτι τὸ ἐναντίον ὁ κλέπτης αὐτὸς τὸν ὅρκον ἐπήγαγε; ἀνάγνωθι τὸ ἐν τῷ κή. διγ. κείμενον θέμα τελευταῖον καὶ τὴν ἐν αὐτῷ κειμένην παραγραφήν. (Sch. a. III. 159.]
Cyrilli. Qui iuravit furtum se non fecisse, neque furti, neque condictione furtiva tenetur, nisi quasi heres condictione conveniatur. Stephani. Quid igitur, și per contrarium fur ipse iusiurandum detulerit? Lege dig. 28. them. ultimum et ibi positam adnotationem.
Ἴσθι καθόλου, ὅτι ἔνθα ἀπὸ μιᾶς ῥίζης πολλαὶ φύονται ἀγωγαί, οἷον ἀπὸ τῆς κλοπῆς τίκτεται ἡ φούρτη καὶ ὁ φούρτιβος κονδικτίκιος, εἰ ἀναιρεθῇ ἡ ῥίζα, ἀναιροῦνται καὶ ὅσαι ἀπ᾿ αὐτῆς τίκτονται ἀγωγαί. οἷον ὤμοσέ τις ἐναχθεὶς τῇ περὶ κλοπῆς, ὅτι οὐκ ἔκλεψεν. ἀνῃρέθη λοιπὸν καὶ ὁ φούρτιβος σὺν τῇ φούρτη. εἰ δὲ μετὰ ταῦτα εὑρεθῇ κληρονομεῖν τοῦ κλέπτου, κινεῖται κατ᾿ αὐτοῦ φούρτιβος κονδικτίκιος ὡς κληρονόμου τοῦ κλέπτου, οὐχ ὡς αὐτοῦ κλέπτου, καὶ ἀπαιτεῖται ἁπλοῦν τὸ πρᾶγμα. [Sch. a. III. 159.]
Sciendum est generaliter, cum ex una radice plures actiones nascuntur, veluti ex furto nascitur furti actio et condictio furtiva, si exstincta fuerit radix, exstingui etiam quaecunque ab ea nascuntur actiones. Utputa iuravit quis conventus actione furti, se furtum non fecisse. Sublata est ipsa condictio furtiva simul cum furti actione. Quodsi quis post haec furi heres exstiterit, movetur adversus ipsum condictio furtiva, quippe tanquam heredem furis, non tanquam furem, et in simplum res petitur.
οὔτε τῇ περὶ κλοπῆς ἀγωγῇ Περὶ τῆς φούρτης καὶ τοῦ φουρτίβου κονδικτικίου φησίν· ἐπείτοιγε δύναται καὶ διὰ τῆς ἐν δὲμ ἐκδικεῖσθαι τὸ πρᾶγμα. ὁ γὰρ ὀμόσας μὴ κεκλοφέναι οὐκ ἤδη ὤμοσε καὶ δεσπότην αὐτὸν εἶναι τοῦ πράγματος, ὡς ἔστι μαθεῖν ἐξ ὧν ὁ Παῦλος ἐν τῷ κη. διγ. τοῦ παρόντος τιτ. φησὶ θέματι ἐσχάτῳ. [Sch. b III. 159.]
De actione furti et condictione furtiva loquitur: alioquin potest et vindicatione rem persequi. Nam qui iuravit, furtum se non fecisse, nondum iuravit et dominum se esse rei furto ablatae, uti discere licet ex his, quae Paulus ait dig. 28. huius tit them. ult.
ὁ δὲ κληρονόμος τοῦ κλέπτου Ὁ γὰρ κονδικτίκιος κινεῖται μὲν καὶ κατὰ τοῦ ὀμωμοκότος, οὐχ ὡς κατὰ κλέπτου μέντοι, ἀλλ᾽ ὡς κληρονόμου κλέπτου, ὡς ὁ Οὐλπιανός φησιν ὑποκατιών. [Sch. c. 11. 159.]
Condictio enim furtiva dirigitur quidem et contra heredem eius, qui iuravit neque tamen tanquam adversus furem, sed qua heredem furis, uti infra dicit Ulpianus.
Τοῦ Ἐναντιοφανοῦς. ᾿Ανάγνωθι διγ; κή, θεμ. ή, ἐν ᾧ φησιν, ὅτι ἡ ὀμόσασα περὶ τῆς ῥέρουμ ἀμοτάρουμ, οὐ βοnθεῖται ἐναγομένη τῇ ἐν ῥέμ. γράφεται καὶ οὕτως. ἡ ὀμόσασα περὶ τῆς ἀπαιτησάσης τὸ κλοπιμαῖον πρᾶγμα ἀγωγῆς οὐ βοηθεῖται ἐναγομένη περὶ τῆς ἀπαιτησάσης πρᾶγμα ἴδιον αγωγῆς. [Sch. c. 111. 159.]
Enantiophanis. Lege dig. 28. them. 8. quo dicitur, eam quae iuravit se rem non amovisse, non defendi, si cum ea in rem agatur. Scribitur etiam ita: Quae iuravit de actione, qua res furtiva petitur, non defenditur, si conveniatur actione, qua res propria petitur.
Ἐντεῦθεν ὁ Οὐλπιανὸς ὑποδιαστίζων δείκνυσιν, ὅτι ὁ ὀμωμοκώς, ὅτι οὐκ ἔκλεψεν, οὔτε φούρτι ἀγωγῆ, οὔτε κονδικτικίῳ κατέχεται· ὁ δὲ κληρονόμος αὐτοῦ, εἰ καὶ μὴ ὡς κλέπτης κατέχεται τῷ φουρτίβῳ κονδικτικίῳ, ἀλλ᾽ οὐν ὡς κληρονόμος κλέπτου ἐνάγεται. καὶ ὁ τοῦ κλέπτου γὰρ κληρονόμος, εἰ καὶ μὴ ὡς κλέπτης, ἀλλ᾽ οὖν ὡς κληρονόμος κλέπτου ἐνάγεται. [Sch. c. III. 159.]
Hinc Ulpianus subdistinguens ostendit, eum, qui iuravit, se furtum non fecisse, neque furti actione neque furtiva condictione teneri: heredem autem eius, licet non quasi fur condictione furtiva teneatur, tamen qua heredem furis conveniri. Nam etiam furis heres, etiamsi non tanquam fur, tamen ut heres furis convenitur.
3Ὁ ὀμόσας, ἠγορακέναι παρ᾿ ἐμοῦ πρᾶγμα, ἔχει ἐπὶ τῇ πράσει ἀγωγὴν εἰς τὸ παραδοῦναί με αὐτὸ καὶ ὁμολογῆσαι περὶ ἐκνικήσεως· καὶ αὐτὸς ὑπόκειται μοι ἐπὶ τῷ τιμήματι, εἰ μὴ ὤμοσε δεδωκέναι μοι αὐτό. καὶ ὁ ὀμόσας, εἶναι κοινωνόν, ἐνέχεται τῇ περὶ κοινωνίας ἀγωγῇ.
Qui iuravit, se rem a me emisses, ex empto actionem habet, ut rem ei tradam et caveam de evictione: et ipse de pretio mihi tenetur, nisi iuraverit, se mihi illud dedisse. Et qui iuravit, se socium esse, pro socio actione tenetur.
ὁ ὀμόσας ἠγορακέναι Κυρίλλου. Ὁ ὀμόσας ἀγοράσαι πρᾶγμα, κινεῖ τὴν ἐξ ἔμπτο καὶ ἐνάγεται ἐξ βενδίτο˙ εἰ μὴ ὤμοσε δοῦναι τὸ τίμημα. καὶ ὁ ὀμόσας, εἶναι κοινωνίαν, ἐνέχεται τῇ πρὸ σόκιο ἀγωγῇ, καὶ ὁ ὀμόσας ἐνέχυρον δοῦναι ἐνάγεται περὶ τοῦ χρέους· καὶ ὁ ὀμόσας τῇ γαμετῇ, ὅτι τόδε τὸ πρᾶγμα εἰς προῖκά μοι ἐπιδέδωκας, ἐναγεται ἐξ στιπουλάτου. [Sch. d. III. 160.]
Cyrilli. Qui iuravit, rem se emisse, agit ex empto et convenitur ex vendito: nisi iuraverit, pretium se solvisse. Et qui iuravit, societatem esse, tenetur actione pro socio: et qui iuravit, pignus se dedisse, debiti nomine convenitur: et qui iuravit uxori, eam illam rem in dotem sibi dedisse, convenitur ex stipulatu.
Διὰ τοῦτο ἐνταῦθα τὴν ἐξ ἔμπτο καὶ τὴν ἐξ βενδίτο καὶ τὴν πρὸ σόκιο δίδωσιν ἐπὶ τοῦ προκειμένου θέματος, ἐπειδὴ φύσιν ἔχουσι καὶ ψιλῇ συναινέσει συνιστάναι, καὶ οὐ δέονται φάκτου τινὸς εἰς τὸ συστῆναι, τυχὸν τῆς ἀπαριθμήσεως. ὥςτε ἐπὶ τοῦ ὀμόσαντος, ἐπὶ ί. νομισμάτων ἀγρὸν ὑποθέσθαι, τὴν ἰμφάκτουμ δίδωσιν, καὶ οὐ τὸν ἀπὸ δανείου κονδικτίκιον. [Sch. d. III. 160.]
Propterea hoc loco ex empto et ex vendito et pro socio actionem dat in casu proposito, quia earum natura talis est, ut nudo consensu contrahantur, neque egeant facto, ut constituantur, verbi causa numeratione Itaque si quis iuraverit, ob decem aureos se fundum pignori dedisse, in factum actionem dat, non ex mutuo condictitiam,
ὁμολογῆσαι περὶ ἐκνικήσεως Τοῦ ᾿Ανωνύμου. Σιωπηρῶς γὰρ τῇ πράσει ἡ περὶ τῆς ἐκνικήσεως ἀσφάλεια ὡς βιβ. ιη. τιτ. α΄. διγ. ξς. καὶ βιβ. κά. τιτ. α. διγ. λά. θεμ. ιθ΄. οὐ περὶ παντὸς δὲ πιπρασκομένου ἡ δούπλα ἐπερωτᾶται, ἀλλὰ περὶ τιμίων, ὡς τιτ. β. τοῦ κά. βιβ. διγ. λζ θεμ. β. [Sch. e. III. 160.]
Innominati. Tacite enim venditioni de evictione cautio inest, ut videre licet lib. 18. tit. 1. dig. 66. et lib. 21. tit. 1. dig. 31. them. 19. Non tamen de omni re vendita dupla promittitur sed de rebus pretiosis, uti lib. 21. tit. 2. dig. 37. them. 2
τῇ περὶ κοινωνίας ἀγωγῇ Εἰ καὶ συμβῇ ζημία εἰς τὴν κοινωνίαν· οἶδε καὶ αὐτὸς ταύτην, διότι καὶ ὠφελεῖται ἀπ᾿ αὐτῆς. [Sch. f III. 160.]
Etiamsi ceciderit damnum in societatem: noverat enim ipse hoc: ideoque et commodum ex illa percipit.
5᾿Εάν τις ὀμόσῃ ἐνεχυράσαι πρᾶγμα ἐπὶ δέκα νομίσματα, ἐνάγεται ἐπ᾿ αὐτοῖς· εἰ γὰρ καὶ ὀμόσω λαβεῖν ἐν προικὶ πρᾶγμα παρὰ τῆς νομίμου γαμετῆς, ἔχει κατ᾿ ἐμοῦ περὶ προικὸς ἀγωγήν.
Si quis iuraverit, oppignerasse se rem ob decem nummos, convenitur in illos: namque si iuravero, accepisse me dotis nomine rem aliquam a iusta uxore, de dote actionem adversus me habet.
λαβεῖν ἐν προικί Οὕτω θεμάτισον, ὅτι ἐνηγόμην μετὰ διαζύγιον παρὰ τῆς γυναικός μου, ὥστε ἀποδοῦναι πολλά τινα πράγματα αὐτῇ προικιμαῖα ἐγὼ δὲ ὤμοσα, ὅτι μὰ τὸ θεῖον, εἰ μὴ τόδε, ἄλλο τι οὐ δέδωκέ μοι πρᾶγμα προικιμαῖον. ἔχει οὖν κατ᾿ ἐμοῦ οὐ τὴν διρέκταν ἐκ στιπουλάτου, ἢ ἀνῆκεν, εἰ μὴ ὅρκος ἀπ᾿ ἐμοῦ τοιοῦτος ἐγίνετο˙ ἀλλὰ οὐτιλίαν ἐξ στιπουλάτου, ἤγουν ὥςπερ ἐὰν ἦν αὐτὸ μόνον προικιμαῖον. [Sch. g. III. 160.]
Ita casum tibi fingas: conveniebar post divortium ab uxore mea, ut redderem ipsi plures res dotales: ego vero iuravi per divinum numen, praeter hanc rem aliam rem dotalem mihi uxorem non dedisse. Habet igitur adversus me non directam ex stipulatu actionem, quae competeret, si iuramentum a me tale non intercessisset: sed utilem ex stipulatu, scilicet quasi ea res duntaxat dotalis esset.
6Ὃν ἐπὶ χρήμασι κατὰ τοῦ ₩ βασιλέως ὀμόσας καὶ ἐπιορκήσας, τυχὸν ὅτι οὐ χρεωστεῖ, ἢν χρεωστεῖται, ἢ ὅτια δίδωσιν εἴσω προθεσμίας, poπαλίζεται.
Qui in re pecuniaria per Principem iuravit, et peieravit, puta, se nihil debere, vel sibi deberi, vel intra tempus certum se soluturum, fustibus castigatur.
ὁ ἐπὶ χρήμασι Κυρίλλου. Ὁ ἐπὶ χρηματικῇ αἰτία κατὰ τοῦ βασιλέως ἐπιορκήσας τύπτεται. [Sch. h. III. " 160.]
Cyrilli. Qui in causa pecuniaria per Principem peieravit, fustibus caeditur.
Στεφάνου. Τοῦτο μὴ ἐπὶ διαλύσεως νομίσῃς. ὁ γὰρ ἐπὶ διαλύσεως ἐπιορκήσας μείζων ὢν τῶν κέ. ἐνιαυτῶν καὶ ἀτιμοῦται καὶ τισιν ἑτέραις ὑπόκειται ποιναῖς, ταῖς διηγορευμέναις τῇ διατάξει, ἥτις ἀνήνεκται βιβ. β. τοῦ κωδ. ὑπὸ τὸν β΄. τοῦ βιβ. τιτ. διατ. μά. τοῦ τιτ. τυγχανούσῃ. καὶ ὁ πρᾶγμα δὲ ἀλλότριον ὑποθέμενος, οἷα δὴ τῷ στελλιονάτους κατεχόμενος ἐξορίαν πρόςκαιρον ὑπομένει, ὡς ὁ Μοδεστίνος βιβ. μζ. τῶν διγ τιτ κ. διγ. δ΄. φησίν. καὶ ὁ Παῦλος ἐν τῷ κς. διγ. τοῦ παρόντος τιτ. φησίν, ὅτι ὁ πουπίλλος οὐ δοκεῖ ἐπιορκεῖν. αὐκοῦν οὐδὲ ὑπόκειται τῇ τῆς ἐπιορκίας ποινῇ. [Sch. h. III. 160.]
Stephani. Hoc in transactione ne statuas. Quicunque enim maior XXV annis in causa transactionis peieraverit, et infamatur et aliis quibusdam poenis subiicitur, quae sanciuntur lib. 2. Cod. tit 2. const 41. Quicunque vero rem alienam pignori dat, quippe stellionatus reus ad tempus exulat, uti Modestinus ait lib. 47. Dig tit. 20. dig. 4. Et Paulus dig. 26. huius tituli ait, pupillum non videri peierare. Itaque nec periurii poenae subiacet.
Ερώτησις. Εἶπεν, ὅτι ὁ ἐπὶ διαλύσει ἐπιορκήσας ἀτιμοῦται. ἀρα οὖν αὐτὸ τὸ τυφθῆναι τὸν ἐπιορκήσαντα, οὐκ ἀτιμοῖ αὐτόν; Λύσις τοῦ Στεφάνου. Ἐπιλανθάνῃ τῶν ἤδη αοί παραδεδομένων· φθάσας γὰρ ὁ Μαρκιανὸς ἐν τῷ γ΄. βιβ. τῶν διγ. τιτ. β΄. διγ. κβ. εἶπε, μὴ ἀτιμοῦσθαι τὸν ῥοπάλοις τυφθέντα· μήτε γὰρ τὸ εἶδος τῆς τιμωρίας ἐπάγειν τὴν τιμωρίαν, ἀλλὰ τὴν ποιότητα τοῦ κινηθέντος δικαστηρίου· οἷον εἰ ἀτιμοποιόν ἦν τὸ κινηθέν δικαστήριον. καὶ ἐπήγαγεν, ὅτι οὐ μόνον ἐπὶ τοῖς ῥοπάλοις τυφθέντια χώραν ἔχει τὸ νόμιμον, ἀλλὰ καὶ ἐπὶ ἑτέρας κολάσεως καὶ τιμωρίας. οὐ γὰρ ἐξ ὧν ὑφίσταται, ἀλλ᾽ ἐξ ὧν ἁμαρτάνων ἀτιμοποιῷ κατέχεται δικαστηρίω, βλάπτεται περὶ τὴν οἰκείαν μετὰ καταδίκην ἐπιτιμίαν. βλέπε δὲ, πῶς ἔχει τὸ ἐνταῦθα ῥητόν· Ἐάν τις ἐπὶ χρηματικῇ αἰτίᾳ ομόσας ἐπιορκήσας, ραβδίζεται κήρυκος ἐπιβοῶντος αὐτῷ· προπετῶς μὴ ὄμνυε. βλέπε οὖν, ὡς εἶπον, ἐπὶ χρηματικῇ αἰτίᾳ χώραν ἔχειν τὸ νόμιμον, ἵνα μὴ ἐναντιωθῇ σοι διάταξις κειμένη ἐν τῷ δ. βιβ. τοῦ κώδικος ὑπὸ τὸν α΄. τοῦ βιβ. τιτ. ἥτις β΄. τοῦ τιτ. διάταξις τυγχάνει. φησίν, ὅτι οὔτε σωματικός κίνδυνος, οὔτε καθοσιώσεως ἔγκλημα ἐπιφέρεται τῷ κατὰ τῆς τοῦ βασιλέως ἐπιορκήσαντι σωτηρίας. χρὴ γὰρ ἀντιδιαστέλλοντας εἰπεῖν, μὴ ἐπὶ χρηματ αἰτίας, ἀλλ᾽ ἐπὶ δελίκτων χώραν ἔχειν τὸ εἰρημένον τῇ διατάξει. ἔπειτα δείκνυσιν ἡ διάταξις, τότε χώραν ἔχειν αὐτήν, καὶ τὸν ἐπιορκήσαντα κατὰ τῆς τοῦ βασιλέως σωτηρίας μήτε σωματικὸν κίνδυνον ὑπομένειν, μήτε καθοσιώσεως ἐγκλήματι ὑποκεῖσθαι, ὅτε κατὰ θερμότητά τινα ὅρκον τις ὑπετέλεσεν. ἁπλῶς γὰρ εἰπεῖν, τὴν εἰρημένην διάταξιν οὕτω θεμάτισον, ὡς ὁ Πατρίκιος Ἥρως ἐθεμάτισε. γυνὴ γάρ, φησί, τὶς ἔχθραν ἔχουσα κατὰ τοῦ ἰδίου ἀνδρός, ὤμοσε κατὰ τῆς σωτηρίας τοῦ βασιλέως, ὥςτε μηδέποτε διαλλαγῆναι αὐτῷ· καὶ βουλομένη μετὰ ταῦτα τῆς πρὸς ἐκεῖνον ἀπηλλάχθαι μικροψυχίας ἐδεήθη βασιλέα διὰ Φελικός τινος οὕτως ὀνομαζομένου, καὶ τῆς εἰρημένης ἔτυχε διατάξεως πρὸς αὐτὸν ἀντιγραφείσης τὸν Φέλικα. Εναντιοφανοῦς. ᾿Ανάγνωθι βιβ. β. τοῦ κώδικος τιτ. β. διατ. μά. καὶ βιβ. δ΄. τιτ. α΄. διατ. β΄. [Sch. h. III. 161.]
Interrogatio. Dixit, eum, qui in transactione peieravit, infamia notari. Num igitur fustibus caedi eum peierantem, infamat? Solutio Stephani. Oblitus es eorum, quae iam tibi tradita sunt: iam enim antehac Marcianus lib. 3. Dig. tit. 2. dig 22. dixit, fustibus caesum non notari infamia: neque enim poenae genus inferre infamiam, sed qualitatem iudicii instituti: puta si iudicium famosum erat. Atque subdidit, non solum in fustibus caeso locum habere hanc legem, verum etiam in reliquis poenis et castigationibus. Non enim ex his, quae patitur, sed ex quibus delinquens famoso tenetur iudicio, post condemnationem famae damnum subit. Vide autem, quomodo textus noster habet: Si quis in causa pecuniaria iuraverit et peieraverit, fustibus caeditur praecone inclamante: Temere ne iurato Vide igitur, uti dixi, in pecuniaria causa locum habere hanc legem, ne obstet tibi constitutio 2. tit 1. lib. 4 Codicis. Docet, neque corporis periculum, neque crimen maiestatis inferri ei, qui per salutem Principis peieravit Contra enim distinguentibus nobis dicendum est, non in causa pecuniaria, sed in delictis locum habere, quod in constitutione dictum est. Deinde ostendit constitutio tunc ipsi locum esse, et eum, qui peieravit per salutem Principis, neque periculum corporis sustinere, neque crimini maiestatis subiici, quando affectu quodam ac fervore agitatus iusiurandum quis subiit. Nam ut brevibus dicam, dictae constitutionis species ita constituenda est, uti Patricius celeberrimus eam constituit. Quaedam enim mulier, inquit, cum inimicitiae inter ipsam eiusque maritum intercederent, per salutem Principis iuravit, se nunquam cum marito in gratiam redituram cumque posthac deponere animum inimicum in illum vellet, preces obtulit Imperatori per hominem quendam nomine Felicem, et impetravit dictam constitutionem Felici rescriptam. Enantiophan. Lege lib. 2. Cod tit. 2 const. 41. et lib. 4. tit 1. const 2.
14 (= D. 12.2.14) · Παυλ. · Paul.
pr.Ὁ περὶ τοῦ χρεωστεῖν, ἢ μὴ χρεωστεῖν, ἢ ἀντιφωνῆσαι ὅρκος οὐ συγχωρεῖται πατράσιν ἢ πάτρωσιν.
Iusiurandum de debita aut non debita pecunia, aut de constituta pecunia non remittitur parentibus, neque patronis.
ὁὅρκος Κυρίλλου. Ὅτε διὰ πρᾶγμά ἐστιν ὁ ὅρκος, οἷον ἐδάνεισα, οὐκ ἐδάνεισας, ἀντεφώνησας· καὶ γονεὺς καὶ πάτρων ὀμνύει. [Sch. i. III.161. sq.]
Cyrilli. Quoties propter rem iuratur, veluti pecuniam credidi, pecuniam non credidisti, constituisti: et parens et patronus iurabit.
οὐ συγχωρεῖται πατράσιν Αντὶ τοῦ· τοῖς ἀνιοῦσι˙ τῇ γὰρ τοῦ γονέως προςηγορίᾳ οὐ μόνον ὁ πατήρ, ἀλλὰ καὶ ὁ πάππος, καὶ ὁ πρόπαππος, καὶ οἱ ἐφεξῆς σημαίνονται οὐ μὴν ἀλλὰ καὶ ἡ μήτηρ καὶ ἡ μάμμη, ὡς ὁ Γάϊος ἐν τῷ ν. τῶν διγ. βιβ. τιτ. ις. διγ. να. φησίν. [Sch. k. III. 162.]
Id est, adscendentibus: parentis enim appellatione non tantum pater, sed etiam avus, et proavus, et qui deinceps veniunt, significantur: nihilo secius et mater, et avia uti Gaius docet lib. 50. Dig. tit. 16. dig. 51.
Τοῦτό φησιν, ὅτι οἱ ἀνιόντες τὸν, συκοφαντικόν ὅρκον, ὁμοίως δὲ καὶ οἱ πάτρωνες οὐδέποτε ὀμνύουσι, ἐπειδὴ ἔχει αἰσχρᾶς ὑποψίας ἀποφυγήν, ἤγουν, ὅτι οὐκ εἰσὶ συκοφάνται. τὸν δὲ ὅρκον τὸν ἐπὶ τομῇ τοῦ πράγματος διδόμενον, ἤγουν τὸν τέλειον καὶ τὸν ἀντεπακτόν (αμφότεροι γὰρ ἐπὶ τομῇ τοῦ πράγματός εἰσιν ὀμόσουσιν ἄν· καὶ οὐ συγχωροῦνται τὸν ἐπὶ τῇ τομῇ τοῦ πράγματος ὅρκον μὴ ὀμόσαι. ἀλλ᾽ ἐρεῖς ἴσως, ὅτι καὶ διὰ τι ὁ πάτρων ἐναγόμενος παρὰ τῆς ἀπελευθέρας τῇ ῥέρουμ ἀμοτάρουμ, ἤγουν τῇ περὶ ὑφαιρέσεως πραγμάτων ἀγωγῇ, οὐκ ὄμνυσιν τὸν ὅρκον τοῦτον, ἐπὶ τομῇ ἐστι τοῦ πράγματος; καὶ φαμέν, διότι καὶ οὗτος ὧδε ὁ ἐπὶ τομῇ πράγματος ὅρκος αἰσχρᾶς ὑποψίας ἔχει ἀποφυγήν, λέγω δὲ τῆς κλοπῆς καὶ ὑφαιρέσεως· καὶ διὰ τοῦτο ἐπὶ τοῦ τοιούτου θέματος συγχωρεῖται καὶ ὁ ἐπὶ τομῇ τοῦ πράγματος ὅρκος. [Sch. k. 111. 162.]
Hoc dicit, ascendentes iusiurandum calumniae aeque ac patronos nunquam praestare, quippe quod turpis suspicionis amovendae causa suscipiatur, quod scilicet calumniatores non sint. Iusiurandum autem quod propter rei decisionem datur, id est, delatum et relatum (utrumque enim rei decidendae inservit praestabunt: neque conceditur ipsis, rei decidendae causa comparatum iusiurandum non praestare. At vero dices fortassis: cur patronus a liberta sua rerum amostarum conventus hoc iusiurandum, quamvis litis decidendae causa comparatum sit, tamen non praestat? Et respondemus, ideo quod et hocce iuramentum, quamvis litis decisorium sit, hac causa turpem suspicionem declinat, dico furti et contrectationis: et in tali casu remitti iusiurandum adeo litis decisorium.
ἢ πάτρωσιν Εἰ μή που ῥέρουμ ἀμοτάρουμ ὁ πάτρων ἐνήγετο παρὰ τοῦ ἀπελευθέρους· τότε γὰρ οὐκ ἀναγκάζεται παρ᾿ αὐτοῦ8 ὅρκον ὑπέχειν, ὡς κεφ. ις. διὰ τὴν αἰτίαν, ἣν φησιν ἡ τελευταία τούτου τοῦ κεφ. παραγραφή. Τοῦ Ανωνύμου. Ανάγνωθι διγ. ις. καὶ λδ. θεμ. δ΄. καὶ τοῦτο μὴ μόνον ἐπὶ πάτρωνος νοήσῃς· τῇ γὰρ τοῦ πάτρωνος προςηγορίᾳ καὶ πατρώνιασα δηλούται, ὡς ὁ Οὐλπιανὸς ἐν τῷ εἰρημένῳ βιβ. καὶ τιτ. διγ. νβ. φησίν, ἤτοι βιβ. β΄. τιτ β. κεφ. νβ΄. σημείωσαι δὲ, ὅτι τὸν ἐπὶ τομῇ ἡ διδόμενον ὅρκον ἀναγκάζονται καὶ οἱ ἀνιόντες καὶ ὁ πάτρων ὀμόσαι. καὶ μὴ ἐναντιωθῇ σοι τὸ κείμενον ἐν τῷ ις. διγ. τοῦ παρόντος τιτ. ἔνθα φησὶν ὁ Οὐλπιανός, ὅτι τοῦ τῆς ῥέρουμ ἀμοτάρουμ κινουμένου δικαστηρίου ὁ πάτρων οὐκ ἀναγκάζεται ὅρκον αποτελέσαι· κἂν τὰ μάλιστα γὰρ ἐπὶ τομῇ τοῦ πράγματός στιν, ἀλλ᾽ οὖν ἔχει καὶ αἰσχρᾶς ὑποψίας ἀποφυγήν λέγω δὲ τῆς κλοπῆς. καὶ εἰκότως οὐκ ἀναγκάζεται τὸν τοιοῦτον ὅρκον ὁ πάτρων ομόσαι. μὴ ἐκ τούτου δὲ νόμιζε ὅτι τὸν, περὶ καλουμνίας καὶ τὸ δικαίαν οἴεσθα τὴν ἀντίρρησιν ἐν προοιμίῳ τῆς δίκης διδόμενον ὅρκον ὁ πάτρων ὄμνυσιν. ἡ γὰρ διατ. οὐχ ὑπὲρ πριβάτων καὶ ἰδιωτῶν, ἀλλ᾽ ὑπὲρ κοινῆς χρησιμότητος εἰςενήνεκται· καὶ οὐκ ἀνέχεται τὸν τοιοῦτον ὅρκον παραχωρεῖσθαί τινι, ὡς ἔστι καὶ ἐξ αὐτῆς τῆς διατάξεως εὑρεῖν. ἡ γὰρ εἰρημένη διάταξίς ἐστιν ἐν τῷ τελευταίῳ τιτ. τοῦ β΄. βιβ. τοῦ κώδικος. [Sch. 1. III. 162.]
Nisi forte rerum amotarum actione patronus a liberta conveniatur: tunc enim non compellitur ab ipsa iusiurandum subire, uti cap. 16 propter causam, quam adfert postrema capitis adnotatio. Innominati. Lege dig. 16. et 34. them. 4. Neque hoc de patrono solum intelligas: nam patroni appellatione et patrona continetur, ut dicit Ulpianus dicto libro et titulo dig. 52. seu lib. 2. tit. 2. cap 52. Nota, et parentes et patronum iusiurandum litis decisorium praestare compelli. Nec adversetur tibi dig. 16. huius tit. ubi Ulpianus ait, si rerum amotarum agatur, iurare patronum non compelli: licet enim rei decidendae comparatum iusiurandum sit, tamen et turpem suspicionem declinat dico furti. Et merito patronus tale iusiurandum praestare non cogitur. Neque tamen propterea existimes iusiurandum de calumnia et de eo, quod quis iustam esse contradictionem suam putet, initio litis praestandum, patronum praestare non compelli. Constitutio enim non privatorum ac singulorum hominum, sed communis utilitatis causa lata est: neque permittit, tale iusiurandum remitti cuiquam, uti ex ipsa constitutione disci potest, quae extat ultimo titulo libri secundi Cod.
15 (= D. 12.2.15) · Ἴδεμ. · Idem.
pr.Οἴκοι ὀμνύουσιν οἱ ἔνδοξοι καὶ ἀσθενεῖς.
Domi iurant personae egregiae et aegrotae.
οἱ ἔνδοξοι ᾿Ανάγνωθι βιβ. β. τιτ. β. κεφ. ρ΄. ὁ φη σιν· Επίσημα λέγονται τῶν λαμπροτάτων ἀνδρῶν τε καὶ γυναικῶν καὶ τῶν συγκλητικῶν. [Sch. m. III. 163.j
Lege lib. 2. tit. 2. cap. 100. quo dicitur, speciosas personas dici clarissimorum virorum et feminarum et senatoriorum.
Τὰ λαμπρὰ πρόςωπα οἶμαι, φησὶν ὁ Κύριλλος. [Sch. m. III. 163.
Clarae personae puto, inquit Cyrillus.
καὶ ἀσθενεῖς Οἶμαι δὲ, ὅτι καὶ αἱ γυναῖκες, αἱ μὴ ἔχουσαι ἔθος ἀνδράσι φαίνεσθαι. [Sch. n. III. 163.]
Puto vero et mulieres, quae in conspectum virorum venire non consueverunt.
16 (= D. 12.2.16) · Οὐλπ. · Ulp.
pr.Ὁ ἀγαγόμενος τὴν ἰδίαν ἀπελευθέραν οὔτε περὶ τῆς τῶν πραγμάτων ἀφαιρέσεως ἀγωγῆς ὄμνυσιν αὐτῇ, οὔτε ὅρκον ἐπιφέρων αὐτῇ τὸν περὶ συκοφαντίας ὄμνυσιν.
Qui libertam suam duxit, neque de rerum amotarum iudicio ei iurat, neque si deferat isti iuramentum, de calumnia iurat.
ὁἀγαγόμενος Κυρίλλου. Ὁ πάτρων τῇ ἀπελευθέρα αὐτοῦ γαμετῇ οὐκ ἀναγκάζεται ομόσαι περὶ τῆς φέρουμἀμοτάρουμ, οὔτε τὸν περὶ καλουμνίας ὅρκον, οὔτε αὐτὸς ἐπάγει τὸν ὅρκον. [Sch. o. III. 163.]
Cyrilli. Patronus liberthe surrerum cogi-
Στεφάνου. Σημείωσαι, ὅτι οὐ μόνον ἡ γυνὴ παρὰ τοῦ ἀνδρός, ἀλλὰ καὶ ὁ ἀνὴρ παρὰ τῆς γυναικὸς ἐνάγεται τῇ ὁἐρουμ ἀμοτάρουμ. τοῦτο δὲ αὐτό φησι καὶ ὁ Παῦλος ἐν τῷ κέ. βιβ. τιτ β. διγ. 5. θεμ. β. [Sch. o. III. 163.]
Stephani. Nota, non solum uxorem a viro, verum etiam virum ab uxore conveniri rerum amotarum iudicio. Hoc vero ipsum dicit etiam Paulus lib. 25. tit. 2. dig. 6. them. 2.
Μὴ βουλόμενος δηλονότι, καθώς καὶ τὸ ἕτερον σχόλιον φησιν εἰς τὸ προκείμενον νόμιμον. εἰ μέντοι θέλει, οὐκ ἀποπέμπεται. καὶ ἀνάγνωθι τὸ ἡ. θέμα τοῦ κή. κεφ. τοῦ παρόντος τιτ καὶ τὴν ἐκεῖσε προτελευταίαν παραγραφήν, καὶ τὸν Ἐναντιοφανῆ τοῦ δ. θεμ. τοῦ λδ΄. κεφ. [Sch. o. III. 163.]
Invitus scilicet, quemadmodum alterum quoque scholium dicit ad hanc legem. Si tamen velit, non denegatur. Lege etiam them. 8. cap. 28. huius tit. et ibi annotationem penultimam, et Enantiophanem them. 4. cap. 34.
Τουτέστιν, οὔτε ἐναγόμενος τῇ ῥέρουμ ἀμοτάρουμ ἀναγκάζεται τὸν ἐπιφερόμενον αὐτῷ ὅρκον ὀμνύειν· καὶ ὅτι ἀληθές ἐστι τοῦτο, δῆλον ἐκ τοῦ ἐπαγομένου, ἐν ᾧ ἐνάγοντα αὐτῇ καὶ ἐπιφέροντα τὸν ὅρκον φησὶν ὁ νομικὸς μὴ ὀμνύειν τὸν συκοφαντικόν. ζήτει καὶ βιβ. κή. τιτ. ια. κεφ. ια θεμ. β. καὶ τὸν ἐκεῖσε Ἐναντιοφανῇ τὸ αὐτὸ λέγοντα. ἀνάγνωθι καὶ τοῦ παρόντος τιτ. κεφ. λδ΄. θεμ. γ. καὶ τὰς ἐκεῖσε δευτέρας παραγραφὰς τοῦ Ἐναντιοφανοῦς. [Sch. o. III. 163.]
Hoc est, ne conventus quidem rerum amotarum actione compellitur delatum ipsi iusiurandum jurare: idque verum esse apparet ex eo, quod adiectum est, in quo agentem cum illa et deferentem iusiurandum Iureconsultus dicit non iurare debere de calumnia. Quaere et lib. 28. tit. 11. cap. 11. them. 2. ibique Enantiophanem idem dicentem. Lege et hui. tit cap. 34. them. 3. ibique secundas annotationes Enantiophanis.
Τουτέστιν, οὔτε εἰ κινεῖ κατὰ τῆς ἀπελευθέρας τὴν ῥε ρουμ ἀμοτάρουμ, καὶ ἐπιφέρει ὅρκον αὐτῇ, ἔχει ἄδειαν ἡ ἀπελευθέρα, ὡς πᾶς ὁ ἐναγόμενος, ἀντεπιφέρειν αὐτῷ τὸν ὅρκον, διότι ὁ τοιοῦτος τέλειος καὶ τμητικός ἐστιν. ἀλλὰ καὶ σπιλώτερός ἐστιν. ἐνάγοντα οὖν, ὡς ἐθεμάτισεν, ὑπόθου τὸν πάτρωνα, ἵνα δοκῇ προνόμιον εἶναι τοῦτο τοῦ πάτρωνος. εἰ δὲ καὶ ἐναγόμενον αὐτὸν, εἴπῃς, ὃ μᾶλλον κρεῖττον, καὶ οὕτως οὐκ ὄμνυσι τὸν ἐπιφερόμενον όρκον αὐτῷ, ὡς ἐν βασιλικῷ παρόντι. [Sch. o. III. 163.]
Hoc est, neque si agat cum liberta rerum amotarum, eique deferat iusiurandum, licet libertae, ut cuilibet, qui convenitur, referre ipsi iusiurandum propterea quod tale litis decisorium et principale est Sed et famosum est. Agentem igitur, uti posuit, fingas patronum, ut hoc patroni privilegium esse videatur Sed et si ipsum conventum dixeris, quod potius videtur esse, et ita non iurat iusiurandum sibi delatum, ut in hoc Basilico.
Σημείωσαι, ὅτι ὁ πάτρων ἐναγόμενος τῇ ῥέρουμ ἀμοτάρουμ οὐκ ὄμνυσι τὸν τέλειον, οὔτε ἐνάγων τὸν συκοφαντικόν, διὰ τιμὴν πάντως. ζήτει καὶ ἕτερον προνόμιον πάτρωνος βιβ. μδ. τιτ. ιή. κεφ. θ. θεμ. β. καὶ βιβ. μθ΄. τιτ. β. κεφ. γ΄. 5. ξή. καὶ θ. καὶ βιβ. λή. τιτ. δ κεφ. κδ. θεμ. α. δ. καὶ ε΄. καὶ τιτ. αὐτοῦ ἐ. κεφ. θ. καὶ βιβ. νή. τιτ 1 κεφ. λθ΄. θεμ. τελευτ. καὶ βιβ. να΄. τιτ. δ΄. κεφ. δ. θεμ. ιε. [Sch. o. III. 163. sq.]
Nota, patronum, qui convenitur rerum amotarum actione, non praestare iusiurandum delatum, neque si agat, iusiurandum calumniae, propter reverentiam omnino. Quaere et aliud privilegium patroni lib. 44 tit. 18. cap. 9. them. 2. et lib. 49. tit. 2. cap. 3. 6. 68. et 9. et lib. 38. tit 4. cap. 24. them. 1. 4. et 5. et eiusdem tit. 5. cap. 9. et lib. 58. tit. 10. cap. 39. them. ult. et lib 51. tit. 4. cap. 4. them. 15.
οὔτεπερὶ συκοφαντίας ὄμνυσιν Περὶ ἐπηρείας ὅρκου νόησον, ὃν ὀμνύουσιν οἱ τὸν ὅρκον ἐπαγαγόντες˙ τὸν γὰρ περὶ καλουμνίας, ὃν ἐν προοιμίῳ τῆς δίκης, ὑποτελοῦσιν οἱ λιτιγάτορες, καὶ ὁ πάτρων ἀναγκάζεται ὀμνύειν. ὡς γὰρ ἐν τῷ ια. διγ. σοὶ παραδέδωκε, γενικῶς ἡ διάταξις πάντα βούλεται λιτιγάτορα τὸν τοιοῦτον ὅρκον ὑποτελεῖν. ἄλλως τε τοῦτον τὸν ὅρκον τὸν περὶ καλουμνίας τὸν ἐν προοιμίοις τῆς δίκης ὀμνυόμενον ὁ πάτρων διδοὺς οὐ δοκεῖ ὑβρίζεσθαι, κἂν ὄμνυσιν, ὅτι συκοφαντικῇ ψυχῇ κινεῖ τὸ δικαστήριον. οὔτε γὰρ ἀπελευθέρα τὸν τοιοῦτον δίδωσιν ὅρκον, ἀλλὰ τῷ δικαστῇ. τὸν γὰρ περὶ αἰσχρᾶς ὑποψίας ὅρκον οὐκ ἀναγκάζεται ὁ πάτρων διδόναι. ἐπεὶ οὐν μή τινὶ τὸν ἐν προοιμίοις τῆς δίκης διδόμενον ὅρκον, ἀλλὰ τῷ δικαστῇ παρέχουσιν οἱ λιτιγάτορες, εἰκότως καὶ ὁ πάτρων αὐτὸν ὄμνυσιν, ὡς μὴ τῇ ἀπελευθέρᾳ τοῦτον διδούς, ἀλλὰ τῷ δικαστῇ. φησὶ δὲ καὶ ὁ Παῦλος ἐν τῷ ιδ΄. διγ. τοῦ κέ. βιβ. τιτ. β΄. ὅτι ἐπιτέτραπται τῷ κινοῦντι ἢ τῇ κινούσῃ τὴν ῥέρουμ ἀμοτάρουμ, περὶ μέν τινων πραγμάτων ὅρκον ἐπάγειν, περὶ δὲ ἑτέρων ἀποδείξεσι κεχρῆσθαι., τοῦτο δὲ μὴ περὶ ἀπελευθέρας νοήσῃς. πάτρων γὰρ οὐκ ἀναγκάζεται ὅρκον ἐπὶ τῇ φέρουμ ἀμοτάρουμ ἐπέχειν, ὡς ἔγνως ἐν τῷ παρόντι διγέστῳ, ἀνάγνωθι καὶ τὸ ἐν τῷ λδ. διγ. κείμενον θέμα, ἐν ᾧ γενικῶς ὁ Οὐλπιανός φησι, μήτε πάτρωνα, μήτε τινὰ τῶν ἀνιόντων ἀναγκάζεσθαι τὸν περὶ ἐπηρείας ὅρκον ἀποτελεῖν. [Sch. p. III. 164.].
De iureiurando calumniae intellige, quod praestant iusiurandum deferentes: nam iusiurandum calumniae, quod in exordio litis praestant litigatores, patronus etiam iurare cogitur. Nam uti iam in dig. 11. tibi traditum est, generaliter constitutio ab omni litigatore illud iusiurandum praestari vult. Praeterea patronus, si illud iusiurandum decalumnia, quod in ordio litis prae statur, praestet, non videtur iniuriam pati, quamvis iuret, se calumniandi animo iudicium non instituere Neque enim libertae hocce praestat iusiurandum, sed iudici. Iusiurandum enim evitandae suspicionis causa suscipiendum non compellitur patronus praestare. Quando igitur non alii cuidam in exordio litis praestandum iusiurandum, sed iudici praebent litigatores, merito et patronus illud praestat, quippe qui non libertae hoc praestet, sed iudici. Dicit vero etiam Paulus in dig. 14 lib. 25. tit. 2. marito vel uxori rerum amotarum agenti permissum esse, de nonnullis rebus iusiurandum deferre, de reliquis autem probationibus uti. Hoc autem de liberta ne intellexeris. Patronus enim non cogitur iuramentum de rerum amotarum iudicio suscipere, uti didicisti in praesenti digesto. Lege etiam thema dig. 34 positum, in quo generaliter Ulpianus ait, neque patronum, neque ascendentium quemquam iusiurandum de calumnia praestare cogi.
17 (= D. 12.2.17 pr.) · Παυλ. · Paul.
pr.Ὁ΄ ὅρκος ἔξωθεν δικαστηρίου ἐπιφερόμενος οὐκ ἀντεπάγεται.
Iusiurandum, quod extra iudicium defertur, non refertur.
ἔξωθεν δικαστηρίου Κυρίλλου. Ἔξω δικαστηρίου οὐκ ἔστιν ἀντεπιφορά. [Sch. q III. 164.]
Cyrilli. Extra iudicium non permittitur relatio.
Στεφάνου. Σημείωσαι, ὅτι ἐπὶ τοῦ βολουνταρίου ὅρκου (βολουντάριος δὲ ὅρκος ἐστίν, ὡς εἶπον, ὁ ἔξω δικαστηρίου διδόμενος οὐκ ἔστιν ἀντεπιφορά· τοῦτ᾽ ἔστιν, οὐκ ἀναγκάζεταί τις μὴ βουλόμενος ἔξω δικαστηρίου τὸν ἐξ ἀντεπιφορᾶς όρκον ὑπέχειν. Τοῦ Ἐναντιοφανοῦς. ᾿Αλλὰ ὁ ἐν δικαστηρίῳ ἐπιφερόμενος, ὡς ἐν τῷ τέλει τοῦ διγ.... [Sch. q. III. 164.]
Stephani. Nota, in yoluntario iureiurando (voluntarium autem iusiurandum est, uti dixi, quod extra iudicium praestatur non esse relationem: hoc est, non compellitur quis invitus extra iudicium relatum iusiurandum subire. Enantiophan. Sed quod in iudicio defertur, uti in fine dig....
1Ἄνηβος ἐὰν χωρὶς τοῦ ἐπιτρόπου ἐπαγάγῃ, ἁρμόζει κατὰ τῆς τοῦ ὅρκου παραγραφῆς ἀντιπαραγραφή· αὐθεντοῦντος γὰρ αὐτοῦ ἐπιφέρει.
Pupillus si sine tutore iusiurandum detulerit competit adversus iurisiurandi exceptionem replicatio: auctore enim illo deferre debet.
ἄνηβος ἐὰν χωρὶς τοῦ ἐπιτρόπου Κυρίλλου. Ὁ ἄνηβος χωρὶς ἐπιτρόπου οὐ καλῶς ἐπάγει τὸν ὅρκον. ἐπίτροπος καὶ κουράτωρ μαινομένου ἢ ἀσώτου καλῶς ἐπάγει ὅρκον, ἐπειδὴ καὶ ἐκποιεῖ καὶ καταβάλλεται αὐτῷ, καὶ καταφέρει τὸ πρᾶγμα εἰς τὸ δικαστήριον ἀγωγὴν κινῶν. [Sch. r. III. 164. 8q.]
Cyrilli. Pupillus sine tutore non recte iusiurandum defert. Tutor et curator furiosi aut prodigi recte defert iusiurandum cum et alienare ipse et solutionem accipere et agendo rem in iudicium deducere queat.
κατὰ τῆς τοῦ ὅρκου παραγραφῆς Καὶ τοῦτο κατὰ τὴν καθ᾿ ὅλου διαίρεσιν τὴν λέγουσαν, τὴν πρωτότυπον ἀγωγὴν μὴ ἀναιρεῖσθαι κατὰ τὸ ἴψο ἰοῦρε ἀπὸ τῆς τοῦ ὅρκου δόσεως. καὶ ἀνάγνωθι τὸ γ΄. θέμα τοῦ θ΄. κεφ. τοῦ παρόντος τιτ. καὶ τοὺς ἐκεῖ Παλαιούς. καὶ μὴ μοι εἴπῃς, ὅτι τοῦ ἀνήβου μὴ δυναμένου ἐπιφέρειν ὅρκον ἄνευ αὐθεντίας τοῦ ἐπιτρόπου, οὐκ ὤφειλεν ἡ ἀπὸ τοῦ ὅρκου παραγραφὴ ὅλως ἀντιτίθεσθαι, ὡς τῆς ἐπιφορᾶς μὴ δοκούσης ὅλως γενέσθαι. ἐρῶ γάρ σοι, ὅτι ὁ νόμος τὰ πρὸς ἀκρίβειαν καὶ λεπτότητα νομικὴν γενόμενα παρὰ τὴν ἁρμόζουσαν παρατήρησιν ἀντ᾿ οὐδενὸς ἡγεῖται καὶ ἔχει, οὐ μὴν τὰ ἐν φάκτῳ πραχθέντα. ταῦτα γὰρ ὁπότερος νόμος οὐκ ἀναιρεῖ, ἀλλ᾽ ὡς γεγονότα παραδέχεται· τὸ γὰρ κατὰ φύσιν γεγονὸς ἀγένητον οὐκ ἂν εἴη ποτέ. ἐκβάλλει δὲ πάλιν ταῦτα διὰ ἀντιπαραγραφῆς, ὡς καὶ ἐπὶ τοῦ παρόντος κεφαλαίου. ἀνάγνωθι καὶ βιβ. ια΄. τιτ. α. κεφ. κζ. θεμ. δ. καὶ τὸν Παλαιόν, καὶ βιβ. β΄. τιτ. γ. κεφ. λα΄. ὁ φησιν· Οὔτε διὰ συμφώνου, οὔτε δι ἐπερωτήσεως δύναται ἀναιρεθῆναι τὸ ἅπαξ γεγονὸς φάκτουμ· οὔτε ἐκ τούτου τοῦ συμφώνου ἀγωγὴ ἢ πάχτον ἁρμόζει. ἀνάγνωθι καὶ βιβ να. τιτ. ς΄. κεφ. α΄. ὁ φησιν· Ὁ ὅρκος δύναμιν ἀποφάσεως ἔχει. οὐκ ἀντίκειται δὲ τῷ ἀνήβῳ ὁ παρ᾽ αὐτοῦ ἐπαχθεὶς ὅρκος, ει μὴ σὺν αὐθεντίᾳ τοῦ ἐπιτρόπου ἐν δικαστηρίῳ ἐπαγάγῃ. [Sch. 8. III. 165.]
adversus iurisiurandi exceptionem Atque hoc secundum generalem distinctionem dicentem principalem actionem ipso iure non perimi iurisiurandi datione. Et lege etiam them. 3. cap. 9. hui. tit et ibi Antiquos. Ac ne mihi dicas: cum pupillus iusiurandum sine tutoris auctoritate deferre non possit, omnino non debet iurisiurandi exceptio opponi, quasi iusiurandum delatum penitus non videatur. Dicam enim tibi, legem ea, quae ad iuris subtilitatem spectant, si contra legitimam observationem fiant, pro nullis ducere et habere nec vero quae in facto consistunt. Haec enim utrumque ius non tollit, sed tanquam facta accipit: nam quod secundum naturam factum est, infectum fieri nequit. Reiicit vero rursus illa per replicationem, uti in hoc cap. Lege etiam lib. 11. tit. 1. cap. 27. them. 4. et Antiquum, et lib. 2. tit. 3. cap. 31. quo dicitur: Neque pacto, neque stipulatione, quod semel factum est, tolli potest: neque ex hoc pacto actio aut pactum competit Lege et lib. 51. tit. 6. cap. 1. quo dicitur: Iusiurandum vim rei iudicatae habet. Non obstat vero pupillo iusiurandum ab ipso delatum, nisi si cum tutoris auctoritate in iudicio detulerit.
2Ὁ δὲ ἐπίτροπος καὶ κουράτωρ τοῦ μαινομένου καὶ τοῦ ἀσώτου καλῶς ἐπιφέρουσιν ὅρκον, ἐπειδὴ ἐκποιοῦσι καὶ ὑποδέχονται χρέος καὶ ἐνάγουσιν.
Tutor autem et curator furiosi et prodigi recte iusiurandum deferunt, quia alienare et debitum recipere et agere possunt.
ὁ δὲ ἐπίτροπος καὶ κουράτωρ Ὥςτε καὶ ὁ ὁνοράριος ἐπίτροπος ἢ ἄλλος μὴ διοικῶν τὴν ἐπιτροπὴν οὐ καλῶς ὅρκον ἐπάγει. καὶ ὁ δὲ τὴν ἐπιτροπὴν διοικῶν τότε καλῶς ὅρκον ἐπάγει, ὅτε πρᾶγμα ἀποδείξεως ἀπορεῖ. τοῦτο γὰρ ὁ Παῦλος ἐν τῷ λέ΄. διγ. φησί. Ἐναντιοφανοῦς.· Ἐν ἀπορίᾳ ἀποδείξεων, ὡς διγ. λέ. καὶ ἐν δικαστηρίῳ, οὐ μὴν ἔξωθεν, ὡς βιβ. μδ. τιτ. έ. διγ. ε΄. ἤτοι βιβ. μα. τιτ. 5. ᾿Ανωνύμου. Ὁ μέντοι νέος κατὰ περιγραφὴν ἐπαγαγὼν χρήζει ἀποκαταστάσεως, ὡς διγ. θ. θεμ. δ. περὶ δὲ δεφένσορος πόλεως γίνωσκε, ὡς διγ. λδ. θεμ. β. [Sch. t. III. 165.]
Itaque etiam tutor honorarius aut alius quis non gerens tutelam non recte iusiurandum defert. Qui autem tutelam administrat tunc recte iusiurandum defert, cum aliter res probari non possit. Hoc enim Paulus in dig. 35. dicit. Enantiophan. Deficientibus probationibus, ut dig. 35. et in iudicio, non extra iudicium, ut lib. 44. tit. 5. dig. 5. seu lib. 41. tit. 6. Innominati. Minor tamen, qui per circumscriptionem iusiurandum detulit, indiget restitutione, ut dig. 9. them. 4. De defensore autem civitatis discas, ut dig. 34. them. 2.
καὶ ὑποδέχονται χρέος Τότε δὲ καλῶς καταβάλλεται τῷ ἐπιτρόπῳ, ὥςπερ οὖν καὶ τῷ κουράτωρι τοῦ ἀφήλικος, ὅτε δέκρετων πραχθῇ, ὡς βιβ. ε΄. τοῦ κωδ. τιτ. λζ. διατ. κέ. ἤτοι βιβ. λή. τιτ. θ. κεφ. λβ. [Sch. u. III. 165.]
Tunc autem recte solvitur tutori, sicut et curatori minoris, quando decretum datum est, uti lib. 5. Cod. tit. 37. const 25. sive lib. 38. tit. 9. cap. 32.
3Ὁ γενικὸς προκουράτωρ καλῶς ἐπάγει καὶ τοῦτο ῥητῶς ἐνταλθείς, καὶ ὁ ἐν ἰδίῳ πράγματι ἀγωνιζόμενος.
Universorum bonorum procurator recte defert et is, cui hoc nominatim mandatum est, et procurator in rem suam.
ὁ γενικός προκουράτωρ Κυρίλλου. Ὁ γενικός προκουράτωρ, καὶ αὐτὸ τοῦτο ἐπιτραπείς, καὶ ἐν δὲμ σούαμ καλῶς ἐπάγει ὅρκον· ἄλλος δὲ εἰ ἐπάγει ὅρκον, πάλιν ἐνάγεται ο ῥέος, καὶ οὐδὲ ἐκ τῆς ῥάταμ ῥεμ δύναται κινεῖν κατ᾿ αὐτοῦ. ὁ δὲ ἐνταλθεὶς κινῆσαι͵ οὐδαμῶς ἐπάγει ὅρκον. [Sch. x. III. 165. sq.]
Cy rilli. Universorum bonorum procurator, et is, cui id ipsum mandatum est, et in rem suam procurator recte defert iusiurandum. Alius autem si deferat iusiurandum reus rursus convenitur et ne ex cautione quidem ratam rem dominum habiturum potest agere adversus illum Is autem, cui mandatum est, ut agat, minime defert iusiurandum.
18 (= D. 12.2.18) · Ούλπιαν. · Ulpian.
pr.Ὁ ἐξ ἐπαγωγῆς ἄλλου προκουράτωρος ὀμνὺς οὐκ ὠφελεῖται, κἂν λάβῃ τὴν περὶ τῆς ἀποδοχῆς ἱκανοδοσίαν.
Qui alio deferente procuratore iuravit, commodum inde non habet, etiamsi acceperit de rato cautionem.
ἐξ ἐπαγωγῆς ἄλλου προκουράτωρος Σημείωσαι ξένον. ἀλλ οὐδὲ ὁμολογῶν, χρεωστεῖν τὸν πρωτότυπον, ποιεῖ ἐκεῖνον καταδικάζεσθαι, ὡς βιβ. θ. τιτ. δ. κεφ. ς. θεμ. γ. [Sch. y. III. 166.]
Nota novum. Sed neque confitendo, principalem debere, efficit, ut ille condemnetur, uti lib. 9. tit. 4. cap. 6. them. 3.
ἄλλου Στεφάνου. Ἤγουν ἑτέρου,, παρὰ τὸν γενικόν, ἢ τὸν ῥητῶς ἐνταλθέντα, ἢ τὸν ἐν ῥὲμ σούαμ. καὶ σημείωσαι, ότι οὐ πᾶς προκουράτωρ καλῶς ὅρκον ἐπάγει· ἀλλὰ μόνος ὁ γενικός, καὶ ὁ ἰδικὸν ἔχων περὶ τούτου μανδάτον, καὶ ὁ ἐν δὲμ σούαμ. [Sch. z. III. 166.]
Stephani. Hoc est, alio praeter universorum bonorum procuratorem, aut eum, cui nominatim mandatum est, uti dictum est, aut eum, qui in rem suam procurator est. Ac nota, non quemcunque procuratorem recte iusiurandum deferre: sed solum universorum bonorum procuratorem, et eum, qui speciale ea de re mandatum habet, et procuratorem in rem suam.
19 (= D. 12.2.19 (?)) · Ἴδεμ. · Idem.
pr.Ὁ ἐνταλθεὶς ἀπαιτῆσαι, ἕτερόν τι ποιεῖ ὅρκον ἐπαγαγών.
Is, cui mandatum erat, ut peteret, deferendo iureiurando aliud quid facit ¹.
ἕτερόν τι ποιεῖ Διὰ τοῦτο γὰρ οὔτε δοκεῖ κατενηνοχέναι τὴν ἀγωγὴν εἰς τὸ δικαστήριον, ἐπειδὴ παρὰ τὸ ἐντεταλμένον αὐτῷ τι πράξας οὐκ ἐποίησε πρόκριμα τῷ πρωτοτύπῳ. [Sch. a 111. 166.]
Propterea enim nec videtur deduxisse actionem in iudicium, quia qui contra mandatum aliquid agit, non fecit praeiudicium principali.
Κἂν γὰρ κινήσας διὰ τῆς προκατάρξεως ὁ προκουράτωρ τῆς ἀγωγῆς γένηται κύριος, οὐδὲ ἐν αὐτῷ τῷ δικαστηρίῳ δύναται ὅρκον ἐπάγειν. καὶ σημείωσαι τοῦτο διὰ τὰ ἐπαγόμενα. καὶ μάλιστα ὅτι ὁ ὅρκὸς μιμεῖται τὴν καταβολήν. τῷ δὲ ἰδικῷ προκουράτωρι τῷ ἐνταλθέντι κινῆσαι ἀγωγήν, οὐ καλῶς τὸ χρέος καταβάλλεται. μὴ οὐν θεματίσῃς ἔξω δικαστηρίου δομπά γὰρ ὁ προκουράτωρ προθέντα τὸν ὅρκον, κἂν τὰ μάλιστα κατήρξατο, καὶ διὰ τῆς προκατάρξεως κατήγαγεν εἰς δικαστήριον τὴν ἀγωγήν, οὐ δύναται καὶ οὕτως ὁ πρωτότυπος κινεῖν, ἐπειδὴ πρόκριμα αὐτῷ καθάπαξ οὐκ ἐποίησεν ὁ προκουράτωρ ἕτερόν τι παρὰ τὸ μανδάτον πεποιηκώς, ὡς ὁτα Οὐλπιανὸς ἐν τῷ ἑξῆς διγέστῳ φησί, κανονίζων οὕτως Ὁ προκουράτωρ ἕτερόν τι παρὰ τὸ ἐντεταλμένον αὐτῷ πράξας οὐ ποιεῖ πρόκριμα τῷ πρωτοτύπῳ. [Sch. a. II 166.]
Nam etsi procurator, qui actionem instituit, per litis contestationem actionis dominus efficiatur, tamen in ipso iudicio non potest iusiurandum deferre. Ac nota hoc propter ea, quae subiiciuntur. Idque potissimum propterea, quia iusiurandum imitatur solutionem. Speciali autem procuratori, cui mandatum est, ut moveat actionem, non recte debitum solvitur. Neque tamen fingas, extra iudicium datum iusiurandum. Licet enim procurator litem contestatus sit et per litis contestationem in iudicium actionem deduxerit, principalis tamen agere potest, quandoquidem praeiudicium ei omnino non fecit procurator, qui aliud quid fecit, quam quod mandatum ipsi est, ut Ulpianus sequente digesto dicit, sic definiens: Procurator, qui aliud quid fecit quam quod ipsi mandatum est, non facit praeiudicium principali.
20 (= D. 12.2.20) · Παυλ.
pr.Καὶ ὁ ὅρκος καὶ ἡ ἐπαγωγὴ τοῦ δούλου ἔρρωται, ἐὰν ἔχῃ πεκουλίου ἐλευθέραν διοίκησιν.
XX Paul. Et iusiurandum et delatio servi valet, si habeat peculii liberam administrationem.
καὶ ὁ ὅρκος Κυρίλλου. Δοῦλος καὶ ἐπάγει ὅρκον καὶ ὀμνύει, εἰ ἔχει λίβεραν πεκουλίου ἀδμινιστρατίωνα· ἐπειδὴ καὶ καταβάλλεται αὐτῷ, καὶ νοβατεύει. ἔνθα δὲ ἐπάγει ὅρκον, κινεῖται δὲ πεκούλιο. τὰ αὐτὰ καὶ ἐπὶ ὑπεξουσίου. εἰ δὲ ομόσει, τὸν δεσπότην μὴ χρεωστεῖν, τίκτεται παραγραφή πάντως τῷ δεσπότῃ, ὡςπερ εἰ καὶ ὁ ὑπεξούσιος, ὀμόσει, ὅτι καὶ δικαστηρίου ἐστὶ δεκτικός. αὐτοὶ δὲ ἐπάγοντες όρκον οι βλάπτουσι τὸν δεσπότην ἢ τὸν πατέρα. εἰ δὲ καὶ ὀμόσει δοῦλός μου, ἐμὸν εἶναι τὸ πρᾶγμα, ἢ χρεωστεῖσθαι μοι, τίκτει Sch... 166.] μοι ἀγωγήν, η παραγραφην.
Cyrilli. Servus et defert iusiurandum et iurat, si habeat liberam peculii administrationem: quandoquidem et solvitur ipsi, et novat Cum autem defert iusiurandum, agitur de peculio. Eadem et de filiofamilias dicenda sunt. Si vero iuraverit dominum non debere, exceptio omnino domino nascitur, sicut et si filiusfamilias iuravit, quia et ipse iudicium suscipere potest. Ipsi autem deferentes iusiurandum non laedunt dominum vel patrem. Sed et si servus iuraverit, meam esse rem, vel deberi mihi, parit mihi actionem, aut exceptionem.
Στεφάνου. Ὑπόθου τὸ χρέος ἐνταῦθα, περὶ οὗ τὸν ὅρκον ὁ οἰκέτης ἐπήγαγεν, ἢ τὸν ἐπενεχθέντα ώμοσεν ὅρκον, πεκουλιάριον, διὰ τὸ κβ. διγ. καὶ μὴ δόξῃ σοι ἐναντίον ἔχειν τὸ κείμενον ἐν τῷ δ. βιβ. τοῦ κώδικος τιτ. α΄. διατ. 5. τότε γὰρ καλῶς ὅρκον ὁ οἰκέτης ἐπάγει, ὅτε λίβεραν ἔχει πεκουλίου ἀδμινιστρατίωνα, ὡς εἶπον ἐν τῷν. διὰ τοῦτο δὲ μόνον ἐπὶ πεκουλιαρίου, καθάπερ εἴρηται, χρέους, οὐ μόνον οὐκ ἐπιφέρει ὅρκον, ἀλλ᾽ οὔτε ὄμνυσι καλῶς, εἰ μὴ λίβεραν ἔχει κουλίου ἀδμινιστρατίωνα· ἐπειδὴ οὐ νοβατίονα μόνον, ἀλλὰ καὶ διάλυσιν μιμεῖται ὁ ὅρκος. ἐν δὲ τῷ κγ. διγ. διὰ τοῦτο ἀδιαστίκτως εἶπε, τῷ δεσπότῃ δίδοσθαι την παραγραφὴν ὀμόσαντος τοῦ οἰκέτου, ἐπεὶ δύναται ὁ οἰκέτης βελτίονα ποιεῖν τοῦ δεσπότου τὴν αἵρεσιν. ἐνταῦθα δὲ οὐ τὸν δεσπότην μόνον, ἀλλὰ καὶ ἑαυτὸν ὠφελεῖ τὸν ὅρκον ὑποτελῶν. πεκουλιάριον γὰρ χρέος θεματίζει το λεγόμενον διγ. ἐν δὲ τῷ xy. διγ. δεσποτικών [Sch. b. III. 167.j
Stephani. Pone hic debitum, de quo iusiurandum servus detulit, aut delatum iuravit, peculiare fuisse propter dig. 22. Nec videatur refragari tibi, quod positum est in lib. 4. Cod. tit 1. const. 7. Tunc enim recte iusiurandum servus defert, cum liberam peculii administrationem habet, ut dixi superiore loco. Ideo autem in debito tantum peculiari, ut dictum est, iusiurandum non modo non defert, sed ne recte quidem iurat, nisi liberam peculii administrationem habeat: quia non novationem solum,, sed etiam solutionem iusiurandum imitatur. In digesto autem 23. propterea promiscue dixit domino dari exceptionem, si servus iuraverit, quia servus meliorem domini conditionem facere potest. Hoc autem casu non domino solum, sed sibi ipsi quoque iusiurandum praestans prodest. Peculiare enim debitum ponit digestum dictum: dig. autem 23. dominicum supponit
Τοῦ Ἐναντιοφανοῦς. Καίτοι ἔγνωμεν ἐν τῷ β΄. βιβ. τιτ. ιδ΄. διγ. κζ. ὅτι οἱ ἡμέτεροι ὑπεξούσιοι, κἂν καλῶς αὐτοῖς τὸ πεκουλιάριον καταβάλλεται χρέος, ἀλλ᾽ οὖν νοβατεύειν οὐ δύνανται. σημείωσαι, ὅτι ὁ ἔχων λίβεραν πεκουλίου ἀδμινιστρατίωνα δύναται νοβατεύειν τὴν ἐκ τοῦ πεκουλιαρίου χρέους ἐνοχήν. τοῦτο δὲ νόησον, ἔνθα ὁ οἰκέτης αὐτὸς τῆς νοβατίονος γενομένης τὸν πεκουλιάριον χρεωστεῖν ἐπηρώτησεν. οὕτως γὰρ ὁ οἰκέτης καὶ ὁ ὑπεξούσιος δύναται νοβατεύειν, ἐν ᾧ αὐτοὶ ἐπερωτῶσιν, ὡς ὁ Γάϊος ἐν τῷ μέ. τῶν διγ. βιβ. τιτ. β. διγ. λδ. φησίν· εἰ γὰρ μὴ αὐτὸς ὁ οἰκέτης ἢ ὁ ὑπεξούσιος ἐπερωτῶσι τῆς νοβατίονος γενομένης, οὐ γίνεται νοβατίων, καὶ τοῦτό ἐστι τὸ εἰρημένον ἐν τῷ κζ. διγ. τοῦ δὲ πάκτις ἤτοι βιβ. ια. τιτ. α΄. κεφ. κζ. ὅτι οἱ ἡμέτεροι ὑπεξούσιοι, κἂν καλῶς αὐτοῖς πεκουλιάριον καταβάλληται χρέος, ἀλλ᾿ οὖν νοβατεύειν οὐ δύνανται· οὔτε γὰρ γίνεται νοβατίων, ἔνθα μὴ αὐτοὶ τὸν πεκουλιάριον ἐπερωτωσι δεβίτορα, ἀλλὰ παρασκευάζουσι τυχὸν ἕτερόν τινα δονάνδι ἄνιμο τοῦτον ἐπερωτῶντα. μὴ ἐναντιωθή σοι τὸ εἰρημένον ἐν τῷ αὐτῷ κζ. διγ. τοῦ δὲ πάκτις· ἀλλ᾽ οὕτως αὐτὸ ὑποδιάστιζε, ὅτι, εἰ μὲν αὐτοὶ ἐπερωτήσουσι, γίνεται νοβατίων, εἰ δὲ ἑτέρῳ ἐπιτρέψωσιν ἐπερωτῆσαι, οὐ γίνεται νοβατίων, κατὰ τὸ εἰρημένον ἐν τῷ δὲ πάκτις. [Τοῦ] ᾿Ανωνύμου. ᾿Ανάγνωθι βιβ. β΄. τιτ. ιδ διγ. κζ. ἐν ᾧ φησιν, ὅτι ὁ εἰς τῶν δύο ἐνόχων ἐπερωτώντων καὶ ἀπαιτούντων καὶ τῶν δύο κοινωνῶν ἀργυροπρατῶν οὐ δύναται μόνος νοβατεύειν. [Sch. b. III. 167.]
Enantiophanis. Atqui didicimus lib. 2. tit. 14. dig. 27 eos, qui in nostra potestate sunt, licet recte ipsis peculiare debitum solvatur, novare tamen non posse Nota, eum, qui liberam peculii administrationem habet debiti peculiaris obligationem novare posse. Hoc vero intellige, si servus ipse novatione facta a debitore peculiari stipulatus sit. Ita enim servus et filiusfamilias potest novare, si ipsi stipulentur, uti Gaius in lib. 46 Dig. tit. 2. dig. 34. dicit: nam si ipse servus aut filiusfamilias non stipulentur novatione facta, novatio non fit. Et hoc est, quod dicitur in dig. 27. tit. de pactis seu libro 11. tit. 1. cap. 27. eos, qui in nostra potestate sunt, etiamsi recte debitum peculiare eis solvatur, novare tamen non posse: neque enim fit novatio, cum non ipsi a peculiari debitore stipulantur, sed alium fortassis quem subiiciunt, qui donandi animo ab eo stipuletur. Ne obstet tibi, quod dictum est in eodem dig. 27 tit de pactis: sed ita illud subdistingue, si quidem ipsi stipulati sint, fieri novationem, si vero alii permiserint stipulari, non fieri novationem, secundum id, quod dictum est in titulo de pactis. Innominati. Lege lib. 2 tit. 14. dig. 27. in quo dicitur, unum ex duobus reis stipulandi et unum ex duobus argentariis sociis solum novare obligationem non posse.
ἡ ἐπαγωγὴ τοῦ δούλου Ἔξω δικαστηρίου. Ὁ γὰρ δοῦλος ἄδεκτός ἐστι δικαστηρίου καὶ ἀπρόςωπος. [Sch c. III. 168.]
Extra iudicium. Servus enim suscipere iudicium non potest, et personam non habet.
21 (= D. 12.2.21) · Γαι. · Gai.
pr.Καὶ ὑποδέχεσθαι γὰρ καὶ μεταφέρειν χρέος δύναται.
Nam et recipere et novare debitum potest.
22 (= D. 12.2.22) · Παυλ. · Paul.
pr.Καὶ τῷ ἐξ ἐπαγωγῆς αὐτοῦ ὀμόσαντι χρεωστεῖσθαι δίδοται περὶ τοῦ πεκουλίου ἀγωγὴ κατὰ τοῦ δεσπότου αὐτοῦ. τὰ αὐτὰ καὶ περὶ υἱοῦ ὑπεξουσίου.
Etiam ei, qui ex delatione servi iuravit, sibi deberi, datur de peculio actio adversus dominum eius. Eadem etiam de filiofamilias.
δίδοται περὶ τοῦ πεκουλίου ἀγωγή Στεφάνου. ᾿Ανάγνωθι βιβ. ιε. τιτ. α΄. διγ. ε΄. καὶ τούτου τοῦ τιτ. διγ. κδ΄. ἤτοι ἀπὸ τοῦ ὅρκου δηλονότι ἰμφάκτουμ δὲ πεκούλιο. τοῦτο δὲ νόησον περὶ οἰκέτου λίβεραν ἔχοντος πεκουλίου ἀδμινιστρατίονα. περὶ γὰρ αὐτοῦ πάλιν ἐνταῦθα ὁ Παῦλός φησιν, ὅτι καλῶς ὅρκον ἐπάγει τῷ πεκουλιαρίῳ κρεδίτορι, καὶ τίκτει κατὰ τοῦ δεσπότου τὴν ἰμφάκτουμ δὲ πεκουλίῳ. μὴ ἐναντιωθῇ δὲ σοι τὸ κείμενον ἐν τῷ ιε΄. βιβ. τιτ. α. διγ. ε΄. θεμ. β. ήτοι βιβ. ιή. τιτ. έ. μήτε γὰρ θεματίσῃς ἐκεῖ τὸν οἰκέτην ἔχοντα λίβεραν πεκουλίου ἀδμινιστρατίονα. ὁ οἰκέτης γὰρ ὅρκον ἐπαγαγών ποιεῖ κατὰ τοῦ δεσπότου τὴν ἰμφάκτουμ δὲ πεκούλιο κατὰ διαίρεσιν. εἰ γὰρ ὁ ὅρκος νοβατίονα μιμείται καὶ καταβολήν, ὡς μανθάνεις ἐν τῷ κς. καὶ κζ. διγ. τοῦ παρόντος τιτ. μόνῳ δὲ τῷ ἔχοντι λίβεραν πεκουλίου ἀδμινιστρατίονα καλῶς καταβάλλεται, καὶ μόνος αὐτὸς ὁ οἰκέτης καλῶς νοβατεύει κατὰ τὸ εἰρημένον ἡμῖν ἐν τῷ κα. διγ. εἰ κότως μόνος ὁ ἔχων λίβεραν πεκουλίου ἀδμινιστρατίονα οἰκέτης ὅρκον ἐπαγαγὼν τίκτει κατὰ τοῦ δεσπότου τὴν ἰμφάκτουμ δὲ πεκούλιο. [Sch. d. IIL 168.]
Stephani. Lege lib. 15. tit. 1. dig. 5. et huius tit dig. 24. id est, ex iure iurando in factum de peculio. Hoc vero intelligas de servo liberam habente peculii administrationem. Nam de illo rursus hoc loco Paulus dicit, recte eum deferre iusiurandum peculiari creditori, et nasci in dominum in factum de peculio actionem. Neque obstat, quod legitur lib. 15. tit. 1. dig 5. them. 2. seu lib. 18. tit. 5 neque enim ibi fingas servum habentem liberam peculii administrationem. Servus enim iureiurando delato parat in factum actionem de peculio adversus dominum secundum divisionem. Nam si iusiurandum novationem imitatur et solutionem, ut discis ex dig. 26. et 27. hui tit. soli vero habenti liberam peculii administrationem recte solvitur, et solus ipse servus recte novat secundum id, quod dictum nobis est in dig. 21. merito solus, qui habet liberam peculii administrationem, servus iurisiurandi delatione parit adversus dominum in factum actionem de peculio.
23 (= D. 12.2.1–23) · Οὐλπ. · Ulp.
pr.᾿Ἐὰν ὁ δοῦλός μου ὀμόσῃ, μὴ χρεωστεῖν με, παραγραφὴν ἔχω.
Si servus meus iuraverit, non debere me, exceptionem habeo.
παραγραφὴν ἔχω Σημείωσαι, πότε ὁ παρ᾽ ἑτέρου δοθεῖς ὅρκος ἕτερον ὠφελεῖ, καὶ τοῦτο οὐκ ἔξω διαιρέσεως. ἡ γὰρ φωνὴ τοῦ οἰκέτου φωνὴ δεσπότου εἶναι δοκεῖ, ὡς ἔγνως ἐν τῇ γ. τῶν ἰνστιτουτ. [Sch. e. III. 168.]
Nota, quando iusiurandum ab alio praestitum alii prodest, idque non sine distinctione. Nam vox servi, domini vox esse videtur, uti didicisti Institutionum 3.
24 (= D. 12.2.24) · Παυλ. · Paul.
pr.Καὶ ὁ ὅρκος τοῦ υἱοῦ ὠφελεῖ τὸν πατέρα· οὗτος γὰρ καὶ ἐνάγεται. αὐτοὶ μέντοι ἐπιφέροντες οὐ βλάπτουσι τοὺς ἔχοντας αὐτοὺς ὑπεξουσίους.
Etiam iusiurandum filii prodest patri: ille enim et convenitur. Ipsi tamen deferentes non laedunt eos, quorum in potestate sunt.
καὶ ὁ ὅρκος τοῦ υἱοῦ ῾Υπεξούσιον θεμάτισον τὸν υἱόν. τοῦτο γὰρ δηλοῖ δι᾽ ὧν ἐπιφέρει, λέγων μὴ δύνασθαι τὸν υἱὸν ἢ τὸν οἰκέτην χείρονα ποιεῖν τὴν αἵρεσιν ἐκείνων, ὧν ἐστιν ὑπεξούσιος. σημείωσαι οὖν καὶ τὸν κανόνα, ὅτι οὐ δύνανται χείρονα τὴν αἵρεσιν ἡμῶν ποιεῖν οἱ ἡμέτεροι ὑπεξούσιοι. φησὶ γὰρ καὶ Γάϊος κανονίζων ἐν ν. τῶν διγ. βιβ. τιτ. ιζ. διγ. ρλγ., ὅτι οἱ ἡμέτεροι οἰκέται βελτίονα μὲν τὴν αἵρεσιν ἡμῶν ποιεῖν δύνανται, χείρονα δὲ οὐ δύνανται. [Sch. f. III. 168.]
In patria potestate constitutum fingas filium. Hoc enim significat iis, quae addit, dicens, non posse filium aut servum deteriorem facere conditionem eorum, quorum in potestate est. Nota igitur et regulam, non posse deteriorem conditionem nostram facere eos, qui subiecti sunt: namque dicit Gaius regulariter definiens lib. 50. Dig. tit. 17. dig. 133. servos nostros meliorem quidem conditionem nostram facere posse, deteriorem vero non posse.
οὗτος γὰρ καὶ ἐνάγεται Τοῦ ᾿Ανωνύμου. Ἐκ πάσης γὰρ αἰτίας, χρηματικῆς καὶ ἐγκληματικῆς ὁ ὑπεξούσιος υἱὸς ὡς αὐτεξούσιος καὶ ἐνάγεται, καὶ καταδικάζεται, ὡς βιβ. έ. τιτ. α. διγ. νζ. καὶ βιβ. μδ. τιτ. ζ. διγ. λθ. [Sch. g. III. 168.]
Innominati. Ex omni enim causa pecuniaria et criminali filiusfamilias tanquam paterfamilias et convenitur, et condemnatur, ut lib. 5. tit. 1. dig. 57. et lib. 44. tit. 7. dig. 39.
αὐτοὶ μέντοι ἐπιφέροντες Πατρικὸν ἢ δεσποτικὸν ὑπόθου τὸ συνάλλαγμα· ἐπὶ πεκουλιαρίου γὰρ συναλλάγματος ὁ ὑπεξούσιος ὅρκον ἐπάγων τίκτει τὴν ἰμφάκτουμ κατὰ τοῦ πατρὸς ἢ τοῦ δεσπότου, λίβεραν ἔχων πεκουλίου ἀδμινιστρατίονα, ὡς ἔγνως ἐν τῷ κβ΄. διγ. καὶ ὡς μανθάνεις ἐν τῷ ιε. βιβ. τοῦ τιτ. α. διγ. ε΄. [Sch. h: 111. 168.]
Paternum aut dominicum supponas contractum: de peculiari enim contractu filiusfamilias iusiurandum deferens parit in factum actionem adversus patrem aut dominum, liberam habens peculii administrationem, ut didicisti in dig. 22. et discis lib. 15. tit. 1. dig. 5.
Στεφάνου. Ἐπὶ τῷ δεσποτικῷ χρέει διὰ τὸ κά. καὶ κβ. δίγεστον. [Sch. h. III. 169
Stephani. In dominico debito propter dig. 21. et 22.
25 (= D. 12.2.25) · Ούλπιαν. · Ulpian.
pr.Ἐὰν ἐξ ἐπαγωγῆς ὀμόσῃ δοῦλός μου ἢ ἀντεπιφορᾶς, ἐμὸν εἶναι πρᾶγμα, ἢ χρεωστεῖσθαί μοι, καὶ ἀγωγὴν ἔχω καὶ παραγραφήν.
Si ex delatione iuraverit servus
69 * meus, aut ex relatione, meam esse rem, aut deberi mihi, et actionem habeo et exceptionem.
ἀντεπιφορᾶς ᾿Αντεπιφορὰν ἐνταῦθα μὴ κυρίως νοήσῃς, ἀλλὰ καταχρηστικῶς, θεμάτισον δὲ ἔξω δικαστηρίου τὸν ὅρκον ἐπενεχθέντα τω οἰκέτῃ· εἶπον γάρ σοι ἐν τῷ προλαβόντι διγέστῳ, ὅτι ὁ δοῦλος οὐκ ἔστι δικαστηρίου δεκτικός. ἀνάγκη δὲ πάντως, ἔξω δικαστηρίου θεματίσαι τὴν ἐπαγωγήν. ἀντεπαγωγὴ δὲ κυρίως οὐκ ἔστιν εἰπεῖν ἐπὶ βολουνταρίου ὅρκου, ὡς ἔγνως ἐν τῷ ιζ. διγ. ἀλλὰ τὸ εἰρημένον ἐν τῷ ιζ. διγ. ότι ἔξω δικαστηρίου ἀντεπαγωγὴ οὐκ ἔστιν, οὕτω νόησον, ὥςτε μὴ ἀναγκάζεσθαι τὸν ἐπενηνοχότα τὸν ὅρκον δέξασθαι τὴν ἀντεπιφορὰν ὀμόσαι. ὁ μὲν γὰρ ἐν δικαστηρίῳ ὅρκον ἐπαγαγὼν ἀνάγκην ἔχει, τὸν ἀντεπιφορᾶς ὅρκον ὀμόσαι· ὁ δὲ ἔξω δικαστηρίου ἐπαγαγών, εἰ μὴ θέλει, οὐκ ὀμνύει· εἰ δὲ ἐξ ἀντεπιφορᾶς ὀμόσει, τὸ βέβαιον ἔχει, ὡς ἔστι καὶ ἀλλαχόθεν, καὶ ἐκ τοῦ παρόντος διγέστου μαθεῖν. [Sch. i. III. 169.]
Relationem hic ne proprie intelligas, sed improprie Pone autem extra iudicium iusiurandum delatum servo: dixi enim tibi in superiori digesto, servum in iudicio stare non posse. Necesse vero omnino est, extra iudicium ponere factam delationem. De relatione autem iurisiurandi voluntarii proprie sermo esse non potest, ut didicisti dig. 17. Verum quod dicitur in dicto digesto 17. extra iudicium relationem locum non habere, ita intelligas, ut qui iusiurandum detulit, non cogatur relationem suscipere et iurare. Nam qui in iudicio iusiurandum detulit, necesse habet ex relatione iusiurandum iurare: qui autem extra iudicium defert, si nolit, non iurat: si vero ex relatione iuret, firmitatem habet, uti tam ex hoc digesto, quam ex aliis disci potest.
Σημείωσαι τὸν νομοθέτην ἐνταῦθα καταχρηστικῶς χρησάμενον τῷ τῆς ἀντεπιφορᾶς ὀνόματι, καὶ ζήτει τὸ ιζ. κεφ. [Sch. i. III. 169.]
Nota Iurisconsultum hic improprie uti voce relationis, et quaere cap. 17
ἀγωγὴν ἔχω ͵ Τὴν ἀπὸ τοῦ ὅρκου νόησον ἰμφάκτουμ, καὶ μὴ τὴν πραεσκρίπτις βέρβις, ὡς τινες ἐνόμισαν, καὶ τὰ μάλιστα μεταξὺ τοῦ οἰκέτου τοῦ ἐπαγαγόντος τὸν ὅρκον σύμφωνόν πως γεγενῆσθαι δοκεῖ, καὶ ἐπηκολούθησε ποίησις ἐπὶ δόσει· ποίησις μὲν τὸ ὀμόσαι τὸν οἰκέτην· δόσις δὲ τὸ ὑποδέχεσθαι καταβαλεῖν τὸν διάδικον τὸ πρᾶγμα ἢ τὰ νομίσματα· ἔδοξε γὰρ λέγειν, ὤμοσα καὶ καταβαλῶ τὸ πρᾶγμα η τὰ νομίσματα· ἀλλ᾽ οὐν͵ οὐδὲ οὕτω χώρα τῇ πραεσκρίπτις βέρβις. οὔτε γάρ ἐστι συνάλλαγμα, οὔτεΥΥ ἐπὶ συναλλάγματι την κονβεντίονα πεποιήκασιν, ἀλλ᾽ ἐπὶ λύσει μᾶλλον τοῦ συναλλάγματος. [Sch. k. III. 169.]
Actionem in factum ex iureiurando intellige, neque actionem praescriptis verbis, ut quidam putant. Licet inter servum et eum, qui iusiurandum detulit, pactum quodammodo interpositum videatur, et secutum sit factum ad dationem: factum quidem, quod servus iuraverit: datio autem, quod adversarius susceperit, se rem vel nummos soluturum: dixisse enim videtur: iura, et rem tibi solvam vel nummos: tamen neque ita est locus actioni praescriptis verbis. Neque enim est contractus, neque de ineundo contractu conventionem fecerunt, sed de solvendo potius contractu.
26 (= D. 12.2.26 pr.) · Παυλ. · Paul.
pr.Οἱαςδήποτε ἡλικίας ἢ φύσεως εἴη ὁ ὀμόσας, ἔρρωται. δοκεῖ δὲ μὴ ἐπιορκεῖν ὁ ἄνηβος, ἐπειδὴ ἐν εἰδήσει οὐ δοκεῖ ἀπατῶν.
Cuiuscunque aetatis aut sexus sit, qui iuravit, valebit. Videtur autem non peierare pupillus, quia sciens non videtur fallere.
οἱαςδήποτε Κυρίλλου. Καὶ γυνὴ καὶ ὁ ἄνηβος αδης ομνύουδικία τεφάνου Ποῦτο νόησον, ἔνθα μὴ κατὰ θρησκείαν ἀπηγορευμένην τῇ πολιτείᾳ τις ὤμοσεν, ὡς εἶπεν ἐν τῷ ἑ΄. διγ. τοῦ παρόντος τιτ. Τοῦ Ἐναντιοφανοῦς. Ἐν τῷ λδ. διγ θεμ. β. φησίν, ὅτι ὁ ὅρκος ὁ νεκεσσάριος οὐκ ἐπιφέρεται πουπίλλῳ· ὁ γὰρ βολουντάριος καλῶς ἐπάγεται. τὸν δὲ ἐν λίτεμ οὐκ ὀμνύει, οὔτε ἡ μήτηρ αὐτοῦ βουλομένη, ὡς τιτ. γ΄. διγ δ΄. θεμ. α΄, σημείωσαι τὸν Ἐναντιοφανή λέγοντα, καλῶς ἐπιφέρεσθαι όρκον βολουντάριον τῷ ἀνήβῳ· καὶ συντρέχει τούτω ὁ Βασιλικός λέγων, οἱαςδήποτε ἡλικίας· οὐ μὴν καὶ νεκεσσάριον. καὶ συνάδει τούτῳ καὶ τὸ β΄. θέμα τοῦ λδ. κεφ. ζήτει καὶ τιτ. 5΄. κεφ. δ. καὶ τὴν ἐκεῖσε β. καὶ γ. παραγραφήν. [Sch. l. III. 169. sq.]
, quis iusiurandum non improbatae in republica religionis iuravit, ut dixit dig. 5. hui. tit. Enantiophanis. In dig. 34. them. 2. dicit, iusiurandum necessarium non deferri pupillo: nam voluntarium recte defertur. Pupillus autem in litem non iurat, neque mater eius etiam volens, ut tit 3. dig. 4. them. 1. Nota Enantiophanem dicentem, recte deferri iusiurandum voluntarium pupillo: (et consentit cum hoc Basilicus dicens, cuiuscunque aetatis, nec vero necessarium. Cui convenit et them. 2. cap. 34. Quaere et tit. 6. cap. 4. et ibi secundam et tertiam adnotationem.
δοκεῖ δὲ μὴ ἐπιορκεῖν Σημείωσαι, ὅτι ὁ μὴ ἐν εἰδήσει λέγων τι παρὰ τὸ ἀληθὲς͵ οὐ δοκεῖ ἐπιορκεῖν. ώςτε οὖν οὔτε ῥαβδίζεται, κἂν ἐπιορκήσας ἁλῷ κατὰ τῆς τοῦ βασιλέως σωτηρίας ἐπὶ τῶν θεμάτων ἐκείνων, ἐφ᾽ ὧν ὁ ἐπιορκήσας ῥαβδίζεται. [Sch. m. III. 170.]
Nota, eum qui non sciens dixit quid contra verum, non videri peierare. Itaque neque fustibus caeditur, etiamsi per salutem principis peierasse convictus sit, in iis casibus in quibus qui peieravit fustibus caeditur.
Τοῦτό φησιν, ὅτι καὶ εἰ ψεύσεται, οὐ δοκεῖ ἐπιορκεῖν ἑκὼν καταδεχόμενος τὸν ὅρκον. ζήτει βιβ. 5. τιτ. 5. κεφ. β. τοῦτο περὶ βολουνταρίου νόησον. ὁ γὰρ νεκεσσάριος ὅρκος τῷ ἀνήβῳ οὐκ ἐπιφέρεται, ὡς κεφ. λδ. θεμ. β΄. [Sch. m. μ. 170.1
Hoc dicit, etsi mentitus sit, peierare tamen eum non videri sponte suscepto iureiurando. Quaere lib 7. tit. 6 cap. 2. Hoc de voluntario intelligas: necessarium enim pupillo non defertur, ut cap. 34. them. 2.
ἐν εἰδήσει οὐ δοκεῖ ἀπατᾷν Καὶ λοιπὸν οὐδὲ ῥοπαλίζεται, ὥςπερ ἐν τῷ τελευταίῳ θέματι τοῦ ιγ. κεφ. ἐπιορκήσας ἐπὶ χρήμασιν κατὰ τοῦ βασιλέως. οὐ γὰρ δοκεῖ κατά περιγραφήν τοῦτο ποιῆσαι, ἀλλ᾿ ὡς πλανώμενος, καὶ μὴ εἰδὼς ἀκριβῶς τὸ ἀληθές, οἷον ἔτι ἄνηβος. [Sch. n. III. 170.]
Et ideo non fustigatur, sicuti est in ultimo themate cap. 13. si in re pecuniaria per Principem peieraverit. Non enim deci piendi animo id fecisse videtur, sed tanquam errore ductus, nec sciens accurate verum, quippe qui adhuc pupillus sit.
1᾿Ἐὰν πατὴρ ὀμόσῃ, μὴ χρεωστεῖν τὸν υἱόν, ἑκάτερος ἔχει τὴν παραγραφήν. εἰ δὲ ὀμόσει, μὴ εἶναι πεκούλιον, ὁ μὲν υἱὸς ἐνάγεται, αὐτὸς δὲ περὶ μόνου τοῦ ἐπικτωμένου πεκουλίου.
Si pater iuraverit, filium non debere, uterque habet exceptionem. Si vero iuraverit, peculium non esse, filius quidem convenitur, ipse vero peculii duntaxat postea quaesiti nomine.
ἐὰν πατὴρ ὀμόση Κυρίλλου. Εἰ ὀμόσω, τὸν υἱὸν μὴ χρεωστεῖν, καὶ αὐτὸς καὶ ἐγὼ ἔχομεν παραγραφήν. εἰ δὲ ὀμόσω, μηδὲν εἶναι ἐν πεκουλίῳ, καὶ αὐτὸς ἐνάγεται, καὶ ἐγώ, εἰ μετὰ ταῦτα κτήσεται πεκούλιον. [Sch.so. III. 170.]
Cyrilli. Si iuravero, filium meum non debere, et ille et ego habemus exceptionem. Si vero iuravero, nihil esse in peculio, et ille convenitur, et ego, si postea acquisiverit peculium.
Ὁ γὰρ υἱὸς πάντοτε ἐνάγεται, ὅταν εὑρεθῇ εὐπορῶν. εἰ μὲν γὰρ εὑρεθῇ, ἐν ὅσῳ ἔτι ὑπεξούσιος, ἔχων πεκούλιον, έναχθήσεται καὶ ὁ πατὴρ ἐπικτηθησομένου πεκουλίου τῇ δὲ πεκούλιο. ὁ δὲ υἱός, ἐπειδὴ τέως ὑπεδείχθη, ὅτι χρεωστεῖ, πάντοτε ἐνέχεται· καὶ ἔτι ὢν ὑπεξούσιος, ἐὰν ἔχῃ πεκούλιον,, ἢ κανστρέσιον πεκούλιον, ἢ͵ ὡςανεὶ κανστρέσιον· καὶ μετὰ αὐτεξουσιότητα, ὅταν καὶ εύπορος φανῇ. [Sch. o. III. 170.]
Nam filius omnimodo convenitur, quando solvendo par inveniatur. Nam si, quamdiu adhuc in potestate est, peculium habere inveniatur, convenietur et pater de acquisito peculio actione de peculio. Filius autem, quoniam interim debitorem eum esse constat, semper tenetur: et quamdiu potestati adhuc subiectus est, si peculium habeat castrense vel quasi castrense: et postea, quam sui iuris factus est, si solvendo fuerit.
περὶ μόνου τοῦ ἐπικτωμένου πεκουλίου Ἐπὶ γὰρ τῷ πρὸ τοῦ ὅρκου πεκουλίῳ ἐναγόμενος ὁ πατήρ δύναται ἀντιθεῖναι τὴν τοῦ ὅρκου παραγραφήν· καὶ οὐδεμία περὶ τούτου γίνεται ζήτησις. [Sch. p. 111. 170.]
peculii duntaxat postea quaesiti nominej Nam de peculio, quod habuit ante iusiurandum, conventus pater, potest opponere iurisiurandi exceptionem: neque ulla de eo fit quaestio.
2Ὁ ὅρκος ἔοικε μεταποιήσει χρέους, καὶ μεταθέσει χρεώστου, καὶ δικαστηρίῳ.
Iusiurandum instar novationis est, et delegationis, et iudicii.
ὁ ὅρκος ἔοικε μεταποιήσει Ὁ ὅρκος, μιμεῖται νοβατίονα, δελεγατίονα, δικαστήριον, καταβολήν. [Sch. q. III. 170.]
Iusiurandum imitatur novationem, delegationem, iudicium, solutionem.
Ωςπερ γὰρ ὁ νοβατεύων τὸν κονδικτίκιον τυχὸν ἔχει, ἢ τὴν ἐξ στιπουλάτου, οὕτως [δ ὀμνύων ἔχει τὴν ἰμφάκτουμ ' φυλαττομένης μέντοι αὐτῷ τῆς πρωτοτύπου ἀγωγῆς, ὡς δείκνυσι φῶς ὁ Παῦλος τῷ λ. διγ. τοῦ παρόντος τιτ. οὔτε γὰρ κατὰ πάντα μιμεῖται νοβατίονα· ἐπεὶ ταὐτότης μᾶλλον, καὶ οὐχ ὁμοιότης ἦν. καὶ Παῦλος δὲ λογισμὸν ἐνταῦθα ἐπιφέρει, δι᾽ ὧν φησι νοβατίονα μιμεῖσθαι τὸν ὅρκον. λέγει γαρ, ὅτι ὥςπερ ἡ νοβατίων ἀπὸ συναινέσεως προέρχεται, οὕτω καὶ ὁ ὅρκος ἀπὸ συναινέσεως ἐπάγεται, δηλονότι βολουντάριος. ὥςτε κατὰ τοῦτο μόνον δοκεῖ νοβατίονα μιμεῖσθαι, οὐ μὴν καθὸ τὴν πρωτότυπον ἀναιρεῖ· οὔτε γὰρ ἀναιρεῖ τὴν πρωτότυπον. [Sch. q. III. 170. sq.]
Sicuti enim qui obligationem novat, condictionem fere habet, aut actionem ex stipulatu, ita qui iurat, habet in factum actionem: integra tamen manente ipsi principali actione, ut manifeste ostendit Paulus in dig. 30. hui. tit. Neque enim per omnia imitatur novationem: quippe identitas potius, nec vero similitudo esset. Ac Paulus quidem rationem ibi subiicit, per quam dicit novationem imitari iusiurandum: quemadmodum enim, inquit, novatio ex conventione proficiscitur, ita et iusiurandum ex conventione defertur, scilicet voluntarium. Itaque in hoc solum videtur novationem imitari, nec vero quatenus principalem actionem perimat: nec enim tollit principalem.
καὶ μεταθέσει χρεώστου Ὥςπερ γὰρ ὃν μὴ ἔχω χρεώστην, δελεγατευόμενον ἔχω χρεώστην, οὕτω καὶ ὀμνύων ἔχω τὴν ἰμφάκτουμ κατὰ τοῦ τὸν ὅρκον ἐπάγοντος, ἴσως μηδὲ χρεωστηθείς τι ποτέ ὑπ᾿ αὐτοῦ· καὶ οὐ ζητεῖται, πότερον ἐχρεώστει μοι, ἢ οὐκ ἐχρεώστει. δυνατὸν καὶ κατὰ τοῦτο ἐοικέναι δελεγατίονι τὸν ὅρκον, τὸν βολουντάριον μέντοι, καθό καὶ ἡ δελεγατίων καὶ ὁ βολουντάριος ὅρκος ἐκ συναινέσεως ἐπάγεται. ὁ γὰρ νεκεσσάριος ὅρκος ἐξ ἀνάγκης δίδοται˙ ὥστε καὶ τὸ δικαστήριον ἐξ ἀνάγκης συγκροτεῖται. οὐ μόνον δὲ ὁ νεκεσσάριος, ἀλλὰ καὶ ὁ βολουντάριος ὅρκος μιμεῖται δικαστήριον, οὐχ ὅτι ἐξ ἀνάγκης παρέχεται, ἀλλ᾽ ὅτι ἐπὶ τομῇ πράγματος δοθεὶς τέμνει τὸ φιλονεικούμενον· μᾶλλον δὲ μείζων ἐστὶ δικαστηρίου, εἴπερ ἀπόφασις μὲν ἔσθ᾽ ὅτε ἀναψηλαφᾶται, οὗτος δὲ οὐδέποτε. [Sch. r. Iti. 171.]
Quemadmodum enim, quem non habeo debitorem, si delegatur mihi, habeo debitorem, ita et iurans habeo in factum actionem adversus iusiurandum deferentem, qui fortasse nihil mihi unquam debebat: neque quaeritur, utrum unquam mihi debuerit, an non debuerit. Potest et in eo delegationi iusiurandum comparari, voluntarium scilicet, quod et delegatio et voluntarium iusiurandum ex conventione defertur. Nam necessarium iusiurandum ex necessitate datur: itaque et iudicium ex necessitate instituitur. Non solum autem necessarium, verum etiam voluntarium iusiurandum imitatur iudicium, non quia ex necessitate praestatur, sed quia decidendae rei causa datum controversiam decidit: quin imo maiorem vim habet quam iudicium, siquidem retractatur interdum sententia, hoc vero nunquam.
27 (= D. 12.2.27) · Γαι. · Gai.
pr.Καὶ ἀντὶ καταβολῆς ἐστιν.
Et vicem solutionis obtinet.
ἀντὶ καταβολῆς Ὥςπερ γὰρ καταβάλλων, οὕτω καὶ ὀμνύων ἐλευθερώ τὸν ἐγγυητὴν τὸν ἐμόν, ὡς ἐν τῷ ἑπομένῳ διγέστῳ φησὶν ὁ Παῦλος. ἀνάγνωθι δὲ καὶ αὐτὸ τὸ δίγεστον, καὶ μάθῃς ἑτέρους τρόπους, δι᾽ οὓς μιμεῖται καταβολὴν ὁ ὅρκος. [Sch. s. III. 171.]
vicem solutionis Quemadmodum enim solvens, ita etiam iurans libero fideiussorem meum, ut in digesto sequente dicit Paulus. Lege et idem digestum, et disces alios modos, quibus iusiurandum solutionem imitatur.
Τοῦ ᾿Ανωνύμου. Καὶ διαλύσει ἔοικε, καὶ μείζων ἐστὶ ψήφου, ὡς διγ. β΄. [Sch. s. 111. 171.
Innominati. Et transactioni simile est, et maius re iudicata, ut dig. 2.
28 (= D. 12.2.28 pr.) · Παυλ. · Paul.
pr.Ὁ ὅρκος ἐπαχθεὶς παρ᾽ ἑνὸς τῶν δύο ὁμοῦ ἐπερωτησάντων βλάπτει τὸν ἕτερον.
Iusiurandum delatum ab uno ¹ ex duobus reis stipulandi nocet alteri.
ὁ ὅρκος ἐπαχθεὶς παρ᾽ ἑνός Κυρίλλου. Εἷς τῶν δύο ῥέων στιπουλανδι ἐπάγων ὅρκον βλάπτει τὸν ἕτερον. [Sch. i. 111. 171.]
Cyrilli Unus ex duobus reis stipulandi deferens iusiurandum nocet alteri.
Τοῦ Νικαέως. Εἰ θεματίσεις κοινωνοὺς τοὺς στιπουλάνδι καὶ τὸν ὅρκον ἐν τῷ δικαστηρίῳ ἐπαχθέντα, εὔλογον τὸ νόμιμον. εἰ δὲ μὴ τοιούτους αὐτοὺς ὑπόθῃ, ἔξω δικαστηρίου τὸν ὅρκον ἐπενεχθέντα θεμάτιζε, μὴ μὲν ἐν δικαστηρίω. ἔμαθες γάρ, ὅτι διὰ μόνης τῆς προκατάρξεως ἀποκλείει τὸν ἕτερον ὁ στιπουλάνδι. καὶ ἀνάγνωθι βίβ. μέ. τιτ. β. διγ. ις. (Sch. t. III. 171. sq.]
Nicaei. Si fingas, duos reos stipulandi socios fuisse et iusiurandum in iudicio delatum, rationem habet haec lex. Sin autem tales non fingas, extra iudicium iusiurandum delatum pone, nec vero in iudicio. Didicisti enim, per solam litis contestationem unum ex reis stipulandi excludere alterum. Lege et lib. 45. tit. 2. dig. 16
Στεφάνου. Σημείωσαι, πότε δύο μίαν ἐχόντων ἀγωγήν, ἢ μια κατεχομένων εἷς ὀμνὺς ἢ ἐπιφέρων βλάπτει τυχὸν ἢ ὠφελεῖ τὸν ἕτερον. σημείωσαι δὲ ἐνταῦθα, καὶ πῶς δοκεῖ μιμεῖσθαι καταβολήν. [Sch. t. III. 172.]
Stephani. Nota, ' quando ex duobus, qui eandem actionem habent, vel eadem actione tenentur, unus iurans aut deferens noceat aut prosit alteri. Nota vero hic etiam, quomodo videatur imitari solutionem.
Τοῦ Ἐναντιοφανοῦς. Τὸ δὲ πάχτον τοῦ ἑνὸς οὐ βλάπτει τὸν ἄλλον, ὡς βιβ β. τιτ. ιδ΄. διγ. κζ. ήτοι βιβ. ια. τιτ. α΄. ὃ καὶ ἀνάγνωθι καὶ τὸν Παλαιὸν καὶ τὸ σχόλιον. [Sch. t. III. 172.]
Enantiophanis. Pactum autem unius non nocet alteri, ut lib. 2. tit. 14. dig. 27. seu lib. 11. tit. 1. quod etiam lege et Antiquum et scholion.
1Ὁ τοῦ ἐναγομένου ὅρκος συμβάλλεται τῷ ἐγγυητῇ, καὶ τὸ ἔμπαλιν· ἀντὶ γὰρ καταβολῆς ἐστιν ὁ ὅρκος· ὅτε μέντοι περὶ τοῦ συναλλάγματος καὶ μὴ περὶ τοῦ προςώπου ὀμόσει.
Rei iusiurandum proficit fideiussori, et vice versa: loco enim solutionis est iusiurandum, dummodo de contractu, non de persona iuraverit.
ὁ τοῦ ἐναγομένου ὅρκος Κυρίλλου. Ὁ ῥέος ὀμόσας ὠφελεῖ τὸν ἐγγυητήν. ὁ ἐγγυητὴς ὀμόσας, ὅτι οὐ χρεωστεῖ ὁ ῥέος, ὠφελεῖ αὐτόν· οὐ μὴν ὁ ὀμόσας, ὅτι οὐκ ἐνηγγυησάμην. [Sch. u. III. 172.]
Cyrilli. Reus, qui iuravit prodest fideiussori, Fideiussor, qui iuravit, non debere reum, ei prodest: nec tamen si iuravit, se non fidejussisse.
Στεφάνου. Τοῦτο κατὰ τὸν κανόνα εἴρηται· πᾶσα γάρ ἁρμόττουσα τῷ ῥέω παραγραφή ἁρμόττει καὶ τοῖς ἐγγυηταῖς αὐτοῦ, ὡς ὁ Παῦλος ἐν τῷ μδ. τῶν διγ. βιβ. τιτ. α. διγ. ζ. φησί. δῆλον δὲ, ὅτι ἔνθα πάκτου παραγραφὴν ὁ πρωτότυπος ἔχει, τότε δίδοται καὶ τῷ ἐγγυητῇ αὐτοῦ παραγραφή, ὅτε ἐν ῥέμ, ἀλλὰ μὴ περσονάλιόν ἐστι τὸ πρὸς αὐτὸν γενόμενον πάκτον, ὡς ὁ αὐτὸς Παῦλος ἐν τῷ β΄. βιβ. τιτ. ιδ. διγ. κα. φησίν. ἤτοι βιβ. ια΄. τιτ. α. κεφ. κα΄. θεμ. τελευτ. [Sch. u. Ill. 172.]
Stephani. Hoc secundum regulam dicitur: omnis enim exceptio reo competens competit etiam fideiussoribus eius, uti Paulus lib. 44. Dig. tit. 1. dig. 7. dicit. Manifestum autem est, ubi pacti exceptionem reus principalis habet, tunc dari et fideiussori eius exceptionem, cum pactum cum eo factum in rem, nec vero personale est, uti idem Paulus lib. 2. tit. 14. dig. 21. seu lib. II. tit. 1. cap. 21. them. ult. dicit.
2Εάν τις ὀμόσῃ, ὡς οὐχ ὡμολόγησε παριστᾶν, οὐκ ὠφελεῖται ὁ ἐναγόμενος. εἰ δὲ ὀμόσει, μὴ χρεωστεῖν, ζητοῦμεν τὴν αἰτίαν, πότερον ὡς μὴ ὁμολογήσας, ἢ ὡς παραστήσας, ἢ ὡς καταβαλών, τὰ αὐτὰ καὶ περὶ τοῦ ἐγγυησαμένου περὶ καταβολῆς χρέους.
Si quis iuraverit, se non promisisse exhibere, commodum inde non percipiet reus. Si vero iuraverit, se non debere, quaerimus causam, utrum quasi non promiserit, vel quasi exhibuerit, an vero quasi solverit. Eadem et in eo, qui de debito solvendo fideiussit.
ἐὰν τις ὀμόσῃ Κυρίλλου. Ὁ ἐπερωτηθεὶς παριστᾶν τὸν ῥέον ', εἰ ὀμόσει μὴ ἐπερωτηθῆναι, οὐκ ὠφελεῖ τὸν ῥέον. εἰ δὲ ὀμόσει μὴ χρεωστεῖν, σκοποῦμεν, πῶς ὤμοσεν, εἴτε ὡς μὴ ἐπερωτηθείς, εἴτε ὡς παραστήσας, εἴτε ὡς καταβαλών. τὰ αὐτὰ καὶ ἐπὶ ἐγγυητοῦ. [Sch. x. III. 172.]
Cyrilli. Qui reum exhibere promisit, si iuraverit, se non promisisse, non prodest reo. Si vero iuraverit, se nihil debere, spectandum est, quomodo iuraverit, sive quasi non promiserit sive quasi exhibuerit, sive quasi solverit. Eadem et in fideiussore.
Ὀφείλει μέν, φησίν, ἐπανορθοῦσθαι τὴν ἀσάφειαν τοῦ ὅρκου, σκοποῦμεν δὲ τὴν τοῦ ἐπενηνοχότος τὸν ὅρκον καὶ τὴν τοῦ ὀμωμοκότος διάθεσιν. σκοπεῖται δὲ καὶ αὕτη ἐκ τῶν πρὸ τῆς ἐπιφορᾶς τοῦ ὅρκου φιλονεικηθέντων, ὡς ὁ Πομπώνιος ἐν τῷ μβ. διγ. τοῦ παρόντος τιτ. φησί. τῆς μέντοι διαθέσεως μὴ δεικνυμένης δοκεῖ κατά πρόληψιν ὁ ἐγγυητὴς περὶ παντὸς τοῦ πράγματος ὀμωμοκέναι. [Sch. x. III. 172.]
Debemus, inquit, emendare obscuritatem iurisiurandi. Spectamus autem mentem eius, qui detulit iusiurandum, et eius, qui iuravit. Cernitur vero haec ex iis, quae ante delationem iurisiurandi in controversia erant, ut ait Pomponius in dig. 42. huius tit. Si tamen de mente non constet, videtur ex praesumtione fideiussor semper de tota re iurasse.
πότερον͵ ὡς μὴ ὁμολογήσας Ἐπειδὴ ἀσάφεια φαίνεται τοῦ ὅρκου, πῶς ὤμοσεν ὁ ἐπερωτηθεὶς μὴ χρεωστεῖν, ἀρα ὡς παραστήσει τὸν ἄνηβον, ὃν ἐπηρωτήθη παραστῆσαι· καὶ διὰ τοῦτο ὤμοσε μὴ χρεωστεῖν, ἐπειδὴ ἐπηρωτήθη, ὁ ἐποίησε καὶ παρέστησε τὸν ῥέον· ἢ ὡς καταβαλὼν τὸ διαφέρον διὰ τὸ μὴ δυνηθῆναι παραστῆσαι τὸν ῥέον· ἢ ὤμοσε μήκ χρεωστεῖν, ὡς μὴ ὅλως ἐπερωτηθείς· τοῦτο δυνησόμεθα γνῶναι, ἤγουν τὸ ἀληθὲς μαθεῖν, ἐκ τῶν πρὸ τοῦ ὅρκου σημειωμάτων. ταῦτα γὰρ εἰδότες γνοίημεν, τίνος ἕνεκεν ὤμοσε μὴ χρεωστεῖν. εἰ δὲ οὐ δείκνυται οὔτε ἐκ τῶν σημειωμάτων, τίνος χάριν ὤμοσε μὴ χρεωστεῖν, τότε δοκεῖ κατὰ πρόληψιν μὴ γενικῶς ὀμόσαι, ὅτι οὐ χρεωστεῖ, ἤγουν οὐδὲ αὐτός, οὐδὲ ὁ πρωτότυπος. ἐπειδὴ γὰρ ἀμφιβολία ἐστίν, ὑπὲρ τοῦ ἐναγομένου ὀφείλει ὁ δικαστὴς ἀποφήνασθαι. τὸ αὐτὸ καὶ περὶ τοῦ ἐγγυησαμένου. μὴ νοήσῃς δέ, ῾ ἐνηγγυήσατο ἢ παριστᾶν ἢ ἄλλο τι, ἀλλὰ μόνον ἐνηγγυήσατο καταβάλλειν τὸ χρέος, εἰ μὴ ὁ χρεώστης τοῦτο καταβάλλῃ. εἰ μὲν οὖν καὶ ἐπὶ τοῦ ἐγγυητοῦ ὀμόσαντος, ὅτι οὐ χρεωστεῖ, δείκνυται, τίνος ἕνεκεν ὤμοσεν, ὅτι οὐ χρεωστεῖ, ἄρα ὡς λέγων, ὅτι οὐκ ἐνηγγυήσατο, οὐx ἔσται οὐδεμία ἀμφιβολία· εἰ μὲν γὰρ δείκνυται, ὅτι διὰ τοῦτο ὤμοσεν, ὡς λέγων, ὅτι οὐκ ἐγενόμην ἐγγυητὴς τῆς καταβολῆς τοῦ χρέους τῷ ῥέῳ, ἐνέχεται ὁ πρωτότυπος, τοῦ ἐγγυητοῦ λυτρουμένου. εἰ δὲ οὐ δείκνυται, τίνος χάριν ὤμοσεν, ὑπὲρ τοῦ ἐναγομένου ὁ δικαστὴς ἀποφαίνεται. [Sch. y. III. 172. sq.1
Quandoquidem obscuritas in iureiurando apparet, quomodo, qui promisit, iuraverit, se nihil debere, an quasi iam reum exhibuerit, quem exhibiturum se esse promiserat: ideoque iuravit, se nihil debere, quia promisit, quod fecit, et reum exhibuit: vel quasi iam solverit, quanti ea res est, quod reum exhibere non potuerit: vel iuraverit se nihil debere, quod omnino non promiserit: hoc poterimus cognoscere, id est, rei veritatem discere, ex iis, quae iusiurandum praecedunt, argumentis. His enim cognitis intelligemus, cuius gratia se nihil debere iuraverit. Quodsi neque ex indiciis probari poterit, cuius causa se nihil debere iuraverit, tunc videtur ex praesumtione non generaliter iurasse, se non debere, sive nec se ipsum, neque principalem. Quoniam enim ambiguitas est, pro reo debet iudex sententiam ferre. Idem et de fideiussore. Ne vero intelligas haec, de fideiussore iudicio sisti, sed de fideiussore pecuniae debitae, nisi solverit debitor. Si quidem igitur et in fideiussore, qui iuravit, se non debere, probetur, cuius gratia iuraverit, quasi non debeat, an quasi dicens se non fideiussisse, nulla erit ambiguitas: nam si quidem probetur, propterea eum iurasse, quasi dicat, se fideiussorem debiti non exstitisse reo, tenetur principalis, fideiussore liberato. Sin vero non probetur, cuius gratia iuraverit, pro reo iudex sententiam feret.
3Ἐκ τοῦ ὅρκου τοῦ ἑνὸς τῶν δύο ὁμοῦ ἐπερωτηθέντων καὶ ὁ ἄλλος ὠφελεῖται.
Iusiurandum unius ex duobus reis promittendi, et alteri prodest.
καὶ ὁ ἄλλος ὠφελεῖται Τοῦ Νικαέως. Εἴτε κοινωνός ἐστιν, εἴτε μή. καὶ ἡ αἰτία, ὡς νομίζω, ὅτι ἓν δοκοῦσι πρόςωπον οἱ δύο δέοι στιπουλάνδι, ὡς καὶ ἐξ ἑνὸς συναλλάγματος γενόμενοι καὶ τὸ αὐτὸ καὶ ἓν πρᾶγμα ἐπερωτήσαντες. καὶ ὡςπερ εἰ εἰς ἀπήτησε τὸ χρεωστούμενον, ἠλευθέρου τῆς ἐνοχῆς τὸν ἔνοχον, οὕτως καὶ ὅρκον ἐπαγαγὼν ἀποδοθέντος τοῦ ὅρκου τὸν ὀμόσαντα τῆς ἐνοχῆς ἀπολύει. ὁ γὰρ ὅρκος, ὡς φησιν τὸ κζ. κεφ. ἀντὶ καταβολῆς ἐστιν. ἀνάγνωθι καὶ τὸ τελευταῖον κεφάλαιον τοῦ γ΄. τιτ. τοῦ κς. βιβ. ἀναγκαῖον. καὶ βιβ. ια΄. τιτ. α΄. κεφ. κζ. ιζ. καὶ πρόςυχες ἐκείνῳ, καὶ μὴ τῷ ἑξῆς. [Sch. z. III. 173.]
Nicaci. Sive socius est, sive non. Et ratio, ut opinor, haec est, quod duo rei stipulandi pro una persona habentur, tanquam et ex uno contractu facti, et unam eandemque rem stipulati. Et quemadmodum si unus petierit debitum, debitorem obligatione liberat, ita etiam qui iusiurandum defert, dato iureiurando eum, qui iuravit, obligatione absolvit lusiurandum enim, ut cap. 27. dicit, loco solutionis est. Legas et caput ultimum tit. 3. lib. 26. necessarium, et lib. 11. tit. 1. cap. 27. 17. eique adhaereas, nec vero sequenti.
4᾿Ἐὰν περὶ τοῦ αὐτοῦ πράγματος ἁρμόζουσι πολλαὶ ἀγωγαί, καὶ μιᾶ ἐναχθεὶς ὀμόσω, έχω παραγραφὴν ὕστερον ταῖς ἄλλαις ἐναγόμενος. ἑτέρα γὰρ ἀγωγὴ ἑτέραν ἀναιρεῖ. οἷον ἔνθα τις ἐναχθεὶς τῇ περὶ μανδάτου, ἢ τῇ περὶ διοικήσεως, ἢ τῇ περὶ κοινωνίας ἀγωγῆ, ἢ δι᾽ ἐκκοπὴν δένδρων τῇ περὶ μισθώσεως ὀμόσει, καὶ ὕστερον περὶ τῶν αὐτῶν ἐνάγεται τῷ γενικῷ ἐπ᾿ αὐταῖς λόγῳ, ἢ τῇ περὶ δένδρων κλοπιμαίων ἐκτομῆς ἀγωγῇ, ἢ τῷ ᾿Ακουϊλίῳ, ἢ τῷ κουὸδ βὶ αὖτ κλάμ.
Si eiusdem rei nomine competant plures actiones, et una conventus iuravero, habeo praescriptionem postea reliquis conventus. Una enim actio alteram tollit. Utputa si quis conventus actione mandati, vel negotiorum gestorum, vel pro socio, vel propter arbores succisas ex locato iuraverit, et postea ex iisdem causis conveniatur generali condictione, vel actione arborum furtim caesarum, vel legis Aquiliae, vel interdicto quod vi aut clam.
ἐὰν περὶ τοῦ αὐτοῦ πράγματος Κυρίλλου. Εἰ ὁ κινῶν ἰδικὴν ἀγωγὴν ὑπὲρ τῆς αὐτῆς αἰτίας͵ ἐπαγάγῃ ὅρκον,, οὐ δύναται κινεῖν κέρτον κονδικτίκιον. ὁ ὀμόσας, μὴ ἁρπάσαι, οὐκ ἀναιρεῖ τὴν φούρτην ἢ τὸν φουρτίβον κονδικτίκιον. ὁ κολωνὸς τῇ λοκάτῃ ἐναχθεὶς διὰ τὸ κόψαι δένδρον καὶ ὀμόσας ἐλευθεροῦται τῆς δὲ ἀρβόριβους σουκκίσις, 기 τοῦ ᾿Ακουϊλίου, ἢ τοῦ ἰντερδίκτου κουοδ βὶ αὐτ κλάμ. [Sch. a 111. 173.]
Cyrilli. Si is, qui specialem actionem movit, de eadem causa iusiurandum deferat, non potest movere certi condictionem. Qui iuravit, se non rapuisse, non tollit actionem furti, vel condictionem furtivam. Colonus locati actione conventus, quod arbores succiderit, si iuraverit, liberatur actione de arboribus succisis, vel actione legis Aquiliae, vel interdicto quod vi aut clam.
Σημείωσαι κανονίζων, ὅτι ὁσάκις ἡ αὐτὴ αἰτία καὶ ζήτησις 2 κινεῖται τῆς ἀγωγῆς, περὶ ης ὁ ὅρκος ἐδόθη, χώρα τῇ τη παραγραφῇ γίνεται, κἂν ἑτέραν τις κινῇ ἀγωγήν. μὴ νόμιζε δὲ τοῦτο ἐπὶ τῶν βόνα φίδε μόνον ἀγωγῶν εἶναι τὸ αὐτὸ γάρ ἐστι καὶ ἐπὶ τῶν στρίκτων ἀγωγῶν. εἶπον γάρ σοι κανονίζων, ὅτι ὁσάκις ἡ αὐτὴ αἰτία καὶ ζήτησις ὑπίκειται τῆς ἐναγωγῆς, περὶ ἧς ὁ ὅρκος ἐδόθη, χώρα γίνεται παραγραφῇ. φησὶ δὲ καὶ ὁ Παῦλος ἐν τῷ μ. διγ. τοῦ παρόντος τίτλου, ὅτι ὀμόσας ὁ ῥέος οὐ μόνον ἑαυτῷ τίκτει παραγραφήν, ἀλλὰ καὶ τὸ ἐνέχυρον ἐλευθεροῖ. εἰ δὲ καὶ ποινὴν ἔτυχεν ἐπερωτηθείς, δύναται καὶ περὶ ταύτης παρὰ τοῦ ἄκτορος ἐναγόμενος τῇ ἐξ στιπουλάτου χρήσασθαι τοῦ ὅρκου παραγραφῇ τοσοῦτον καὶ ἐπὶ τῶν στρίκτων ἀγωγῶν χώραν ἔχει τὸ νόμιμον. [Sch. a. III. 173. sq.]
Nota, si regulam formare tibi vis, quoties eadem causa et quaestio movetur actionis, de qua iusiurandum datum est, locum exceptioni iurisiurandi fieri, licet alteram quis moveat actionem. Ne tamen existimes hoc in bonae fidei solum actionibus locum habere: idem enim est et in stricti iuris actionibus. Dixi enim tibi generaliter praecipiens, quoties eadem causa et quaestio subest actionis, de qua iusiurandum datum est, locum fieri exceptioni. Dicit vero etiam Paulus in dig. 40 huius tituli, reum, qui iuravit, non sibi solum exceptionem parere, sed etiam pignus liberare. Si vero etiam poenam fortassis promiserit, potest et de hac ab actore conventus ex stipulatu uti iurisiurandi exceptione: eatenus etiam in stricti iuris actionibus locum hoc ius habet
ἐναχθεὶς τῇ περὶ μανδάτου Οἷον μέλλων τις ἀποδημῆσαι μακρὰν ἐνετείλατό μοι τὰ αὐτοῦ διοικήσαι πράγματα. ὕστερον στραφεὶς ἐκίνησε κατ᾿ ἐμοῦ τὴν μανδάτι λέγων· ἐνετειλάμην σοι διοικῆσαι τὰ ἐμά, καὶ δός μοι λόγον τῆς διοικήσεως. ὤμοσα ἐγώ, ὅτι οὔτε ἐντολὴν εἶχον, οὐδὲς διώκησα τὰ σὰ πράγματα. μετά τὸν ὅρκον τὸν ἐμὸν ἦλθεν αὐθις κινῶν κατ᾿ ἐμοῦ τὴν νεγοτιύρουμ. ἐκβάλλω οὖν αὐτὸν διὰ παραγραφῆς λέγων, ἀλλ᾽ εἰ μὴ ὤμοσα, ὅτι οὐ διώκησα πράγματα σα. ἢ τῇ περὶ κοινωνίας ἀγωγῇ ἐναχθείς τινι ὤμοσα, ὅτι ὅδε ὁ ἀγρὸς ἐμός ἐστι μονομερώς· εἶτα μετὰ τὸν ὅρκον ἦλθε κινῶν κατ᾿ ἐμοῦ τὸ κομμούνι διβιδοῦνδο. ἢ τῇ περὶ μισθώσεως ἀγωγῇ ἐναχθεὶς ὡς δενδροτομήσας ὤμοσα, ὅτι οὐκ ἔλαβον μισθωθέντα ἀπὸ σοῦ τὸν ἀγρόν, ὃν φής, εἶτα μετὰ τὸν ὅρκον ἐκίνησας τὸ περὶ δενδροτομίας ἢ τοῦ ᾿Αοviλίου. ἔνθα οὖν ἀγωγαὶ πολλαὶ περὶ τὸ αὐτὸ συνδράμωσι, τῆς μιᾶς κινηθείσης αἱ ἄλλαι παύονται. ἤ τις ἐνήχθη μια τῶν εἰρημένων ἀγωγῶν, καὶ ὤμοσεν· εἶτα μετὰ τὸν ὅρκον ὁ ἐνάγων ἐκίνησε κονδικτίκιον, ἢ οὐχὶ τὴν γενικῷ λόγῳ λεχθεῖσαν ἀγωγὴν ἐκίνησεν, ἀλλὰ μετὰ τὸν ὅρκον ἐκίνησεν ἀγωγὴν σντρέχουσαν, ὡς ἄνωθεν εἴπομεν. [Sch. b. III. 174.]
Utputa peregre aliquis profecturus longinque mandavit mihi, ut negotia sua gererem. Postea reversus egit adversus me mandati, dicens: mandavi tibi, ut negotia mea gereres, tuque redde mihi rationem gestionis Iuravi ego, me nec mandatum accepisse, nec negotia tua gessisse. Post iusiurandum meum rursus agebat adversus me negotiorum gestorum. Repello igitur ipsum exceptione, dicens, at nisi iuravi, me negotia tua non gessisse. Vel pro socio conventus ab aliquo iuravi, illum fundum meum esse in solidum: deinde post iusiurandum agit mecum communi dividundo. Vel actione locati conventus, quasi arbores succiderim, iuravi, me agrum, quem dicis, non conduxisse: deinde post iusiurandum egisti de arboribus succisis, vel ex lege Aquilia. Ubi igitur plures de eadem re concurrunt actiones, una mota, ceterae cessant. Vel quis conventus est una supradictarum actionum, et iuravit: deinde post iusiurandum actor egit certi condictione: vel etiam certi condictione generali non egit, sed post iusiurandum instituit actionem concurrentem, ut supra diximus.
Τοῦ Νικαέως Περὶ τοῦ αὐτοῦ γὰρ πράγματος δοκεῖ κινεῖν ὁ ἕνεκεν τοῦ αὐτοῦ πράγματος κινῶν, κἂν τὰς ἀγωγὰς ἐναλλάξῃ. φησὶ βιβ. να. τιτ. β. κεφ. ιβ΄. Τότε ἀντιτίθεται ἡ παραγραφή, ὅτε τὸ αὐτὸ σῶμά ἐστιν, ἡ αὐτὴ ποσότης, τὸ αὐτὸ δίκαιον, ἡ αὐτὴ αἰτία τῆς κινήσεως καὶ ἡ αὐτὴ τῶν πραγμάτων αἵρεσις. οὐκ ἐπιζητοῦμεν δὲ τὴν αὐτὴν ποιοτητα καὶ ποσότητα εἶναι τοῦ πράγματος, ὥςτε μηδὲν ἀφαιρεθῆναι ἢ προςτεθῆναι. [Sch. b. ii. 174.]
Nicaei. De eadem enim re agere videtur, qui eiusdem rei causa agit, etiamsi actiones mutaverit Dicit lib. 51. tit. 2. cap. 12.: Tunc opponitur exceptio, cum idem corpus est, vel eadem quantitas, idem ius, vel eadem causa actionis, et eadem rerum conditio. Non exigimus autem, eandem qualitatem et quantitatem esse rei, ita ut nihil deminutum aut adiectum sit.
ἢ τῇ περὶ κοινωνίας ἀγωγῇ Τοῦ αὐτοῦ. Τυχὸν γὰρ κοινωνὸς ἦν, καὶ ἐναχθεὶς τῇ πρὸ σόκιο κατεδίκασε τὸν ἐνάγοντα ὀμόσας. εἰ γοῦν κινηθῇ κατ᾿ αὐτοῦ τὸ κομμούνι διβιδούνδο, εἴτε μὴ τοῦτο κινήσει ὁ προκαταδικασθείς, ἀλλὰ τὸν κέρτον κονδικτίκιον (ἁρμόζει γὰρ οὗτος ἐπὶ παντὸς συναλλάγματος, ὡς βιβ. κγ΄. τιτ. α΄. κεφ. θ. καὶ οὕτως ἐκβληθήςσεται τῇ τοῦ ὅρκου παραγραφῇ. τὸ αὐτὸ γενήσεται καὶ εἰ τὴν μανδάτην κινήσω κατά τινος καὶ ὀμόσῃ· πάλιν γὰρ εἰ ἔλθω κινῶν τὸν κέρτον κονδικτίκιον, ἐκβληθήσομαι τῇ τοῦ ὅρκου παραγραφῇ, ὡς δοκῶν περὶ τῆς αὐτῆς αἰτίας ἐνάγειν. [Sch. c. III. 175.j
Eiusdem. Fortassis enim socius erat, et conventus actione pro socio condemnavit actorem iureiurando praestito. Si igitur moveatur adversus ipsum communi dividundo iudicium, sive potius non hoc movit condemnatus, sed certi condictionem: (competit enim haec ex omni contractu, ut lib. 23 tit. 1. cap 9. ita quoque repelletur iurisiurandi exceptione. Idem fiet et si mandati egero cum aliquo, et iuraverit: rursus enim si certi condictionem moveam, removebor iurisiurandi exceptione, quippe videar de eadem causa agere.
ἢ τῷ ᾿Ακουϊλίῳ Σημείωσαι, πόσαις ἀγωγαῖς κατέχεται δενδροτομήσας ὁ κολωνός; πῶς δὲ αὐτῶν ἀπαλλάττεται, εἰ καὶ μίᾳ τούτων ἐναχθεὶς ὀμόσῃ μὴ δενδροτομῆσαι. φησὶ γὰρ καὶ ὁ Γάϊος ἐν τῷ μζ. τῶν διγ. βιβ. τιτ. ζ. διγ. θ. ἤτοι βιβ. ξ΄. τιτ. ις. κεφ. θ., ὅτι ὁπ δενδροτομήσας ὁ κολωνός δύναται μὲν ἐνάγεσθαι καὶ τῇ λοκάτῃ καὶ τῇ ἀρβόρουμ φούρτιμ καεσάρουμ, ὀφείλει δὲ ὁ ἄκτωρ μιᾷ τῶν εἰρημένων ἀρκεῖσθαι ἀγωγῶν. ἴσθι δέ, ὅτι ἐξωτικός δενδροτομήσας πλέον τοῦ κολωνοῦ δενδροτομήσαντος τιμωρεῖται, ὡς ἔστι μαθεῖν ἐν τῷ εἰρημένῳ τῶν διγ. βιβ. τιτ. ζ. ἐν τοῖς ὑποκειμένοις τῷ 3 τιτ. διγέστοις. εἰ θέλεις οὖν τὰ περὶ τούτων εἰδέναι πλατύτερον, αὐτὸν τὸν τίτλον ἀνάγνωθι. [Sch. d. III. 175.]
Nota, quot actionibus teneatur colonus, qui arbores succidit: quemadmodum autem his liberetur, si vel una harum conventus iuraverit, arbores se non succidisse. Dicit enim et Gaius lib. 47. Dig. tit. 7. dig. 9. seu lib. 60. tit. 16. cap. 9. si colonus succiderit arbores, et ex locato cum eo agi posse et arborum furtim caesarum, actorem vero una dictarum actionum contentum esse debere. Sciendum autem est, extraneum, qui arbores succiderit, severius quam colonum, qui arbores succiderit, puniri, ut disci potest ex digestis, quae dicto libro et titulo continentur. Si velis igitur quae huc pertinent, plenius scire ipsum titulum lege.
5Ὁ δὲ ὀμόσας μὴ ἁρπάσαι, οὐ βοηθεῖται μετὰ ταῦτα ἐναγόμενος τῇ περὶ κλοπῆς εἰς τὸ διπλοῦν ἀγωγῇ, ἐπειδὴ ἄλλο ἐστί· δύναται γὰρ καὶ λάθρα κλέψαι.
Qui autem iuravit, se non rapuisse, non adiuvatur posthac conventus actione furti in duplum quia aliud est: potest enim et clam furtum admisisse.
6Ὁ μισθωτὸς τῇ περὶ μισθώσεως ἀγωγῇ ἐναχθεὶς διὰ τὸ κόψαι δένδρα καὶ ὀμόσας ἐλευθεροῦται τῆς περὶ δένδρων τομῆς καὶ τῆς περὶ βίας ἢ λάθρα ἀγωγῆς.
Colonus locati actione conventus propter arbores succisas, si iuravit, liberatur actione arborum furtim caesarum et interdicto quod vi aut clam.
7Ἡ ὀμόσασα περὶ τῆς τῶν ἀνδρῴων πραγμάτων ὑφαιρέσεως οὐ βοηθεῖται ἐναγομένη τῇ περὶ τοῦ φαινομένου πράγματος ἀγωγῇ· ἡ δὲ ὀμόσασα, αὑτῆς εἶναι τὸ πρᾶγμα, βοηθεῖται ἐναγομένη τῇ περὶ τῆς ὑφαιρέσεως τοῦ πράγματος ἀγωγῆ. γενικῶς γάρ, ἔνθα διὰ πολλῶν ἀγωγῶν ἡ αὐτὴ ζήτησίς ἐστιν, εἷς ὅρκος δοθεὶς συμβάλλεται.
Quae iuravit, res mariti se non amovisse non adiuvatur, si cum ea in rem agatur: quae vero iuravit, suam rem esse, adiuvatur conventa rerum amotarum actione. Generaliter enim, cum per plures actiones eadem quaestio movetur, unum iusiurandum datum proficit.
ἡ ὀμόσασα περὶὑφαιρέσεως Κυρίλλου. Ἡ ὀμόσασα μὴ διβόρτιι καῦσα ἀποκινῆσαι, ἐνάγεται τῇ ἐν ῥέμ, εἰ μὴ ὤμοσεν, αὐτῆς τὸ πρᾶγμα εἶναι. ἔνθα ἡ αὐτὴ ζήτησις κινεῖται, κἂν δι᾽ ἄλλης ἀγωγῆς, χώρα τῇ, παραγραφῇ. ὁ ὀμόσας μὴ καταδικασθῆναι, ἐκ τῆς ἴουδικάτουμ σόλουι οὐκ ἐνάγεται. ὁ δὲ ὀμόσας μὴ χρεωστεῖν ἐκ τῆς ἰουδικάτουμ σόλουι, τῇ ἰουδικάτῃ ἐνάγεται. σημείωσαι τὸν κανόνα, ὅτι κἂν ἑτέραν κινήσῃ τις ἀγωγήν, καὶ μὴ ἐκείνην, ἐφ᾿ ἡ τὴν ἀρχὴν ὁ ὅρκος ἐδόθη, χώρα τῇ παραγραφῇ· καὶ οὕτω μόνον, εἰ τὴν αὐτὴν ζήτησιν ἔχει καὶ τὸ νῦν κινούμενον δικαστήριον. [Sch. e. III. 175.]
quae iuravit, resnon amovisse Cyrilli. Quae iuravit, divortii causa rem se non amovisse, convenitur in rem actione, nisi iuraverit, suam rem esse. Ubi eadem quaestio movetur, licet per aliam actionem, locus est exceptioni. Qui juravit, se non esse condemnatum, ex stipulatu iudicatum solvi non convenitur. Qui autem iuravit, se dare non oportere ex stipulatione iudicatum solvi, iudicati convenitur. Nota regulam, quod, licet quis aliam actionem intendat
8Τοιγαροῦν ὁ ὀμόσας μὴ κατακριθῆναι, βοηθεῖται ἐναγόμενος τῇ ἀπὸ τῆς κρίσεως ἱκανοδοσία ἀπὸ τοῦ κεφαλαίου τοῦ περὶ πράγματος κεκριμένου. εἰ δὲ ἀπὸ τῆς κρίσεως τῆς ἱκανοδοσίας ὀμόσει μὴ χρεωστεῖν, οὐ βοηθεῖται ὁ ἐναγόμενος τῇ τοιαύτῃ ἀγωγῇ.
Itaque qui iuravit, se condemnatum non esse adiuvatur iureiurando, si conveniatur ex stipulatu iudicatum solvi ex capite de re iudicata Si vero conventus ex stipulatione iudicatum solvi iuraverit, se nihil debere, non adiuvatur conventus tali actione.
ὁ ὀμόσας μὴ κατακριθῆναι Τοῦ Νικαέως. Οἷον ἐὰν ὁ καταδικασθεὶς, ὀμόσῃ μὴ κατακριθῆναι, βοηθεῖται ἐναγόμενος περὶ τοῦ πράγματος τοῦ κεκριμένου. εἰ δὲ ἀπὸ τῆς καταδίκης τοῦ πληρώσαι τὸ χρέος ὀμόσει μὴ χρεωστεῖν, οὐ βοηθεῖται ἐναγόμενος. [Sch. f. III. 175.]
qui iuravit, se condemnatum non esse Nicaei. Utputa si condemnatus iuraverit, se condemnatum non esse, adiuvatur conventus iudicati. Si vero ex stipulatu iudicatum solvi conveniatur, et iuraverit se dare non oportere, non iuvatur.
Τοῦ αὐτοῦ. Θεμάτισον, αὐτὸν͵ τὸν πρωτότυπον δεδωκότα τὴν ἰουδικάτουμ σόλουι. τί γὰρ, ὅτι περὶ κινητοῦ πράγματος ἐνήγετο, καὶ ὴν ὕποπτος, καὶ ἀπητήθη διὰ τοῦτο τὴν ἰουδικάτουμ σόλουι; εἰ οὖν ἐπηνέχθη αὐτῷ ὁ ὅρκος, καὶ ὤμοσεν, ὡς οὐ κατεδικάσθη, βοηθεῖται ἐναγόμενος τῇ ἐξ στιπουλάτου τῆς ἰουδικάτουμ σόλουι ἀπὸ τοῦ κεφαλαίου τοῦ περὶ πράγματος κεκριμένου, οὐ μὴν ἀπὸ τοῦ κεφαλαίου τοῦ οὐκ ἐασω ἀδεφένδευτον τὴν δίκην, ἢ͵ οὐ ποιήσω δόλον. εἰ δὲ ἀπὸ τῆς ἐξ στιπουλάτου τῆς ἰουδικάτουμ σόλουι ὀμόσει μὴ χρεωστεῖν, οὐ βοηθεῖται ἐναγόμενος τῇ ἰουδικάτῃ· εἰκὸς γὰρ, αὐτὸν μὴ δοῦναι μὲν τὴν ἰουδικάτουμ σόλουι, καταδικασθῆναι δέ. [Sch. f III. 176.]
Eiusdem. Pone, ipsum principalem satisdationem iudicatum solvi dedisse. Quid enim, si rei mobilis nomine conveniebatur, et suspectus erat, ideoque satisdatio iudicatum solvi ab eo exigebatur? Si igitur delatum ei sit iusiurandum, et iuraverit, non condemnatum se esse, iuvatur, si conveniatur ex stipulatu iudicatum solvi, ex capite de re iudicata, non tamen ex capite ob rem non defensam, vel ob dolum malum. Si vero conventus ex stipulatu iudicatum solvi juraverit, se nihil debere, non iuvatur, si conveniatur iudicati: nam verisimile est, ipsum quidem non satisdedisse iudicatum solvi, condemnatum autem fuisse.
βοηθεῖται Ὁ δεφενδεύων τινά, καὶ μὴ δεδοκώς ὑπὲρ αὐτοῦ τὴν ἰουδικάτουμ σόλουι, ἐναχθεὶς μετὰ τοῦτο τῇ ἰουδικάτι, ἐπομόσεται μὴ καταδικασθήναι, βοηθεῖται εἰς τὸ μὴ ποιῆσαι ἱκανὸν τοῖς κεκριμένοις, οὐ μὴν εἰς τὸ δεφενδεύειν τὸν πρωτότυπον. εἰ δὲ ἐπομόσεται μὴ χρεωστεῖν ἐκ τῆς ἰουδικάτουμ σόλουι, ἐναχθήσεται τῇ ἰουδικάτη. [Sch. g. III. 176.]
Qui aliquem defendit, nec pro eo praestitit satisdationem iudicatum solvi, postea iudicati conventus, si iuraverit, condemnatum se non esse, in tantum adiuvatur, ut iudicatum facere non compellatur, nec vero ut principalem non defendat. Si vero iuraverit, se dare non oportere ex stipulatione iudicatum solvi, convenietur iudicati actione.
ἀπὸ τοῦ κεφαλαίου τοῦ περὶ πράγματος κεκριμένου Οὐ μὴν ἀπὸ τοῦ κεφαλαίου τούτου, ὅτι οὐκ ἐάσω αὐτὸν ἀδεφένδευτον· τρία γάρ εἰσι κεφάλαια τῆς ἰουδικάτουμ σόλουι, ἓν μέν, ὅτι τὸ ἱκανὸν ποιήσω τοῖς κεκριμένοις, ἕτερον δέ, ὡς οὐκ ἐάσω ἀδεφένδευτον τὸ πρᾶγμα, καὶ ἄλλο, ὡς οὐ μὴ ποιήσω δόλον. [Sch h. III. 176.]
Non tamen ex eo capite, quod non sinam eum indefensum: nam iudicatum solvi stipulationis tria sunt capita, unum, ut iudicatum faciam, alterum, ut rem non indefensam relinquam, tertium, ut dolus malus absit.
εἰ δὲ ἀπὸ τῆς κρίσεως Στεφάνου. Ἐγὼ μὲν ἐθε μάτισά τινα δεφένσορα μὴ δεδωκότα τὴν ἰουδικάτουμ σόλουι. Θεόφιλος μέντοι ὁ μακαρίτης αὐτὸν ὑποτίθεται τὸν δεφένσορα δεδωκότα τὴν ἰουδικάτουμ σόλουι. καὶ ἔχει λόγον ἡ τοιαύτη παράδοσις, εἰ γὰρὶ ἐμφαίνει τὸ ῥητόν, ὅτι τῆς ἰουδικάτι κειμένης ὤμοσεν ὁ ἐναχθεὶς μὴ καταδεδικάσθαι· ἀλλ᾽ οὐν καὶ ὁ δεφένσωρ, τοῦτ᾽ ἔστιν ὁ δίχα μανδάτου δεφενδεύων δεδωκὼς ἱκανόν, ἐνάγεται τῇ ἰουδικάτι, ὡς ἔγνως ἐν τῷ δὲ προκουρατόριβους διγ. ξα΄. Παύλου ῥητῷ, ἤτοι βιβ. ή. τιτ. β. φησὶ γαρ, ότι κατὰ μανδάτον ἑτέρου τινὸς δοθεὶς οὐκ ἐνάγεται τῇ ἰουδικάτι, πλὴν εἰ μὴ ἄρα ἐν ῥὲμ σούαμ ἐδόθη προκουράτωρ, ἢ τὸν πρωτότυπον εἰδὼς μὴ παρεσχηκότα τὴν ἰουδικάτον σόλουι τὴν ἀγωγὴν ἀνεδέξατο, ἢ ἄνευ μανδάτου τὸν πρωτότυπον ἐδεφένδευσεν. [Sch. i. III. 176.]
Stephani. Ego quidem posui, quendam defensorem non satisdedisse iudicatum solvi. Theophilus contra beatae memoriae eum supponit defensorem, qui praestitit satisdationem iudicatum solvi. Et habet rationem eiusmodi traditio: si enim textus ipse ostendit, conventum iudicati actione iurasse, se non esse condemnatum: proinde etiam defensor, id est, qui citra mandatum defendit, si satisdederit, iudicati actione convenitur, ut didicisti tit. de procuratoribus dig. 61. Pauli, seu lib. 8. tit. 2. Dicit enim, eum, qui secundum mandatum alterius datus sit, non conveniri iudicati, nisi in rem suam procurator datus sit, vel cum sciret, principalem non satisdedisse iudicatum solvi, actionem susceperit, vel sine mandato principalem defenderit.
ὁμόσει μὴ χρεωστεῖν Ὤμοσε γὰρ τυχόν μηδέποτε δοῦναι τὴν ἰουδικάτουμ σόλουι. κἂν γοῦν ταύτῃ ἀπολυθῇ, ἐνάγεται τῇ ἰουδικάτι· ὁ γὰρ δεφένσωρ παρεμβαλὼν ἑαυτὸν ὑπερ τινος, αὐτὸς ἐνάγεται τῇ ἰουδικάτι, ἐν ᾧ εἰδὼς τὸν πρωτότυπον μήτ᾿ αὐτὸν παρασχόντα ἑαυτὸν παρενέβαλε, κἂν μηδὲ αὐτὸς ταύτην δέδωκεν. [Sch. k. III. 176. sq.]
Iuravit enim fortassis, nunquam satisdedisse se iudicatum solvi Etiamsi igitur hac absolvatur, iudicati tamen convenitur: defensor enim, qui ultro se obtulit, convenitur iudicati, si cum sciret, nec ipsum principalem satisdedisse, liti se obtulit, quamvis nec ipse satisdationem praestitisset.
9Ὁ κλοπὴν ὀμόσας ὑποστῆναι, οὐ πάντως ἔχει τὸν τῆς ἀπαιτήσεως λόγον.
Qui iuravit, furtum sibi factum esse, non omnino habet condictionem furtivam.
ὁ κλοπὴν ὀμόσας υποστῆναι Μὴ ἐναντιωθῇ σοι τὸ κείμενον ἐν τῷ κέ. τῶν διγ. βιβ. τιτ. β΄. διγ. ιβ΄. ἔνθα φησὶν ὁ Παῦλος, μὴ δύνασθαι τὸν κλέπτην ὅρκον ἐπάγειν τῷ τὴν κλοπὴν ὑπομεμενηκότι. ἐξ ἀνάγκης μὲν γὰρ καὶ ἐν δικαστηρίῳ ὁ τὴν κλοπὴν ὑπομείνας οὐκ ὄμνυσιν, ὅτι κλέπτης ἐστὶν ὁ ἐναγόμενος. ἀμέλει καὶ τὴν φούρτι κινουμένην ὁ Παῦλος κατὰ τὸ αὐτὸ δίγεστον ὑποτίθεται καὶ ἐξ ἀντεπιφορᾶς τὸν ὅρκον ἀπαιτούμενον. ἐξ ἀνάγκης μὲν οὖν, ὡς εἶπον, καὶ ἐν δικαστηρίῳ 0 τὴν κλοπὴν ὑποστὰς οὐκ ὄμνυσιν, ὅτι κλέπτης ἐστὶν ὁ ἐναγόμενος. εἰ μέντοι ἐκ προαιρέσεως ἔξω δικαστηρίου ἑκὼν ὀμόσει, τοῦ λεγομένου κεκλοφέναι τὸν ὅρκον ἐπάγοντος αὐτῷ, ὠφελεῖται,, δυνάμενος λοιπὸν τὴν μὲν φούρτι, ἤτοι τὴν τοῦ ὅρκου ἐμφάκτον παραχρῆμα κινεῖν· τὸν δὲ φούρτιβον κονδικτίκιον, ὅτε δυνηθῇ δεῖξαι τὸν ἐπενηνοχότα τὸν ὅρκον, ὅτι ἔχει τὸ πρᾶγμα, ἢ ἐδαπάνησεν, ἢ ἄλλως ἐπαύσατο τῆς τούτου νομῆς, καὶ οὐδέπω γέγονεν ἐν κατοχῇ τοῦ αὐτοῦ τοῦ πράγματος ὁ τὴν κλοπὴν ὑπομεμενηκέναι λεγόμενος, καὶ τὸν ὅρκον ἀποτελέσας. τοῦτο γάρ ἐστιν, ο φησιν ἐνταῦθα, ὅτι οὐ παραχρήμα καὶ τὸν φούρτιβον δύναται κινεῖν κονδικτίκιον. ἀνάγνωθι τὴν ἐν τῷ θέματι τοῦ λή. διγ. κειμένην παραγραφήν, διὰ τὴν ὡς εἰκὸς ἀναφυομένην ἀντίθεσιν ἤτοι ἐρώτησιν. [Sch. L. III. 177.]
Non obstat, quod dicitur lib. 25. Dig. tit. 2. dig. 12. ubi dicit Paulus, non posse furem iusiurandum deferre furtum perpesso. Nam ex necessitate quidem et in iudicio furtum passus non iurat, furem esse eum, qui conventus est. Sane et furti actionem motam esse Paulus secundum idem digestum supponit, et iusiurandum relatum. Ex necessitate quidem igitur, ut dixi, et in iudicio furtum perpessus non iurat, furem esse, quem convenerit. Si tamen sua sponte extra iudicium iusiurandum ab eo, qui furtum fecisse dicitur, delatum praestiterit, iuvabitur poteritque ceterum vel furti agere vel actionem in factum ex iureiurando statim movere condictionem autem furtivam, cum probare poterit eum, qui iusiurandum detulit, rem possidere, vel consumsisse, vel aliter possidere desiisse, neque in eius potestatem, cui res subrepta fuerit, quique iuraverit rem pervenisse. Hoc enim est, quod hoc loco ait, eum non statim etiam condictionem furtivam movere posse Lege adnotationem in themate dig. 38. positam, propter oriundam fere inde obiectionem seu interrogationem.
Τοῦ Ἐναντιοφανοῦς. Ἑκουσίως τὸν ὅρκον κατεδέξατο, οὔτε γὰρ ἀναγκάζεται, ὡς μετὰ λογισμοῦ εἴρηται βιβ. κε. τιτ. β΄. διγ. ια. καὶ ιβ. [Sch. L. III. 177.]
Enantiophanis. Sponte iusiurandum suscepit: neque enim cogitur, uti cum ratione dicitur lib. 25. tit 2 dig. 11. et 12.
Τὴν μὲν φούρτην ἕκαστος, ὅτινι διαφέρει, ἔχει˙ τὸν δὲ φούρτιβον μόνος ὁ δεσπότης, ὡς βιβ. ιγ. τιτ. α. διγέστῳ ια΄. καὶ ἴγκερτον ὁ δανειστής, ὡς διγ. ιβ. τοῦ αὐτοῦ τίτλου. [Sch. 1. 111. 177.]
Furti quidem actionem habet quisque, cuius interest furtivam autem condictionem solus dominus, ut lib. 13. tit. 1. dig. 11. et incerti condictionem creditor, ut dig. 12 eiusdem tit.
Ἴσως γὰρ ἐπ᾿ αὐτοφώρω καταλαβών ὁ δεσπότης τὸν κλέπτην, ἠδυνήθη τὸ πρᾶγμα λαβεῖν, η ἄλλως ἐδέξατο τῆς τούτου νομῆς, ἢ ope consilio ὁ κλέπτης εν μάλιστα συνάδει τοῖς εἰρημένοις τῷ Οὐλπιανῷ ἐν τῷ ἑξῆς βιβ. τιτ. α. διγ. 5. Θεόφιλος μέντοι ὁ μακαρίτης οὕτω φησί Τι γάρ, ὅτι οὐκ ἦν δεσπότης τοῦ πράγματος ὁ ομόσας τὴν κλοπὴν ὑποστῆναι; μόνῳ δὲ δεσπότῃ δίδοται ἡ φούρτιβος κονδικτίκιος· δῆλον δὲ ὅτι καὶ κληρονόμῳ αὐτοῦ, ὡς ὁ Παῦλος ἐν τῷ ἑξῆς βιβ. τιτ. α. διγ. ια. ἤτοι βιβ. ξ. τιτ. ί. κινεῖ δὲ αὐτὸν καὶ ὁ δανειστής, ἰγκέρτως μέντοι, ὡς ὁ Παῦλος ἀναφέρει λέγοντα τὸν Νεράτιον ἐν τῷ αὐτῷ βιβ. καὶ τίτλῳ διγ. ιβ. τούτου τοῦ τίτλου. [Sch. 1. III. 177. sq]
Fortassis enim in ipsa contrectatione deprehendens dominus furem, poterat rem ei auferre, vel aliter natur, quod maxime convenit cum his, quae ab Ulpiano dicuntur libro sequenti tit. 1. dig. 6. Theophilus tamen beatae memoriae sic dicit: Quid enim, si non dominus rei erat is, qui iuravit, furtum se perpessum esse? Soli autem domino condictio furtiva datur: certo etiam heredi eius, ut Paulus refert libro sequenti tit I. dig. 11. seu lib. 60. tit. 10. Eadem quoque condictione agit creditor, incerti tamen, uti ex Neratio Paulus refert eiusdem lib. et tit. dig. 12.
Εἰ μέντοι σπουδῆ καὶ συμβουλῇ τινος γέγονεν ἡ κλοπή, μὴ ὑποκεῖσθαι τῷ φουρτίβῳ, ἀλλὰ τῇ φούρτη, φησὶ βιβ. ξ΄. τιτ. ί. κεφ. 5. [Sch. 1. 111. 178.]
Si tamen ope et consilio alicuius furtum factum sit, condictione eum non teneri, sed furti, ait lib. 60. tit. 10. cap. 6.
10Ὁ μεταγενέστερος ὅρκος ἰσχυρότερός ἐστιν εἰς παραγραφὴν καὶ ἀγωγήν.
Posterius iusiurandum plus valet ad exceptionem et actionem.
ὁ μεταγενέστερος ὅρκος Κυρίλλου. Εἰ ὀμόσας ἔξω δικαστηρίου ἐπάγει ὅρκον, ὁ δεύτερος ὅρκος πιστεύεται, ὥςπερ εἰ καὶ ἐπήγαγεν αὐτῷ ὀμόσαι, ὅτι οὐκ ὤμοσεν. [Sch. m. III. 178.]
Cyrilli. Si is, qui iuravit, extra iudicium iusiurandum deferat, posterius iusiurandum servatur: quemadmodum et si deferente eo iuratum sit, eum non iurasse.
29 (= D. 12.2.29) · Τρυφων. · Tryphon.
pr.Ἐὰν ὀμόσω, σε μὴ ὀμωμοκέναι χρεωστεῖσθαι, παραγραφὴν ἔχω κατὰ τῆς ἀπὸ τοῦ ὅρκου ἀγωγῆς.
Si iuravero, te non iurasse, dari tibi oportere, exceptionem habeo adversus actionem ex iureiurando.
30 (= D. 12.2.30 pr.) · Παυλ. · Paul.
pr.᾿Ἐὰν ὀμόσω χρεωστεῖσθαι ἐξ ἀγωγῆς διπλασιαζομένης τῇ ἀρνήσει, τὸ ἁπλοῦν μόνον ἐκ τοῦ ὅρκου ἐπαιτῶ. δύναμαι δὲ καὶ μετὰ τὸν ὅρκον κινῆσαι τὴν πρωτότυπον, καὶ δεικνὺς ἄλλως τὸ χρέος ἀπαιτῶ τὸ διπλάσιον.
Si iuravero, deberi mihi ex actione, quae infitiando crescit in duplum, simplum tantum ex iureiurando consequar. Possum vero et post iusiurandum principalem actionem movere, et ubi probavero aliunde debitum, persequar duplum ³.
διπλασιαζομένης, τῇ ἀρνήσει Τοῦ αὐτοῦ. Ὁ ὀμόσας χρεωστεῖσθαι ἐξ ᾿Ακουϊλίου, τὸ ἁπλοῦν λαμβάνει. ἐν αὐτῷ δὲ ἐστιν, ἑλέσθαι τὸν ᾿Ακουίλιον. [Sch. n. III. 178.]
Eiusdem. Qui iuravit, deberi sibi ex lege Aquilia, simplum consequitur. Ipsius tamen est, eligere legis Aquiliae actionem.
Στεφάνου. Ἔγνωμεν τὸν ᾿Ακουΐλιον ἐξ ἀρνήσεως ἀπαιτοῦντα τὸ διπλοῦν. οἶδας δέ, ὅτι καὶ ἡ ἐξ τεσταμέντο διπλασιάζεται ἐξ͵ ἀρνήσεως ἐπὶ λεγάτων καὶ φιδεϊκομμίσσων, ὅσα ταῖς ἁγιωτάταις ἐκκλησίαις ἢ τοῖς ἄλλοις προςκυνητοῖς καταλιμπάνεται τόποις, ἔνθα ὁ κληρονόμος ὁ τοῦτο παρέχειν ὀφείλων εἰς τὸ αὐτὸ ὑπερέθετο τὴν καταβολήν, ὥστε καὶ δικαστηρίου, δεηθῆναι, ὡς ἐν τῷ δ. τῶν ἰνστιτουτιόνων τιτ. 5. καὶ ἀνήνεκται σαφέστερόν τε καὶ ἐντελέστερον ἐν τῷ α. βιβ. τοῦ κωδ. ὑπὸ τὸν τιτ. γ΄. ἐν τῇ μέ. αὐτοῦ τιτ. διατάξει. [Sch n. III. 178.]
Stephani. Didicimus, legis Aquiliae actionem adversus infitiantem in duplum dari. Nosti, etiam ex testamento actionem infitiando duplicari in iis legatis et fideicommissis, quae sanctissimis ecclesiis aut ceteris venerabilibus locis relicta sunt, quando heres, qui haec praebere debebat, distulit solutionem ita, ut iudicio eum compelli necesse esset, ut Inst. lib. 4. tit. 6. et apertius et perfectius relatum est in lib. I. Cod. sub tit. 3. in 45. eiusdem tituli constitutione.
Τοῦ ᾿Ανωνύμου. Ὡς ᾿Ακουΐλιος, καὶ ἐπί τινων θεμάτων ἡ δεπόσιτι, καὶ η σερβικ κορροῦπτι,, καὶ περὶ τῶν εὐαγέσι τόποις καταλειφθέντων, ὡς ἰνστιτουτιόνων δ. τιτ. 5΄. [Sch. n. III 178.]
Innominati. Ut actio legis Aquiliae, et in nonnullis casibus depositi, et servi corrupti, et ex legatis, quae venerabilibus locis relicta sunt, ut Instit. lib. 4. tit. 6.
τὸ ἁπλοῦν μόνον ἐκ τοῦ ὅρκου Ἐκ τῆς ἰμφάκτουμ, οὐ μὴν τοῦ ᾿Ακουϊλίου. ἐκ τούτου δὲ τοῦ νόμου τινές πλανώμενοι λέγουσιν, ὅτι ἐξ ὅρκου ποινὴ οὐκ ἀπαιτεῖται. ἀλλ᾽ οἱ τοιοῦτοι πολύ μοι δοκοῦσι νόμους ἀγνοεῖν. ὅτι γὰρ ἐξ ὅρκου ποινὴ ἀπαιτεῖται, καὶ τοῦτο οὐ μόνον χρηματική ἀλλὰ καὶ ἄτιμος, φησὶ τὸ β. θέμα τοῦ θ. κεφ. τούτου τοῦ τιτ. ἐνταῦθα δὲ διὰ τὶ οὐκ ἀπαιτεῖται ποινὴ ἐξ ὅρκου, φησὶν ἡ τελευταία τοῦ κεφαλαίου· παραγραφή, ὅτι οὐκ ἔστιν ἡ τοῦ Ακονϊλίου ποινή κατὰ φύσιν. ἀνάγνωθι τὴν παραγραφὴν καὶ τὴν τοῦ ῥηθέντος β΄. θέματος τοῦ θ. κεφ. ἀναγκαίαν ούσαν. σημείωσαι ἰδικὸν ἐν ῥητῷ, ὅτι ὅρκου δοθέντος καὶ τῆς ἰμφάκτουμ τεχθείσης, μένει οὐδὲν ἡττον ἡ πρωτότυπος ἀγωγή. [Sch o. III. 178.]
In factum actione, non tamen legis Aquiliae. Hac autem lege quidam decepti dicunt, ex iureiurando poenam non peti. Verum illi valde mihi videntur ius ignorare. Ex iureiurando enim poenam inferri, idque non solum pecuniariam, sed etiam infamantem, dicit them. 2. cap. 9. huius tit. Nostro autem loco cur non petatur poena ex iureiurando, docet ultima capitis adnotatio, quia non est legis Aquiliae poena secundum naturam. Lege adnotationem et dicti them. cap. 9. necessariam adnotationem. Nota speciale in contextu, iureiurando dato et in factum actione nata, manere nihilominus integram actionem principalem.
ἀπαιτῶ τὸ διπλάσιον Μὴ ἐντεῦθεν νομίσης, ὅτι ἰμφάκτουμ κινουμένης οὐκ ἀναδέχεται κατὰ πάντα τὴν φύσιν ἡ πρωτότυπος. διὰ τοῦτο γὰρ ἐνταῦθα τὴν ἐξ͵ ἀρνήσεως δίπλωσιν οὐκ ἀπαιτοῦμεν αὐτῆς κινουμένης, ἐπειδὴ μὴ κατὰ φύσιν ὁ ᾿Ακουΐλιος ἔχει τὴν δίπλωσιν, ἀλλ᾽ ἐξ͵ ἀρνήσεως ἐπιγινομένης αὐτὴν ἀπαιτεῖ ὥςπερ ἐπὶ τῆς φούρτι κινουμένης παρὰ τοῦ ὀμωμοκότος ὑποστῆναι κλοπὴν ἡ ἀπὸ τοῦ ὅρκου ἰμφάκτουμ τὸ διπλοῖν ἢ τὸ τετραπλοῦν ἀπαιτεῖται. ταῦτα γὰρ κατὰ φύσιν τῇ φούρτη παρέπεται, καὶ ἀνάγκη ἐπὶ τοῦτοῖς τὸν ῥέον καταδικάζεσθαι, ὡς δηλοῖ τὸ παρατελευταῖον θέμα τοῦ κή. διγ. εἰ δὲ καὶ τις ἐξΡ ἀτιμοποιοῦ ἀγωγῆς ὀμόσει ἐποφείλεσθαι, καὶ τῆς ἀπὸ τοῦ ὅρκου ἰμφάκτουμ κινουμένης ὁ δέος κατεδικάσθη, οὐκ ἀτιμοῦται, ἐπειδὴ μὴ κατά φύσιν ἡ ἀτιμία παρέπεται. διὰ γὰρ τοῦτο καὶ παρὰ κομπρομισσαρίου διαγνώμονος καταδικασθεὶς οὐκ ἀτιμοῦται, ὡς τῷ ε. θεμ τοῦ ιγ. κεφ. τοῦ β΄. τιτ. τοῦ κα΄. βιβ. τοσοῦτον δὲ οὐκ ἀτιμοῖ ἡ ἀπὸ τοῦ ὅρκου ἰμφάκτουμ, ὅτι καὶ ἐν τῷ θ. διγ. θεμ. β΄. ὁ Οἰλπιανός θεματίζων τινὰ ἐξ͵ ἀτιμοποιοῦ ἀγωτὰ τὸν ὅρκον καταδικασθέντα καὶ ἀτιμούμενον οὐ θεματίζει τὴν ἀπὸ τοῦ ὅρκου ἰμφάκτουμ κινουμένην, ἀλλὰ τὴν πρωτότυπον κινουμένην, ἀτιμοποιὸν τυγχάνουσαν. οὕτω γὰρ ἐκεῖσε φησίν. ἀνάγνωθι βιβ. β. τιτ. β΄. κεφ. μβ. ποῖα φύσει εἰσὶν αἰσχρὰ τῶν ἁμαρτημάτων, καὶ ποῖα τῷ ἔθει τῆς πολιτείας. ὄνειδος καὶ ὀνείδισμα ταὐτόν ἐστι· τινὰ δὲ ὀνείδη φύσει εἰσὶν αἰσχρά, τινὰ πολιτικῶς καὶ ὡςανεὶ ἔθει τῆς πολιτείας· οἷον ἡ κλοπή, ἡ μοιχεία φύσει ἐστὶν αἰσχρόν˙ τὸ δὲ τῇ τουτέλαε καταδικασθῆναι, τοῦτο οὐ φύσει ἐστὶν αἰσχρόν, ἀλλ᾽ ἔθει τῆς πολιτείας· οὔτε γὰρ φύσει ὄνειδός ἐστι τὸ δυνάμενον καὶ εἰς ἄνθρωπον ἐπιτήδειον ἐμπεσεῖν, ὡς βιβ. β. τιτ. β΄. κεφ. μα΄. [Sch p. III. 178. sq.]
Ne hinc existimes, in factum actione mota non recipere per omnia naturam suam principalem actionem. Propterea enim hic duplum ex infitiatione non petimus mota in factum actione, quoniam legis Aquiliae actio duplum secundum naturam suam non habet, sed ex infitiatione superveniente illud petit: sicut in actione furti, quam intendit is, qui iuravit, furtum sibi factum esse, actione in factum ex iureiurando duplum aut quadruplum consequimur. Haec enim furti actionem secundum naturam eius sequuntur, et reus omnino in duplum vel quadruplum condemnari debet, ut ostendit them. penult. dig. 28 Sed et si quis ex famosa actione iuraverit, sibi deberi et reus damnetur instituta actione in factum ex iureiurando, non infamatur, quia non secundum naturam infamia insequitur. Propter illud enim etiam ab arbitro compromissario condemnatus infamia non notatur, uti them. 5. cap. 13. tit. 2. lib. 21. Adeo autem verum est, non infamare actionem in factum ex iureiurando, ut dig. 9. them. 2. Ulpianus fingens quendam ex famoso iudicio post iusiurandum condemnatum, non ponat institutam actionem in factum ex iureiurando sed ipsam actionem principalem famosam. Sic enim ibi ait. Lege lib. 2. tit. 2. cap. 42., quaenam delicta natura turpia sint, et quaenam more civitatis. Probrum et opprobrium idem est: quaedam autem probra natura turpia sunt, quaedam civiliter et quasi more civitatis: veluti furtum, adulterium natura turpe est tutelae autem condemnari, hoc non natura turpe est sed more civitatis: neque enim natura probrum est quod potest etiam in hominem idoneum incidere, ut lib. 2. tit 2. cap. 41.
Ἐξ ἀγνωμοσύνης τοῦ ῥέου. μένει γὰρ πάλιν ἡ πρωτότυπος ἀγωγή, ὡς ἔξω δικαστηρίου παρασχεθέντος τοῦ ὅρκου, κατὰ τὴν παραγραφὴν τοῦ γ΄. θέματος τοῦ θ. κεφαλαίου. [Sch. p. III. 179.]
Ex infitiatione rei. Manet enim rursus principalis actio, quasi extra iudicium praestito iureiurando, secundum adnotationem them. 3. cap. 9.
1᾿Ἐὰν Πέτρον τὸν μὴ ὄντα ἐν φύσει ὀμόσω χρεωστεῖσθαι, οὐδὲ τὴν τιμὴν αὐτοῦ λαμβάνω· εἰ μὴ ἄρα κλοπιμαῖος ἦν, ἢ μετὰ ὑπέρθεσιν ἀπέθανεν.
Si Petrum, qui non sit in rerum natura, iuravero mihi deberi, nec aestimationem eius accipiam nisi forte furtivus sit, vel post moram decesserit.
ἐὰν Πέτρον Κυρίλλου. Ἐὰν ὀμόσω, ὅτι χρεωστεῖς μοι Στίχον, ὃς ἤδη ἐτελεύτησεν, οὐκ ἀπαιτῶ τὴν διατίμησιν, εἰ μὴ κλοπὴ ἢ μόρα ὑπόκειται. [Sch. q. III. 179.]
Cyrilli. Si iuravero, deberi mihi a te Stichum, qui iam diem supremum obiit, non petam aestimationem, nisi furtum aut mora intercesserit.
Στεφάνου. Σημείωσαι, ὅτι τὰ τυχηρὰ τῷ κλέπτῃ καὶ τῷ μόραν ποιήσαντι κινδυνεύεται. [Sch. q. lit. 179.]
Stephani. Nota, casus fortuitos periculo furis esse et eius, qui in mora est.
Τοῦ ᾿Ανωνύμου. Οἱ τοιοῦτοι καὶ μετὰ τὸν θάνατον κεχρεώστηνται· δηλονότι ὁ φούρτιβος καὶ ὁ μετὰ μόραν ἀποθανών, ὡς πολλαχοῦ, καὶ τιτ. α΄. τούτου τοῦ βιβ. καὶ τιτ γ. διγ. έ. καὶ βιβ. ιγ. τιτ. ά. διγ. η. καὶ κ. ήτοι βιβ. κγ΄. τιτ α΄. καὶ τούτου τοῦ βιβ. τιτ. 5΄. [Sch. q III. 179. sq.]
Innominati. Tales etiam post mortem debentur: scilicet furtivus et qui post moram decessit, ut passim, et tit. 1. huius lib. et tit 3. dig. 5. et lib. 13. tit. 1. dig. 8 et 20. seu lib. 23. tit. 1. et huius lib. tit. 6.
2Εἰ μὲν ὀμόσει γυνή, τοσῷδε προῖκα χρεωστεῖσθαι, λαμβάνει αὐτήν· εἰ δὲ τόσην δεδωκέναι, ζητοῦμεν, τί ὀφείλει ἀναλαβεῖν.
Si quidem iuraverit mulier, tantam sibi dotem deberi, accipit eam: si vero, tantam dedisse, quaerimus, quid debeat recuperare.
εἰ μὲν ὀμόσει γυνή Κυρίλλου. Ἡ ὀμόσασα ί. νομίσματα χρεωστεῖσθαι ἀπὸ προικός, τὰ δέκα λαμβάνει. εἰ δὲ ὀμόσει δέκα ἐπιδοῦναι, οὐχ οὕτως. πολλὰ γὰρ μειοῖ τὴν προῖκα. [Sch. r. III. 180.]
Cyrilli. Quae iuravit, decem nummos sibi deberi dotis nomine, decem consequitur. Si vero iuraverit, se decem dedisse, non item. Multa enim dotem minuunt.
Στεφάνου. Θεόφιλος μὲν ὁ μακαρίτης ῥεπουδίῳ ἐθεμάτισε διαλυθέντα τὸν γάμον, καὶ εἶπε μετὰ τὴν ὑπεξαίρεσιν τῶν νεκεσσαρίων δαπανημάτων τὰ δέκα νομίσματα λαβεῖν τὴν γυναῖκα, τὴν ὀμωμοκυῖαν ταῦτα λόγῳ προικὸς ἐπιδεδωκέναι. ἐθεμάτισε δὲ πάντως τῇ κούλπᾳ τοῦ ἀνδρὸς διαλυθέντα τὸν γάμον, ἢ βόνα γρατίᾳ, ἤγουν ἀγαθῇ χάριτι. εἰ δὲ κούλπα τῆς γυναικός διελύθη ὁ γάμος, ἐξέπιπτε τῆς οἰκείας προικός, καὶ οὐ χώραν εἶχε τὰ εἰρημένα. τοῦτο μὲν οὖν, ὡς εἶπον, εἰ ῥεπουδίῳ διελύθη ὁ γάμος. δυνατὸν δὲ καὶ τελευτῇ θεματίσαι διαλυθέντα τὸν γάμον, καὶ εἰπεῖν, ὅτι συνεστῶτος τοῦ γάμου γέγονε τις ἀμφιςβήτησις καὶ ἁψιμαχία μεταξὺ τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς περὶ τῆς προικός, καὶ ὤμοσεν ἡ γυνὴ τοῦ ἀνδρὸς ἐπαγαγόντος αὐτῇ τὸν ὅρκον, ὅτι τὰ δέκα νομίσματα λόγῳ προικός ἐπιδέδοται παρ᾿ αὐτῆς. καὶ ἐὰν οὕτω θεματίσωμεν, δυνάμεθα εἰπεῖν, ὅτι εἰ μὲν τελευτῇ τοῦ ἀνδρὸς διελύθη ὁ γάμος, παρέχουσιν οἱ κληρονόμοι αὐτοῦ τὰ νομίσματα τῇ γυναικί εἰ δὲ τῇ τελευτῇ τῆς γυναικός, δίδωσι τὰ νομίσματα, τοῖς κληρονόμοις αὐτῆς ὁ ἀνὴρ᾽ ἐπὶ ἑκατέρων δηλονότι θεμάτων μετὰ τὴν ὑπεξαίρεσιν τῶν νεκεσσαρίων δαπανημάτων, καὶ τῶν ἄλλων, ὅσα προςήκει παρακατασχεθῆναι, διὰ τῆς ποτὲ μὲν ῥεπετιτίονος, νῦν δὲ καύσας. οἶδας δὲ, ὅτι καὶ τὰ νεκεσσάρια δαπανήματα τὴν προῖκα μειοῦσι. [Sch. r. III. 180.]
Stephani. Theophilus quidem beatae memoriae fingit matrimonium repudio solutum esse, aitque deductis impensis necessariis decem nummos consequi mulierem, quos iuravit dotis nomine se dedisse. Fingit autem omnino culpa viri matrimonium solutum, aut bona gratia. Quodsi uxoris culpa solutum esset matrimonium, dotem suam amitteret, nec locum haberent, quae supra dicta sunt. Haec igitur, ut dixi, si matrimonium divortio solutum sit. Fingi quoque potest morte solutum matrimonium, et dici, constante matrimonio contentionem quandam iurgiumque intercessisse inter virum et uxorem de dote, et viro deferente uxorem iurasse, decem nummos dotis nomine ab ipsa datos esse. Et si ita fingamus, possumus dicere: si quidem morte viri dissolutum matrimonium sit, praestare heredes eius decem nummos mulieri: si vero morte mulieris, nummos heredibus eius a viro praestari: utroque scilicet casu deductis necessariis impensis, aliisque, quae retineri convenit, per retentionem quidem, quae olim quidem obtinebat nunc vero cessat. Nosti vero, etiam necessarias impensas dotem minuere.
3Ἐπὶς τῶν δημοτικῶν ἀγωγῶν εἷς ὁρκῶν, ἢ ἐνάγων ἀσυμπαίκτως, ἀποκλείει πᾶσιν.
In popularibus actionibus unus iuramentum exigens, aut actionem instituens sine collusione, excludit omnes.
ἐπὶ τῶν δημοτικῶν ἀγωγῶν Κυρίλλου. Ὁ ἐπαγαγών ὅρκον ἐπὶ πουπιλλάρῃ ἀγωγῇ, ἢ καὶ γυμνάσας αὐτὴν οὐ κατὰ συμπαιγνίαν, δαπανᾷ αὐτήν. [Sch. s. III. 180.]
Cyrilli. Qui iusiurandum detulit in populari actione, aut etiam exercuit eam non per collusionem, consumit eam.
Σημείωσαι, ὅτι ἐπὶ τῶν δημοτικῶν ἀγωγῶν εἰς ὁρκῶν ἢ καὶ ἀσυμπαίκτως ἐνάγων ἀποκλείει πάντας. ἡ αὐτὴ διάστιξις ἔχει χώραν καὶ ἐπὶ τῶν φισκαλίων ἀγωγῶν, ὡς βιβ. να. τιτ. γ. κεφ. θ. καὶ ἐπὶ τῶν δημοσίων ἐγκλημάτων, ὡς βιβ. ξ΄. τιτ. μζ. κεφ. γ. θεμ. ί. [Sch. s. III. 180.j
Nota, in popularibus actionibus unum, qui iuravit, aut etiam sine collusione, omnes excludere. Eadem distinctio habet locum et in fiscalibus actionibus ut lib. 51. tit. 3. cap. 9. et in publicis criminibus, ut lib. 60. tit. 47. cap. 3. them. 10.
Στεφάνου. Μή γενικῶς καὶ ἀδιορίστως νόμιζε, ὅτι πᾶς δύναται τὴν πουπιλλαρίαν κινεῖν ἀγωγήν. πρῶτον μὲν γὰρ ἄτιμος αὐτὴν οι· ἔπειτα οὔτε γυναικὶ δίδοται, οὔτε πουπίλλῳ, πλὴν εἰ μὴ ἄρα ἰδικῶς αὐτοῖς διαφέρει, ὡς ὁ Οὐλπιανὸς ἐν τῷ μζ. τῶν διγ. βιβ. τιτ. κγ. διγ. δ. καὶ 5΄. φησί. σημείωσαι δὲ ἐνταῦθα, πῶς μιμεῖται δικαστήριον ὁ όρκος· καὶ οὕτω θεμάτισον τὸ εἰρημένον ἐν τῷ τοῦ τιτ. κς. διγ ἔνθα φησί· μιμεῖται δικαστήριον ὁ ὅρκος. [Sch. s. III. 180. sq]
Stephani. Ne promiscue et sine delectu existimes quemque posse popularem actionem movere. Nam primum quidem infamis eam non movet: deinde nec mulieri datur, nec pupillo, nisi specialiter ad eos pertineat, uti Ulpianus dicit lib. 47. Dig. tit. 23. dig. 4. et 6. Nota autem hic, quomodo iusiurandum imitetur iudicium et ita intellige dictum dig. 26. tituli, ubi dicitur, iusiurandum instar esse iudicii
ἀποκλείει πᾶσιν Οὐ μὴν συμφωνῶν μὴ κινεῖν· περὶ γὰρ δημοσίας βλάβης οὐκ ἔξεστι συμφωνεῖν μὴ κινεῖν, ὡς βιβ. α. τιτ. α. κεφ. 5. θεμ. 5. καὶ κεφ. κζ. θεμ. 8 [Sch. t. III. 181.]
Non tamen si pactus est, ne agat: de publica enim laesione pacisci non licet, ne agatur, ut lib. 11. tit 1. cap. 7. them. 7. et cap. 27 them. 5.
Μετὰ γὰρ προκάταρξιν κύριος γίνεται τῆς δίκης. [Sch. t. III. 181.
Nam post litem contestatam dominus litis fit.
4Ἐὰν ὀμόσῃ τις, μὴ εἶναί μου ἀπελεύθερος, οὔτε περὶ ὑπηρεσιῶν, οὔτε τὴν κατὰ τῆς διαθήκης αὐτοῦ ἀγωγὴν ἔχω.
Si quis iuraverit, se non esse libertum meum neque de operis, neque de bonorum possessione contra tabulas eius actionem habeo.
ἐὰν ὀμόσῃ τις Κυρίλλου. Εἰ ὀμόσω, μὴ εἶναὶ σε πάτρωνά μου, ούτε ὑπέρας αἰτεῖς με, ούτε διακατοχὴν αἰτεῖς. καὶ ὁ ὀμόσας οὐσούφρουκτον ὀφείλεσθαι ἀπαιτεῖται καυτίονα. [Sch. u. III. 181.]
Cyrilli. Si iuravero, te non esse patronum meum, neque operas petes a me, nec bonorum possessionem. Et qui iuravit, usumfructum sibi deberi, cautionem praestat.
5Τοῦ Ἐναντιοφανοῦς. Εἰ δὲ ἐγὼ ὀμόσω εἶναι πάτρων, ὅσον μὲν εἰς τοὺς γάμους καὶ εἰς τὰς κληρονομίας οὐκ εἰμὶ πάτρων, ὡς βιβ. κγ. τιτ. β. διγ μέ. καὶ βιβ. λζ. τιτ. ιδ. διγ. ιδ΄. πρὸς δὲ τὸ χρεωστεῖσθαι ῥεβερέντιαμ, τοῦτ᾽ ἔστι τιμὴν καὶ αἰδῶ, καὶ πρὸς τὸ μετὰ συγγνώμης καλεῖσθαι εἰς το δικαστήριον, πάτρων εἰμί, ὡς βιβ. β. τιτ. δ΄. διγ. ή. ἤτοι βιβ. ζ. τιτ. ή. [Sch. u III. 181.j
quidem nuptias et hereditates patronus, 23.. dig 37. tit 14 dig. 14., quoad reverentiam autem mihi debitam, i e modestiam et pudorem, et quod attinet ad id, ut sine venia in ius non vocer, patronus sum, ut lib. 2. tit. 4 dig. 8. seu lib. 7. tit. 8.
Εἰ δὲ ἄνευ ὅρκου ἀποδείξω, ὅτι εἰμί σου πάτρων, πάντα ἂν ἔχοιμι τὰ πατρωνικά δίκαια καὶ προνόμια. [Sch. u. III. 181.]
Sin autem sine iureiurando probavero, me patronum tuum esse, omnia fere habebo patronatus iura et privilegia.
5a᾿Ἐὰν ὀμόσω χρεωστεῖσθαι χρῆσιν καρπῶν, οὐκ ἄλλως αὐτὴν λαμβάνω, εἰ μὴ παράσχω τὴν περὶ χρήσεως ἀσφάλειαν.
Si iuravero, deberi mihi usumfructum, non alfter eum habebo, quam si praestitero cautionem usufructuariam.
31 (= D. 12.2.31) · Γαι. · Gai.
pr.Ἐν τοῖς ἀμφιβόλοις εἴωθεν ὁ δικαστὴς ὅρκον ἐπιφέρειν, καὶ οὕτω ψηφίζεσθαι. ἐὰν οὖν ὁ καταδικασθεὶς εἰρηκέναι λέγῃ μετὰ ταῦτα δικαιώματα, καὶ μόνοις αὐτοῖς θέλῃ χρήσασθαι, ἄνωθεν κινεῖ· εἰ δὲ ἀντίδικος ἐπαγάγῃ τὸν ὅρκον, οὐκ ἀναψηλαφᾶται ἡ ὑπόθεσις.
In dubiis causis solet iudex iusiurandum deferre, et ita iudicare. Si igitur condemnatus invenisse se dicat post haec instrumenta hisque solis uti velit, ex integro causam agit: sin autem adversarius detulerit iusiurandum, non retra ctatur causa.
ἐν τοῖς ἀμφιβόλοις Σημείωσαι, ὅτι πέντε ὅρκους ἔχομεν, ἤγουν βολουντάριον, ὃς ἀπὸ τοῦ ἀντιδίκου ἐπάγεται ἐκτὸς δικαστηρίου· νεκεσσάριον, ὃς ἀπὸ τοῦ ἀντιδίκου ἐπάγεται ἐντὸς δικαστηρίου· ἰουδικιάλιον, ὃς ἀπὸ τοῦ δικαστοῦ δίδοται τοῖς δικαζομένοις. καὶ ὁ μὲν βολουντάριος οὐδὲ ἐπί τίνος θέματος ἀναψηλαφᾶται· ὁ δὲ ἰουδικιάλιος, ὡς Κύριλλος λέγει, ἀναψηλαφᾶται ἐπὶ ἑνὸς θέματος, ἤγουν ὅταν εὑρεθῶσι καινὰ δικαιώματα, οἷς καὶ μόνοις ὁ χρώμενος ὀφείλει χρᾶσθαι, οὐ μὴν καὶ ἑτέρα τινὶ δικαιολογία. ὡς δὲ λέγει ὁ Στέφανος, ἐπὶ τοῦ τοιούτου θέματος καὶ ὁ νεκεσσάριος καὶ ὁ Ιουδικιάλιος ἀναψηλαφῶνται. εἰσὶ καὶ ἕτεροι δύο, ὁ περὶ καλουμνίας καὶ ὁ ἐν λίτεμ. καὶ ὁ μὲν περὶ καλουμνίας ἐστίν, ὃς ἐν προοιμίῳ τῆς δίκης, ἐδίδοτο, ὡς ἔχεις μαθεῖν ἐν τῷ ὁ. τιτ. τοῦ παρύντος βιβ. ἀνάγνωθι τὸν ἴνδικα ἀπ᾿ αὐτῆς τῆς ἀρχῆς. ὅστις ὅρκος ὁ περὶ καλουμνίας, δηλαδὴ ὁ ἐν τῇ ἀρχῇ τῆς δίκης εἰωθὼς δίδοσθαι, τανῦν οὐ πολιτεύεται ὡς ἄχρηστος. τὸν δὲ ἐν λίτεμ ὅρκον γνοίης ἂν ἐν τῷ ς΄. τιτ. τοῦ παρόντος βιβ [Sch. x. III. 181.]
Nota, quinque iuramenta nos habere, id est, voluntarium, quod extra iudicium ab adversario defertur: necessarium, quod in iudicio ab adversario defertur: iudiciale, quod a iudice datur litigantibus. Ac voluntarium quidem nullo casu retractatur: iudiciale autem, uti Cyrillus dicit, revocatur uno casu, id est si instrumenta nova reperta fuerint, quibus solis uti debet, nec vero alia quadam allegatione Ut autem dicit Stephanus, in hoc casu et necessarium et iudiciale retractantur. Sunt etiam alia duo, iusiurandum calumniae et in litem. Et iusiurandum quidem de calumnia est, quod in exordio litis dabatur, ut cognoscere potes ex tit. 5. huius libri. Lege Indicem ab ipso initio. Quod iuramentum calumniae, initio scili cet litis dari solitum, hodie in usu non est, tanquam inutile. In litem vero iusiurandum disces ex tit. 6. huius libri.
Κυρίλλου. Καινῶν, ἐνστρουμέντων εὑρεθέντων ἀναψηλαφᾶται ὁ κελεύσει τοῦ δικαστοῦ δοθείς, οὐχ ὁ βoλουντάριος ἢ νεκεσσάριος. [Sch. x. III. 182.]
Cyrilli. Novis instrumentis repertis retractatur iusiurandum iussu iudicis datum, non voluntarium aut necessarium.
Γοβίδας. Ἰουδικιάλιον λέγει ὁ Κύριλλος ἀπὸ καινῶν ἐνστρουμέντων ἀναψηλαφᾶσθαι, οὐ μὴν τὸν ἀπὸ τοῦ ἀντιδίκου ἐπενεχθέντα εἴτε ἐν δικαστηρίῳ, εἴτε καὶ τούτου χωρίς. ὁ Στέφανος δὲ φησι, καὶ τὸν ἐν δικαστηρίῳ5, καὶ ὃν ἂν ὁ ἀντίδικος ἐν δικαστηρίῳ ἐπαγάγῃ, ἀπὸ καινῶν ἰνστρουμέντων ἀνατρέπεσθαι· μόνον δὲ τὸν βολουντάριον τέως μὴ ἀνατρέπεσθαι. [Sch. x. 111. 182.]
Gobidas. Iudiciale Cyrillus dicit novis instrumentis retractari, non vero ab adversario delatum sive in iudicio, sive extra iudicium. Stephanus autem dicit, etiam iusiurandum, quod adversarius extra iudicium, vel in iudicio detulit, novis instrumentis retractari: solum autem voluntarium tunc non retractari.
Στεφάνου. Σημείωσαι, ὅτι ἐφ᾽ ὧν ἀναψηλαφᾶται ὁ ὅρκος, ὁ νεκεσσάριος καὶ ὁ ἰουδικιάλιος δηλονότι, οὐκ ἐφεῖται τῷ νῦν κινοῦντι ἄλλαις κεχρῆσθαι δικαιολογίαις ἢ ἀποδόσεσιν, εἰ μὴ ταῖς τῶν εὑρεθέντων ἰνστρουμέντων. μὴ νόμιζε δέ, ὅτι ἐπὶ ἰουδικιαλίου καὶ μόνου ὅρκου χώραν ἔχουσιν αἱ διατάξεις. οὔτε γὰρ εἶπεν, ἡνίκα ἀπὸ δικαστοῦ ὅρκος ἐπενεχθῇ, ἢ ἡνίκα οὐ καλῶς ἐπιχειρεῖς δεῖξαι. οὐ καθόλου δὲ ὁ νεκεστάριος ἢ ὁ ἰουδικιάλιος ὅρκος ἀναψηλαφᾶται. ἐπὶ γὰρ ἑνὸς θέματος ἀναψηλαφᾶται ἀπὸ τοῦ δικαστοῦ ἀπολυθεὶς ὁ ὀμωμοκώς. ἄλλως τε δὲ οὔτε φησίν, ὅτι ἐπὶ τῶν ἀμφιβόλων εἰώθασιν οἱ δικασταὶ ὅρκον ἐπάγειν· ἀλλ᾽ οὕτω φησίν· Εἰώθασιν ἐπὶ τῶν ἀμφιβόλων οἱ δικασταὶ ὅρκου͵ ἀποτελεσθέντος, τουτέστιν εἴτε αὐτοῦ τοῦ λιγαταρίου τὸν ὅρκον ἀπαιτήσαντος ἤτοι ἐπαγαγόντος, εἴτε αὐτοῦ τοῦ δικάζοντος, ψηφίζεσθαι ὑπὲρ τοῦ ὀμωμοκότος. ὅτι δὲ καινῶν ἰνστρουμέντων εὑρεθέντων ἐπὶ νεκεσσαρίοις καὶ ἐπὶ νεκεσσαρίοις οὐ καθόλου χώραν ἔχουσιν αἱ διατάξεις αἱ περὶ τῆς ἀναψηλαφήσεως, ἔστι μαθεῖν καὶ ἐξ ὧν φησιν ἡ διάταξις, ἥτις ἀνήνεκται βιβ. δ. τοῦ κώδικος ὑπὸ τὸν α΄. τοῦ βιβ. τιτ. ἤγουν κεφ. τελευτ. τούτου τοῦ τιτ. τοῦ παρόντος βιβ. θεματίζουσα γαρ τινα ληγάτον ἢ φιδεϊκόμμισσον ἀπαιτήσαντα καὶ τῆς διαθήκης μὴ ευρεθείσης ὅρκον ἐπάγοντα, εἶπε χώραν ἔχειν τα τῆς ἀναψηλαφήσεως. καὶ ἁπλῶς εἰπεῖν, ἐπὶ βολουνταρίου καὶ μόνου νόησον μὴ ἀναψηλαφᾶσθαι τὸν ὅρκον, ὡς καὶ αὐτὸς ὁ Γάϊος κατὰ τὸ παρὸν δίγεστον δείκνυσι. ἔστι δὲ κἀκεῖνο πάλιν ἐκ τῆς εἰρημένης διατάξεως σημειώσασθαι, ὅτι οὐ μόνον ἐπὶ ἰνστρουμέντων, ἀλλὰ καὶ ἐπὶ πάσης ἀποδείξεως χώραν ἔχουσιν αἱ διατάξεις, καὶ τὰ τῆς ἀναψηλαφήσεως. οὔτε γάρ φησιν ἡ αὐτὴ διάταξις, ὅτι ἐὰν εὑρεθῇ μετὰ ταῦτα ἡ διαθήκη, ἀλλ᾽ ἐὰν ὁπωςδήποτε γένηται δῆλον, ὅτι οὐ κατελείφθη ληγάτον ἢ, φιδεϊκόμμισσον τῷ ὀμωμοκότι, χώραν ἔχει τὰ τῆς ἀναψηλαφήσεως καὶ ἀναδίδοται τὰ ληγάτα, μηδὲν ἀπὸ τῆς οἰκείας ἐπιορκίας ἀποκερδαίνοντος τοῦ τοῦτο κομισαμένου. φησὶ δὲ καὶ ὁ Παῦλος ἐν τῷ κβ. βιβ. τιτ. δ΄. διγ. α. ὅτι τῇ τῶν ἰνστρουμέντων προςηγορία σημαίνονται πάντα, ὅσα τινὶ ἁρμόττει πρὸς ἀπόδειξιν. " [Sch. x. III. 182. 8q.]
Stephani. Nota, in quibus casibus iusiurandum retractatur, necessarium scilicet et iudiciale, non permitti nunc agenti, aliis uti allegationibus aut defensionibus, nisi ex instrumentis repertis. Ne tamen putes, in iudiciali solum iureiurando locum habere con stitutiones. Neque enim dixit, cum a iudice iusiurandum delatum fuerit, aut cum non recte coneris probare. Ceterum non semper necessarium aut iudiciale iusiurandum retractatur. Nam uno casu retractatur a iudice absolutus is, qui iuravit. Praeterea etiam non ait, in causis dubiis solere iudices iusiurandum deferre sed ita dicit: Solent in causis dubiis iudices iureiurando praestito, hoc est, sive ipso litigatore iuramentum exigente aut etiam deferente, sive ipso iudice, sententiam ferre secundum eum, qui iuravit. Quod autem novis instrumentis repertis in iudicialibus et in necessariis non omnino locum habeant constitutiones de retractatione, scire licet et ex iis, quae dicit constitutio, quae exstat lib. 4. Cod. tit. 1. seu cap. ult. huius tit huius libri, quae quidem hunc casum supponit: cum quidam legatum vel fideicommissum petiisset et testamento non invento iusiurandum ei heres detulisset, dicit locum habere, quae de retractatione valent. Et ut brevibus dicam, solum voluntarium iusiurandum non retractatur, ut et ipse Gaius ostendit in hoc digesto. Est vero et illud rursus ex dicta constitutione notandum, non solum in instrumentis, sed etiam in omni probatione locum habere constitutiones, quaeque de retractatione dicuntur. Neque enim dicit eadem constitu tio, si repertum fuerit post haec testamentum, sed si quocunque modo manifestum factum sit, non relictum esse legatum, aut fideicommissum ei, qui iuravit, locum habere retractationem et restitui legata, neque quid quam ex periurio suo lucri eum reportare. Dicit vero etiam Paulus lib. 22. tit 4. dig. 1. instrumentorum appellatione significari omnia, quaecunque cui competant ad probationem.
Τοῦ αὐτοῦ. Οἰκ ἐπὶ τῶν ἀμφιβόλων πάντως ὁ δικαστής ὅρκον ἐπαγαγεῖν ὀφείλει, ἀλλ᾽ ἔνθα ἀπορία πάσης ἐστὶν ἀποδείξεως. ἡ γὰρ διάταξις δηλοῖ, τότε χρῆναι τὸν δικαστὴν ἐπάγειν τὸν ὅρκον, ὅτε πάσης αποδείξεώς ἐστιν ἀπορία. ἀνήνεκται δὲ ἡ διάταξις βιβ. δ΄. τοῦ κωδ. ὑπὸ τὸν α. τοῦ βιβ. τιτ. γ. διατ. τοῦ τιτ. τυγχάνουσα, ἤτοι κεφ. μέ. τοῦ παρόντος τιτ. σημείωσαι οὖν καὶ ἐξ αὐτῆς τῆς διατάξεως καὶ ἐκ τοῦ παρόντος διγέστου, ὅτι ἐν ἀπορίᾳ τῶν ἀποδείξεων ὁ ὅρκος ἐπάγε-. ται· οὐχ ὅτι καὶ ἀποδείξεων οὐσῶν͵ οὐ δύναταί τις ὅρκόν ἐπάγειν· τοῦτο γὰρ ἐπὶ μόνου ἐπιτρόπου πουπιλλαρίαν ἔχοντος ἀγωγὴν ὁ Παῦλος ἐν τῷ λε. διγ. φησίν᾿ ἀλλ᾽ ὅτι δύναται ὁ μὴ εὐπορῶν ἀποδείξεων ὅρκον ἐπιφέρειν. τοῦτο μὲν οὖν περὶ ῥέου εἴρηται. ὁ δὲ δικαστής, ὡς εἶπον, οὐκ ὀφείλει͵ τὸν ἰουδικιάλιον όρκον ἐπάγειν, εἰ μὴ ἐν ἀπορίᾳ πάσης ἀποδείξεως, ὡς φησιν ἡ προαναπεφωνημένη διάταξις. σημείωσαι ὅτε μὲν γὰρ εὐχερῶς ἔχει περὶ τὰς ἀποδείξεις, οὐκ ἐπάγεται 다 όρκος· ότε δὲ εἰσὶ μὲν ἀποδείξεις, οὐ δύνανται δὲ παραστήναι ταῦται ἢ διὰ πενίαν, ἢ ἑτέραν αἰτίαν, ἐπάγει ὅρκον. [Sch. x. 111. 183.]
Eiusdem. Non in dubiis omnino iudex iusiurandum deferre debet: sed ubi inopia est omnis probationis Constitutio enim significat, iudicem tunc iusiurandum deferre debere, quando omnis probationis est inopia. Est autem constitutio 3. lib. 4. tit 1. Codicis seu cap. 45. huius tituli. Nota igitur et ex constitutione et ex hoc digesto, iusiurandum inopia probationum deferri: non quod et probationibus deficientibus possit quis iusiurandum deferre: hoc enim in solo tutore pupillarem habente actionem Paulus dig. 35. dicit: sed quod potest, qui non abundat probationibus, iusiurandum deferre. Hoc igitur de reo dictum est. Iudex vero, ut dixi, non debet iudiciale iusiurandum deferre, nisi deficiente omni probatione, ut dicit praedicta constitutio Nota, quandoquidem non probationes ad manus sunt, non imponi iusiurandum: quando vero adsunt probationes, non vero manifestari istae possunt aut propter paupertatem, aut quam aliam causam, deferri iusiurandum.
Τοῦ Ἐναντιοφανοῦς. Ζήτει βιβ. δ΄. τοῦ κωδ. τιτ. α΄. διατ. α΄. ἥτις φησίν, ὅτι ἡ τμηθεῖσα ὑπόθεσις δι᾽ ὅρκου ἐξ ἐπαγωγῆς τοῦ ἀντιδίκου ἢ συναινέσεως τῶν μερῶν οὐκ ἀναψηλαφᾶται προσχήματι ἐπιορκίας, εἰ μὴ ῥητῶς ὁ νόμος τοῦτο ὑπεξεῖλε. τὸ αὐτό, κἂν ὁ ὅρκος συνεχωρήθη. λέγει δὲ καὶ διατ. τοῦ αὐτοῦ τίτλου ιβ΄. ὅτι ἐὰν ἐξ ἐπαγωγῆς τοῦ δικαζομένου, ὁμοθῇ, οὐκ ἔχει χώραν ἡ ἔκκλητος, καὶ πῶς χώραν μὴ ἐχούσης τῆς ἐκκλήτου φησὶν ἐν τῷ παρόντι διγέστῳ, τὸν ἰουδικιάλιον, ἤτοι τὸν ἀπὸ τῆς τοῦ δικαστοῦ κρίσεως δοθέντα ἀναψηλαφᾶσθαι; καὶ λέγομεν, ὅτι ἢ ἐν αὐτῇ τῇ πρωτοτύπῳ δίκη πρὸ ψήφου τοῦτο γίνεται, ἢ μετὰ ψῆφον, καὶ χώρα ἐκκλήτῳ κατά μίμησιν τῶν ἀπὸ πλαστῶν ἰνστρουμέντων ψηφιζομένων, ὡς βιβ. ζ. τοῦ κώδικος τιτ. νή. ἰνστρούμεντα γάρ ἐστι πάντα τὰ τὴν ὑπόθεσιν δεικνύντα, πρόςωπά τε καὶ δικαιώματα, ὡς βιβ. κβ. τις. δ΄. διγ. α΄. δυνατὸν δὲ, μὴ κωλύεσθαι τὴν ἔκκλητον, ὅτε ἐξ ἐπαγωγῆς τοῦ δικαστοῦ ὁμοθῇ. ἡ γὰρ εἰρημένη διάταξις ιβ΄. τοῦ α΄. τιτ. τοῦ δ. βιβ. τότε λέγει τὴν ἔκκλητον μὴ ἔχειν χώραν, ὅτε ἐξ ἐπαγωγῆς τοῦ ληγαταρίου, ὀμοθῇ, ἢ ὅτε ὁ ἐπαγαγὼν παραιτήσεται τὴν ἀντεπαγωγήν. καὶ μετὰ τὸν ὀμνυόμενον ὅρκον ἐν τῷ ἰνστρουμέντῳ ἥτοι τῇ ἀπογραφῇ ζητεῖται παρὰ τοῦτο ἀκριβές, καὶ δούλοι, βασανίζονται, ὡς ἐν τῇ α. νεαρᾷ, ἤτοι βιβ. μα΄. τιτ δ. κεφ. α. ἔχεις ἕτερον θέμα βιβ. δ΄. τοῦ κώδικος, τιτ. α΄. διατ. ὑστέρα. καὶ ἐν τῇ μθ. καὶ ρκδ΄. νεαρᾷ. ἀνάγνωθι καὶ διγ. ιγ. τούτου τοῦ τιτ. καὶ βιβ. β. τοῦ κωδ. τιτ. δ΄. διατ. ιθ΄. καὶ βιβ. ζ. τιτ. νβ΄. διατ. δ΄. καὶ βιβ. μθ. τῶν διγ. τιτ. α΄. διγ. κή. ήτοι βιβ. θ. τιτ. α. καὶ βιβ. β΄.; τοῦ κώδικος τιτ. δ. διατ. μα. μβ., ἀνάγνωθι καὶ βιβ. δ τιτ. α΄, διατ. ή, καὶ βιβ. θ. τιτ. ή. διατ. β΄. ἤτοι βιβ. ξ. τιτ. λς. κεφ. ιε. [Sch. x. III. 183. sq.]
Enantiophanis. Quaere lib. 4. Cod. tit. 1. const 1. quae dicit, causam iureiurando decisam adversario deferente vel ex consensu partium non retractari periurii praetextu, nisi specialiter lex hoc excipiat. Idem est, etiamsi iusiurandum remissum sit. Dicit autem et constitutio 12. eiusdem tituli, si deferente iudice iuratum sit, provocationi locum non esse. At quomodo locum non habente provocatione dicit in hoc digesto iudiciale, id est ex iudicis sententia praestitum, retractari? Ac nos dicimus, vel in ipso principali iudicio ante sententiam hoc fieri, vel post sententiam, et locum provocationi esse ad similitudinem eorum, quae ex falsis instrumentis iudicata sunt, ut lib. 7. Cod tit. 58. Instrumenta enim sunt omnia, quibus causa probatur, tam personae, quam scripturae, ut lib. 22 tit. 4. dig. 1. Fieri autem potest, ut non prohibeatur provocatio, quando deferente iudice iuratum est. Nam dicta constitutio 12. tit. 1. lib. 4. tunc dicit provocationem locum non habere, cum deferente litigatore iuratum fuerit, vel cum is, qui detulit, relationem recusaverit. Atque post iusiurandum praestitum in instrumento seu inventario praeterea veritas exquiritur et servi torquentur, ut Novella I. seu lib. 41. tit. 4 cap. 1. Habes aliud thema lib. 4. Cod. tit 1. const. ultima, et Novella 49. et 124. Lege etiam dig. 13. huius tit. et lib. 2. Cod tit 4. const 19. et lib. 7. tit 52 const. 4. et lib. 49. Dig. tit. 1. dig. 28. seu lib. 9. tit. 1 et lib. 2. Cod. tit. 4. const. 41. 42. Lege et lib. 4. tit 1 const. 8. et lib. 9. tit 8. const 2. seu lib. 60. tit. 36 cap. 15.
ἐὰν οὖν ὁ καταδικασθείς Ἐπὶ τούτου τοῦ ῥήματος ἡ ἐναντιοφάνεια τῶν ἰνδικευτῶν δηλοῦται, τοῦ τε Κυρίλλου καὶ τοῦ Στεφάνου. ὁ μὲν γὰρ Στέφανος, ὡς δοκεῖ μοι, τοῦτο νοεῖ ἐπὶ τῶν δυο ὅρκων, τοῦ τε νεκεσσαρίου καὶ τοῦ ἰουδικιαλίου, ἵνα ἐὰν ὁ καταδικασθείς, εἴτε ἀπὸ ὅρκου νεκεσσαρίου, εἴτε ἀπὸ ὅρκου ἰουδικιαλίου, εὑρεθῆναι λέγει καινά δικαιώματα, μετὰ ταῦτα ἄνωθεν κινεῖ, ὡς δῆθεν τῶν δύο ὅρκων ἀναψηλαφωμένων. τὸ δὲ, εἰ δὲ ὁ ἀντίδικος ἐπαγάγῃ ὅρκον, οὐκ ἀναψηλαφᾶται ἡ ὑπόθεσις, περὶ μόνου βολουνταρίου ἐκλαμβάνεται. ὁ δὲ Κύριλλος, τὸ μὲν οὖν, καὶ ὁ καταδικασθείς, περὶ μόνου τοῦ ἰουδικιαλίου νοεῖ· τὸ δέ, εἰ δὲ ὁ ἀντίδικος ἐπαγάγῃ τὸν ὅρκον, περὶ τῶν δύο ὅρκων νοεῖ, τοῦ τε βολουνταρίου καὶ τοῦ νεκεσσαρίου, καὶ ἀμφοτέρων παρὰ τοῦ ἀντιδίκου ἐπαγομένων. [Sch. y. III. 184.]
In hoc loco contraria manifestatur sententia eorum, qui Indices confecerunt, Cyrilli et Stephani. Nam Stephanus quidem uti mihi videtur, hoc intelligit de duobus iuramentis de necessario et iudiciali, ut si condemnatus, sive ex iureiurando necessario, sive ex iureiurando iudiciali invenisse se dicat nova instrumenta, posthac denuo agere queat, quasi scilicet ambobus iuramentis retractatis. Illud vero: sin autem adversarius detulerit iusiurandum, non retractatur causa, de solo voluntario sumitur. Cyrillus contra haec verba, si igitur condemnatus, de solo iudiciali intelligit: illa vero sin autem adversarius detulerit iusiurandum, de duobus iuramentis intelligit, et voluntario et necessario et utroque ab adversario delato.
32 (= D. 12.2.32) · Μοδεστιν. · Modestin.
pr.Ὁ ἄνηβος παραχωρεῖν ὅρκον οὐ δύναται.
Pupillus remittere iusiurandum non potest.
ὁ ἄνηβος Κυρίλλου. Ὁ ἄνηβος οὐ καλῶς παραχωρεῖ ὅρκον. [Sch. z. III. 184.]
Cyrilli. Pupillus non iure remittit iusiurandum.
Στεφάνου. Τοῦτο νόησον, εἰ˙ μετὰ τῆς αὐθεντίας τοῦ ἐπιτρόπου τὸν ὅρκον παραχωρεῖ, μεθ᾽ οὗ καὶ δύναται τὴν ἀρχὴν ὅρκον ἐπάγειν. Θεόφιλος μέντοι ὁ μακαρίτης φησί, μὴ δύνασθαι τὸν πούπιλλον τὸν ὅρκον παραχωρεῖν, κἂν παρῆν ὁ ἐπίτροπος αὐτῷ τὴν ἀρχήν, ὅτι οὔτε δύναται ἐπάγειν τὸν ὅρκον, εἰ μὴ ἐν ἀπορία πάσης ἀποδείξεως, ὡς ὁ Παῦλος ἐν τῷ λέ, διγ. φησί. πῶς οὖν ὁ μήτε ἐπαγαγεῖν ὅρκον ῥᾳδίως δυνάμενος δύναται τὸν ἐπενεχθέντα ὅρκον παραχωρεῖν; [Sch. z. III. 184.]
Stephani. Hoc intellige, nisi tutoris auctoritate interposita remittat, cum quo et potest initio iusiurandum deferre. Theophilus tamen beatae memoriae dicit non posse pupillum iusiurandum remittere, etiamsi adfuerit tutor ipsi initio, quia neque potest deferre iusiurandum, nisi deficiente omni probatione, ut Paulus in dig. 35. dicit. Quomodo igitur, qui ne deferre quidem iusiurandum facile potest, delatum iusiurandum remittere poterit?
33 (= D. 12.2.33) · Ούλπιαν. · Ulpian.
pr.Ὁ κατὰ τῆς ἑαυτοῦ σωτηρίας ὀμνὺς δοκεῖ μὲν ὀμνύναι κατὰ τοῦ θεοῦ· εἰ δὲ μὴ οὕτως ἐπηνέχθη, ἄνωθεν ὄμνυσιν.
Qui per salutem suam iuravit videtur quidem iurare per Deum: si tamen non ita delatum est, ex integro iurat.
ἄνωθεν ὄμνυσιν Τοῦτ᾽ ἔστιν, ἵνα, ὡς ἐπηνέχθη ὁ ὅρκος, οὕτω καὶ παρασχεθῇ κατὰ τὸ γινόμενον δρκισκόπιον. [Sch. a. III. 185.]
Hoc est, ut, quemadmodum delatum fuerit iusiurandum, ita etiam praestetur secundum propositum praestandi iuramenti modum.
34 (= D. 12.2.34 pr.) · Ἴδεμ. · Idem.
pr.Καὶ περὶ χρημάτων καὶ πραγμάτων καὶ ἔργων ἔξεστιν ἐπάγειν καὶ ἀντεπάγειν.
Etiam de pecuniis et rebus et operis licet iusiurandum deferre et referre.
καὶ περὶ χρημάτων Κυρίλλου. Ἐπάγεται ὁ ὅρκος καὶ περὶ χρημάτων, καὶ πάντων πραγμάτων, καὶ ὀπερῶν. ἔξεστι δὲ ἀντεπιφέρειν. [Sch. b. III. 185.]
Cyrilli. Defertur iuramentum etiam de pecuniis, et omnibus rebus, et operis Licet autem referre.
Στεφάνου. Σημείωσαι δὲ, ὅτι καὶ ὁ νεκεσσάριος ὅρκος σήμερον ἐπὶ παντὸς πράγματος χώραν ἔχει, καὶ οὐχ, ὡςπερ τὸ παρὸν, ἐπὶ τινῶν, οἷον ἐπὶ τῇ εικ κέρτουμ πράκτουμ w καὶ, τῆς ουνίαε κονστιτούταε. ὅτι γὰρ καὶ περὶ νεκεσσαρίου ὅρκου φησί, δείκνυσι δι᾽ ὧν ἐπιφέρει λέγων, ἐπάγειν καὶ ἀντεπάγειν. ἀντεπιφορὰ γὰρ κυρίως οὐκ ἔστιν, εἰ μὴ ἐπὶ νεκεσσαρίου ὅρκου, ήτοι τοῦ ἐν δικαστηρίω παρεχομένου, ὡς ὁ Παῦλος ἐν τῷ κή. φησὶ διγέστῳ. [Sch. b. III. 185.]
Stephani. Nota vero, etiam necessarium iusiurandum hodie in omni re locum habere, neque, ut olim, in quibusdam, utputa in actione si certum petatur, et actione pecuniae constitutae. Nam etiam de necessario iureiurando loqui Iureconsultum, ostendit his, quibus utitur, verbis: deferre et referre. Relatio enim proprie non est nisi in necessario iureiurando, sive in eo, quod in iudicio praestatur, ut Paulus in digesto 28. ait.
ἐπάγειν͵ καὶ ἀντεπάγειν Τοῦ Ἐναντιοφανοῦς. ῎Ανευ τῆς φούρτι καὶ τῆς ῥέρουμ ἀμοτάρουμ, ὡς μετά λογισμοῦ βιβ. κε΄. τιτ. β. διγ. ια. καὶ ιβ [Sch. c. III. 185.]
deferre et referre Enantiophanis. Praeter furti et rerum amotarum actionem, ut cum ratione lib. 25. tit. 2. dig. 11. et 12. dicitur.
1Ὁ λέγων ἠλευθερῶσθαι διὰ τὸ νομίζειν ἀποθανεῖν τὸν δοῦλον, ὃν χρεωστεῖ, οὐκ ὀφείλει οὕτως ὀμνύειν· ἀλλ᾽ ἢ οὐκ ὄμνυσιν, ἢ λαμβάνει προθεσμίαν ἐπὶ τῷ ἀκριβῶσαι, καὶ οὕτως ὀμόσαι.
Qui dicit, se ideo liberatum esse, quod putaverit, decessisse servum, quem debebat, non debet ita iurare: sed aut omnino non iurat, aut accipit spatium ad certiorandum sese, et ita iurandum.
διὰ τὸ νομίζειν ἀποθανεῖν Κυρίλλου. Ὁ ὑπονοῶν, ὅτι ἀπέθανε Στίχος, ὃν ἐχρεώστει, ἢ οὐκ ἀναγκάζεται ὀμόσαι, ἢ διάστημα λαμβάνει. [Sch. d. III. 185.]
Cyrilli. Qui suspicatur, decessisse Stichum, quem debet, aut non compellitur iurare, aut spatium accipit.
ἐπὶ τῷ ἀκριβῶσαι Οὐκ ὀφείλει γὰρ οὗτος ὀμόσαι, ὅτι νομίζω ὡς ἀπέθανεν ὁ δοῦλος, ἀλλ᾽ ἢ οὐκ ὄμνυσι καὶ δίδωσι τὸν δοῦλον, ἢ βεβαιοῦται καὶ ἐντελῶς πληροφορεῖται, ὅτι ἀπέθανε, καὶ τοῦτο ὀμνύει, ὅτι βεβαίως οἶδεν, ὡς ἀπέθανεν, πρὸ μόρας δηλονότι. εἰ γὰρ μετὰ μόραν, καὶ οὗτος ὀφείλει τὴν τούτου διατίμησιν παρασχεῖν, ὡς ὁ Παῦλος ἐν τῷ λ. διγ. τοῦ παρόντος τίτλου φθάσας ἐδίδαξεν· παραχωρουμένου δηλονότι τοῦ ὅρκου πρὸς τὸ δι᾽ ἀποδείξεων τελεσθῆναι τὸ ζητούμενον. [Sch. e. IIÍ. 185]
Non debet enim is iurare, se putare, servum decessisse, sed aut non iurat
1aὉ πόλεως ἢ σωματίου διεκδικητὴς ὁρκοῖ, ἐὰν ῥητῶς ἐπετράπη.
Civitatis vel corporis defensor iusiurandum defert, si nominatim ipsi commissum sit.
2Ὅρκος οὐκ ἐπιφέρεται ἀνήβῳ.
Pupillo iusiurandum non defertur.
ἀνήβῳ Τοῦτο περὶ νεκεσσαρίου νόησον ὅρκου· τὸν γὰρ βολουντάριον ὅρκον καὶ πούπιλλος καλῶς ὄμνυσι, καὶ ὠφελεῖ ἑαυτόν, ὡς ἔγνως ἐν τῷ κς. διγέστῳ, καὶ ὡς ὁ Πομπώνιος ἐν τῷ μβ. διγέστῳ φησί. σημείωσαι, ὅτι τὸν νεκεσσάριον ὅρκον οὐκ ὀμνύει ὁ πούπιλλος. [Sch. g. 111. 185.]
Hoc de necessario intellige iuramento: voluntarium enim iusiurandum etiam pupillus recte iurat, et proderit ipsi, ut nosti ex dig. 26. et ut Pomponius dig. 42. dicit. Nota, necessarium iusiurandum non iurare pupillum.
οὐκ ἐπιφέρεται ᾿Αλλ᾿ οὐκ ἐπιφέρει, ὡς κεφ. λέ΄. θεμ. β. καὶ κεφ. ιζ. θεμ. β΄. [Sch. h. 111. 185.]
Sed nec defert, ut cap. 35 them. 2. et cap. 17. them. 2.
3Οὔτε συνήγορος, οὔτε διεκδικητὴς ἀναγκάζεται ὀμόσαι.
Neque advocatus, neque defensor compellitur iurare.
οὔτε συνήγορος Ὀμόσαι μὲν ὁ προκουράτωρ ἢ ὁ δεφένσωρ οὐκ ἀναγκάζονται. ὀμόσαντες δὲ ὠφελοῦσι τὸν πρωτότυπον, ὡς ὁ Παῦλος ἐν τῷ θ΄. διγ. φθάσας ἐδίδαξε. τοῦτο δὲ νόησον περὶ τῶν ἐπὶ τομῇ διδομένων ὅρκων, διὰ τὸ κείμετον ἐν τῇ τελευταία διατάξει τοῦ τελευτ. τιτ. τοῦ β. βιβ. τοῦ κώδικος, τῇ νομοθετούσῃ περί τε τοῦ τῆς καλουμνίας καὶ τοῦ δικαίαν οἴεσθαι τὴν ἀντίρρησιν ὅρκου τοῦ διδομένου ἐν προοιμίοις τῆς δίκης, ὃν ἐπάναγκες πρωτοτύπους ὑποτελεῖν. [Sch. i. HI. 185. sq.]
Jurare quidem procurator aut defensor non compelluntur. Si vero juraverint prosunt principali, ut Paulus in dig. 9. iam docuit Hoc vero intelligas de iuramentis, quae litis decidendae causa dantur, propter illud, quod positum est in constit. ultima tit. ultimi lib. 2. Cod. quae lata est de iureiurando calumniae, deque eo, quod reus praestat in primordio litis, quod iustam putet contradictionem quod principales subire necesse habent.
Εἰ δὲ ἑκὼν ὀμόσει, ὠφελεῖ τὸν ὑπὲρ οὗ ὤμοσεν, ὡς κεφ. θ. θεμ. παρατελευταῖον., καὶ κεφ. μβ. θεμ. τελευτ. [Sch. i. III. 186,]
Si vero sponte iuraverit, ei prodest, pro quo iuravit, ut cap. 9. them. penult. et cap. 42. them. ult.
4Ὁ ἐπάγων πρῶτος ὄμνυσι τὸν περὶ συκοφαντίας, ἐὰν ἀπαιτηθῇ. ὃν οὐκ ὄμνυσι πατήρ, ἢ πάτρων.
Qui iusiurandum defert, prior de calumnia iurat, si exigatur. Quod iusiurandum non iurat pater, aut patronus.
πρῶτος ὄμνυσι τὸν περὶ συκοφαντίας Τοῦ Ἐναντιοφανούς. ᾿Ανάγνωθι διγ. ις. καὶ λζ. [Sch. k. III. 186.]
Enantiophanis Lege dig. 16. et 37
Κυρίλλου. Ὁ ἐπάγων ὅρκον πρῶτον ὄμνυσι τὸν περὶ καλουμνίας, εἰ μὴ πάτρων ἢ πατήρ εἴη. [Sch. k. III. 186.j
Cyrilli. Qui iusiurandum defert, prior de calumnia iurat, nisi pater aut patronus sit.
Τοῦ ᾿Ανωνύμου. Ὁ τῆς καλουμνίας ὅρκος ὄμνυται, ὅτε ὁ λιτιγάτωρ, οὐ μὴν ὅτε ὁ δικαστής ὅρκον ἐπιφέρει, ὡς βιβ λθ΄. τιτ. α. διγ. ε. θεμ. ιδ΄. ἤτοι βιβ. νή. τιτ. ί. κεφ. ε΄. ἐὰν ἀπαιτηθείη, si exigatur, habet textus, ἔχει τὸ ῥητόν, καὶ ἄδηλον, τις ὀφείλει τὸν τοιοῦτον ὅρκον ἀπαιτῆσαι, ὁ δικαστὴς ἢ ὁ λιτιγάτωρ. ὀμνύοντες δὲ ὠφελοῦσι καὶ τοὺς πρωτοτύπους, ὡς διγ. θ. [Scb. k. III. 186.]
Innominati. Iuramentum calumniae praestatur, cum litigator, non tamen cum iudex iusiurandum defert, ut lib. 39. tit. 1. dig. 5. them. 14. seu lib. 58. tit. 10. cap. 5 si exigatur, habet textus, et incertum est, quis debeat exigere, iudex an litigator. Iurantes autem prosunt et principalibus, ut dig. 9.
Τοῦ Νικαέως. Καὶ ἡ θ΄. νεαρά τοῦ βασιλέως κυροῦ Λέοντος τοῦ φιλοσόφου ἀκολούθως τῷ παρόντι νομοθετεῖ νόμω, πρῶτον τὸν ἐπαγαγόντα ὀμνίναι τὸν τῆς συκοφαντίας ὅρκον, καὶ οὕτως τὸν ἐναγόμενον τελειοῦν. καὶ σημείωσαι, ὅτι τὸν συκοφαντικὸν οὐκ ἀνάγκην ἔχει ὁ ἐνάγων διδόναι, εἰ μὴ τοῦτον ὁ ἐναγόμενος αἰτήσει. ἀνάγνωθι καὶ βιβ. ζ. τιτ. ιη. κεφ. κ. ὅλον, μᾶλλον δὲ τὸ τέλος καὶ τον Παλαιόν, ἀφ᾿ ὡν μαθήσεις, ὅτι ἁγίων εὐαγγελίων προκειμένων ἐν δικαστηρίῳ εἰ μὴ ὁ ἀντίδικος αἰτήσει τὰ πρωτότυπα, οὐ δύναται ζητεῖν ὁ δικαστὴς αὐτά. σημείωσαι, ὅτι οὐκ ἀνάγκη πάντως, ὀμόσαι τὸν περὶ ἐπηρείας, εἰ μὴ ἰδικῶς ἀπαιτήσει τοῦτον ὁ ῥέος. καὶ τοῦτο σημείωσαι, ὅτι δοθέντος ἅπαξ τοῦ περὶ ἐπηρείας ἀνάγκην ἔχει λοιπὸν ὁ ῥέος ὀμόσαι, καὶ οὐ δύναται ἀντεπιφέρειν τὸν ὅρκον. σημείωσαι τὸν Παλαιὸν λέγοντα, ὅτι ὁ ἐνάγων, μεθ᾽ ὁ ὀμόσει τὸν συκοφαντικόν, οὐκ ἀναγκάζεται δέξασθαι τὴν ἀντεπιφοράν. ζήτει καὶ κεφ. να. καὶ νδ. [Sch. k. III. 186.]
Nicaei. Etiam Novella 99. Imperatoris domini Leonis philosophi secundum praesentem legem sancitur, ut qui iusiurandum defert, prior iuret de calumnia, et deinde reus iusiurandum principale. Ac nota, de calumnia iurare necesse actorem non habere, nisi hoc reus exegerit. Lege et lib. 7. tit. 18. cap. 20. totum, vel potius finem et Antiquum: ex quibus disces, propositis in iudicio sacris evangeliis nisi adversarius exegerit hoc principalibus, non posse iudicem id ab illis exigere Nota, iusiurandum calumniae omnino necessario subeundum non esse, nisi specialiter reus hoc exegerit Nota etiam, semel dato iureiurando de calumnia reum omnino iurare debere, nec iusiurandum referre posse Nota Antiquum dicentem, actorem, postquam iuravit de calumnia, relationem subire non compelli. Quaere et cap. 51. et 54.
ὃν οὐκ ὄμνυσι πατήρ ᾿Αλλ᾽ οὐδὲ μήτηρ ἐνάγουσα κατὰ παίδων, ὡς νομίζω. οἶδα δὲ καὶ τοῦτο κριθὲν οὕτως ἐπὶ ὑποθέσει τοῦ Βριεννίου κυροῦ Ἰωάννου, ἣν ἐκίνησε κατ ἐκείνου ἡ μήτηρ, αὐτοῦ. ἡ γὰρ αὐτὴ εὐσέβεια καὶ τῷ πατρὶ καὶ τῇ μητρὶ κεχρεώστηται. καὶ ἀνάγνωθι βιβ. λή. τιτ. ί. κεφ. δ. καὶ τὴν παραγραφήν. [Sch. k. III. 186. sq.]
Sed neque mater agens adversus liberos, ut puto. Novi vero, ita etiam iudicatum esse in causa Briennii domini Ioannis quam moverat adversus ipsum mater eius. Nam eadem pietas et patri et matri debetur. Et lege lib. 38. tit. 10 cap. 4. et adnotationem.
Τὸν μέντοι ἐπακτὸν ἢ ἀντεπακτὸν ὀμνύουσι. [Sch. 1. III. 187.
Delatum tamen aut relatum iurant.
„ ἐὰν ὅρκος ἐπαχθῇ Κυρίλλου. Εἰ ἐπαχθῇ σοι ὅρκος, ἢ ὅμοσον, ἢ, κατάβαλε, ἢ ἀντεπάγαγε· εἰ δὲ ἀντεπαχθῇ, ἢ ομοσον, ή οὐ κινεῖς, ὁ ἀντεπιφέρων ὅρκον οὐκ ὀμνύει τὸν περὶ καλουμνίας· οὐ πάντως ὡς ἐπιφέρεται, οὕτως καὶ ἀντεπιφέρεται. [Sch. m. III. 187.]
Cyrilli Si iusiurandum tibi delatum sit, aut iura, aut solve aut refer: si vero relatum sit, aut iura, aut non ages Qui iusiurandum refert, non iurat de calumnia: non omnino ut iusiurandum defertur, ita et refertur.
5᾿Ἐὰν ἀμφιβάλλωσι τὰ μέρη περὶ τῆς τοῦ ὅρκου ποιότητος, ὁ δικαστὴς αὐτὸν τυποῖ.
Si dubitatum fuerit inter partes de iuramenti qualitate, iudex illud formabit.
6᾿Ἐὰν ὅρκος ἐπαχθῇ τῷ ἐναγομένῳ, ἢ ὄμνυσιν, ἢ καταβάλλει·
Si iusiurandum delatum fuerit reo, aut iurat, aut solvit:
7Εἰς μὴ βούλεται ἀντεπαγαγεῖν. εἰ δὲ παραιτήσεταί τις τὴν ἀντεπιφοράν, καταδικάζεται· καὶ ὁ ἐξ ἀντεπιφορᾶς ὀμνὺς οὐκ ἀπαιτεῖ τὸν περὶ συκοφαντίας ὅρκον.
Nisi velit referre. Si vero recuset quis relationem, condemnatur: et qui relatum iusiurandum praestat, iusiurandum de calumnia non exigit.
εἰ μὴ βούλεται ἀντεπαγαγεῖν ᾿Αντεπαγαγεῖν δὲ πρὸ τοῦ ὁμοθῆναι τὸν συκοφαντικὸν παρὰ τοῦ ἐνάγοντος˙ μετὰ γὰρ τὸ ὀμοθῆναι οὐ δύναται. [Sch. n. III. 187.]
Referre autem, priusquam de calumnia iuratum ab actore sit: post iuramentum enim praestitum non potest.
Μὴ ἐπὶ πάσης αἰτίας νομίσῃς. ὁ γὰρ ἐναγόμενος τῇ δὲρουμ ἀμοτάρουμ, εἴτε ἀνήρ έστιν, εἴτε γυνή, οὐ δύναται τὸν ἐπιφερόμενον αὐτῷ ὕρκον ἀντεπιφέρειν, ὡς ὁ Οὐλπιανός ἐν 100 Lege τὸν τέλειον. τῷ κέ, τῶν διγ. βιβ. τιτ. β΄. διγ. ια. καὶ ιγ΄. φησί, ἤτοι βιβ. κή. τιτ. ια. τὸ αὐτὸ νύησον καὶ περὶ τοῦ ἐναγομένου τῇ φούρτη, ὅτε μάλιστα οὗτος οὔτε ἐπάγειν δύναται ὅρκον, ὡς ὁ Οὐλπιανὸς ἐν τῷ εἰψημένῳ βιβλίῳ καὶ τίτλῳ διγ. ια. φησί. (Sch. n. 111. 187.]
Ne de omni causa dictum hoc putes. Nam qui convenitur rerum amotarum, sive vir sit, sive mulier, delatum sibi iusiurandum referre non potest, ut ait Ulpianus lib. 25. Dig tit 2. dig. 11. et 13. seu lib. 28. tit 11. Idem intellige et de eo, qui furti convenitur, quippe potissimum hic ne deferre quidem iusiurandum potest, ut ait Ulpianus dicto libro et tit. dig. 11.
Γοῦ Ἐναντιοφανοῦς. Εἰσὶ θέματα, ἐν οἷς εὐλόγως καὶ ἀζημίως τὸν ὅρκον τις παραιτεῖται, ὡς ἐπὶ τοῦ μὴ θέλοντος τὸν ἐν λίτεμ ὀμόσαι, ἀλλὰ τὸ διαφέρον λαβεῖν, ὡς βιβ. μγ. τιτ. κδ΄. διγ. ιε. καὶ οἱ κηδεμόνες καὶ οἱ νέοι οὐκ ἀναγκάζονται μέν, ἑκόντες δὲ τὸν ἐν λίτεμ ὀμνύουσιν, ὡς τιτ. τοῦ ἑξῆς διγ. δ. ἀνάγνωθι καὶ τὴν ιβ. διάταξιν τοῦ δ΄. βιβ. τοῦ κώδικος τιτ. α΄. [Sch. n. III. 187.]
Enantiophanis. Sunt casus, in quibus merito et impune quis iusiurandum recusat, ut in eo, qui non vult in litem iurare, sed id quod interest accipere, ut lib 43. tit 24. dig 15. Curatores etiam et adolescentes non coguntur quidem, volentes vero in litem iurant, ut dig. 4. tit. seq Lege et constitutionem 12. tit. 1. lib. 4. Cod.
Ἐπὶ τῆς φούρτης καὶ τῆς ῥέρουμ ἀμοτάρουμ οὐκ ἔχει χώραν ἡ ἀντεπιφορά, ὡς μετὰ λογισμοῦ εἴρηται βιβ. κέ. τιτ. β΄. διγ. ια΄. καὶ ιβ΄. ὁ δὲ λεγόμενος κλέψαι μόνον ὀμνύειν ἀναγκάζεται, οὐ μὴν πατὴς ἢ κληρονόμος αὐτοῦ. ἄδικον γάρ ἐστι, τινὰ ὀμνύναι περὶ ἀλλοτρίου φάκτου. οὔτε ὁ τῇ φούρτη ἐναγόμενος ἐπιφέρει τῷ ἐνάγοντι, ἵνα ὀμόσῃ, ὅτι κλέπτης ἐστίν, ὡς ἐν τῷ αὐτῷ ια. διγέστῳ. δύναται δὲ ὁ τὴν κλοπὴν ὑποστὰς ἐξ᾿ ἐπαγωγῆς ὀμνύειν, ὡς διγ. κή. τούτου τοῦ τίτλου. [Sch. n. III. 187.]
In actione furti et rerum amotarum non habet locum relatio, ut cum ratione dicitur lib. 25. tit. 2. dig 11. et 12. Qui autem furtum fecisse dicitur, duntaxat iurare compellitur, non etiam pater aut heres eius. Iniquum enim est, aliquem iurare de facto alieno. Nec furti conventus defert actori, ut iuret, quod fur sit. Qui autem furtum passus est, ex delatione iurare potest, ut dig. 28. huius tit
8Οὐ πάντως δὲ ὡς ἐπάγεται ὁ ὅρκος, οὕτω καὶ ἀντεπιφέρεται· τὴν οὖν περὶ τούτου ζήτησιν ὁ δικαστὴς διατίθησι.
Non omnimodo tamen uti defertur iuramentum, ita etiam refertur: iudex igitur quaestionem de hac re motam dirimit.
οὐ πάντως δέ Εἰ γὰρ ἐπαχθῇ τῷ κληρονόμῳ ὁ ὅρκος, αὐτὸς μὲν τὸν τῆς εἰδήσεως δίδωσιν. εἰ δὲ ἀντεπιφέρει τῷ ἐναγομένῳ, οὐ πάντως καὶ αὐτὸς τὸν τῆς εἰδήσεως δίδωσιν. ἐνδικεύων μὲν ἐθεμάτισα τὴν τῶν προςώπων διαφοράν, ἤτοι τεστάτωρος καὶ κληρονόμου· καὶ εἶπον, ὅτι ὁ κληρονόμος τὸν περὶ εἰδήσεως ὤμοσεν ὅρκον, καὶ οὐ τὸν αὐτὸν τῷ τεστάτωρι. μαρτυρεῖ δὲ τούτῳ τῷ λόγῳ ἡ διάταξις, ἥτις ἀνήνεκται βίβ. δ. τοῦ κώδικος ὑπὸ τὸν α΄. τοῦ βιβ. τιτ. ιβ. του τιτ. τυγχάνουσα. τοῦτο δὲ νόησον, ἔνθα ὁ κληρονόμος ἐνάγεται, οὐ μὴν ἔνθα τουναντίον ἐνάγῃ· μάθε γάρ, ὅτι ὁ κληρονόμος, ὥςπερ οὖν καὶ πᾶς διάδοχος, εἰ μὲν ἐνάγεται, τὸν περὶ εἰδήσεως δίδωσιν ὅρκον· εἰ δὲ ἐνάγει, τότε οὐ τὸν περὶ εἰδήσεως ὄμνυσιν, ἀλλ᾽ ὅτι ὀφείλεται τῷδέ τι τῷ τελευτήσαντι. ἐναγόμενος μὲν γὰρ δικαίαν ἔχει αἰτίαν τῆς ἀγνοίας· ἐνάγων δὲ οὐ συγγινώσκεται προβαλλόμενος ἄγνοιαν, ὡς ὁ Γάϊος ἐν τῷ ν΄. βιβ. τιτ. ῥεκουκάριος διγ. μβ. φησί. δυνατὸν τὴν τῶν προςώπων διαφορὰν οὕτω θεματίσαι καὶ εἰπεῖν, ὅτι Χριστιανὸς πρὸς Ἰουδαῖον ἐδικάζετο· οὐδὲ γὰρ δεῖ τὸν αὐτὸν ὅρκον, ἐπιφέρεσθαι τῷ Χριστιανῶ, ὃν αὐτὸς ἐπήγαγεν Ιοovδαίῳ, κατὰ τῆς Ἰουδαϊκῆς, ὡς εἰκός, θρησκείας. ἠδύνατο γὰρ κατὰ τῆς αὐτῆς θρησκείας καλῶς ὁ Χριστιανός ἐπάγειν τῷ Ἰουδαίῳ· ἐπειδὴ μὴ ἀπαγορεύεται τῆς πολιτείας ἡ τῶν Ἰουδαίων θρησκεία, τοσοῦτον, ὅτι καὶ προνόμιά τινα παρέχουσιν αὐτοῖς αἱ διατάξεις, ὡς ἔστι μαθεῖν ἐν τῷ α. βιβ. τοῦ κώδικος τίτλῳ προςφόρῳ. δυνατὸν δὲ καὶ οὕτως εἰπεῖν. ἐκίνει τις κατὰ τῆς γυναικός· εἶτα ἐπήγαγεν αὐτῇ ὅρκον οὕτως· μὴ ἐν τῷ τίκτειν αὐτὴν τόδε τι πάθοι. ἐὰν οὖν ἡ γυνὴ ἀντεπιφέρη τούτῳ τὸν ὅρκον, οὐ δυνάμεθα λέγειν, ὅτι ὀφείλει καὶ ὁ ἀνὴρ ὀμόσαι, ὅτι μὴ ἐν τῷ τίκτειν αὐτὸν τόδε τι πάθοι. [Sch. o 111. 187. sq.]
Si enim heredi iusiurandum delatum sit, ipse quidem de eo, quod scit, iusiurandum dat. Si vero referat reo, non omnino et ipse iusiurandum scientiae dat. In indice quidem posui personarum differentiam, seu testatoris et heredis: et dixi, heredem de sui ipsius scientia iurasse, non idem iusiurandum, quod testator iurare debuisset. Testatur vero hanc rationem constitutio, quae legitur lib. 4
Σημείωσαι τὸν Παλαιὸν λέγοντα, ὅτι κληρονόμος ἐναγόμενος τὸν περὶ εἰδήσεως ὅρκον ὄμνυσιν, οὐ μὴν καὶ ἐνάγων. ἀνάγνωθι͵ καὶ τὸ γ΄. κεφ. τοῦ παρόντος τιτ. ὅπερ συνάδει τῷ Στεφάνῳ. ζήτει καὶ βιβ. β. τιτ γ. κεφ. μβ. ὁ φησι Καὶ ὁ κληρονόμος ἐναγόμενος, οὐ μὴν καὶ ἐνάγων, καὶ ὁ ἐγγυητὴς δικαίαν ἄγνοιαν προβάλλονται τοῦ χρέους. καὶ γίνωσκε, ὅτι ἐν τοῖς δικαστηρίοις οὐ μόνον ὁ κληρονόμος, ἀλλὰ καὶ πᾶς ἕτερος διάδοχος, φιδεϊκομμισσάριος τυχόν, ἢ ληγατάριος, ἢ ἐπίτροπος ἐναγόμενος τὸν περὶ εἰδήσεως ὄμνυσιν. [Sch. o. III. 188.]
Nota Antiquum dicentem, heredem, si conveniatur, de scientia iusiurandum iurare, non tamen etiam cum agat. Lege et cap. 3. huius tit. quod congruit cum Stephano. Quaere et lib. 2. tit. 3. cap. 42., quod dicit: Etiam heres, si cum eo agatur, non tamen si ipse actor sit, et fideiussor iustam debiti ignorantiam praetendunt. Et scias, in iudiciis non solum heredem, verum etiam quemvis alium successorem, fideicommissarium fortassis, aut legatarium, aut tutorem, si conveniatur, de scientia iurare.
praestat servum, affirmat et absolute decessisse, iurat decessisse, ante moram scilicet. Nam si post moram, et iste debet eius aestimationem praestare, ut Paulus dig. 30. huius tituli iam docuit: remisso scilicet iureiurando, ut per probationes quod quaeritur ad finem perducatur.
Σημείωσαι, ὅτι ὁ μέλλων ὀμόσαι οὐ μετά δισταγμοῦ ἀμνύειν ὀφείλει, ἀλλὰ μετὰ πληροφορίας. [Sch. e. III. 185.]
Nota, eum, qui iurare velit, non cum haesitatione iurare debere, sed cum plena persuasione.
ὁ πόλεωςδιεκδικητής Κυρίλλου. Δεφένσωρ πόλεως ἢ ἑτέρου σώματος ἐπάγει ὅρκον, περὶ τούτου ἔχων μανδάτον. [Sch. f. III. 185.]
Cyrilli. Defensor civitatis aut alius cuiusvis universitatis defert iuramentum, si de eo mandatum habeat.
35 (= D. 12.2.35 pr.) · Paul.
pr.Παυλ Ὁ ἐπίτροπος ἐν ἀπορία πάσης ἀποδείξεως ὅρκον ἐπιφέρει· τότε γὰρ ἀποκλείει τῷ ἀνήβῳα.
Tutor deficiente omni probatione iusiurandum defert: tunc enim excludit pupillum.
ὁ ἐπίτροπος ἐν ἀπορίᾳ πάσης ἀποδείξεως Τοῦτο σήμερον προςετέθη διὰ τὸ τῶν πουπίλλων συμφέρον. καὶ σημείωσαι, ὅτι καλῶς τότε ἐπίτροπος ὅρκον ἐπάγει, ότε πάσης ἀποδείξεως ἀπορεῖ. σημείωσαι τοῦτο διὰ τὸ ἀδιαστίκτως κείμενον ἐν τῷ ιζ. διγ. τοῦ παρόντος τιτ. μέμνησο καὶ τῶν παραδεδομένων σοι παρ᾿ ἐμοῦ ἐν τῷ λα. διγέστῳ. [Sch. p. III. 188.]
Hoc hodie additum est propter pupillorum utilitatem. Et nota, recte tunc tutorem iusiurandum deferre, quando omni probatione caret. Nota hoc propter indistincte illud positum in dig. 17. huius tit. Memineris et traditorum tibi a me in dig. 31.
1Ὃ ἄσωτος καὶ οἱς ἐοικότες αὐτῷ οὐκ ἐπάγουσιν ὅρκον· μόνοι γὰρα ἐπάγουσιν ὅρκον οἱ δυνάμενοι συμφωνεῖν, ἢ καταβάλλειν, ἢ δικάζεσθαι.
Prodigus et qui ei similes sunt, non deferunt iusiurandum: soli enim deferunt iusiurandum, qui possunt pacisci, vel solvere, vel litigare.
καὶ οἱ ἐοικότες αὐτῷ Ἐν τῷ α΄. διγ. τοῦ ἱ. τιτ. τοῦ κζ. βιβ. τῷ μαινομένῳ ἀπείκασε τὸν ἄσωτον,, καὶ βιβ. με΄. τιτ. α. διγ. ς΄. ἐν δὲ τῷ θ΄. διγ. τοῦ α΄. τιτ. τούτου τοῦ βιβ. τῷ πουπίλλῳ τὸν ἄσωτον ὡμοίωσεν. [Sch. q. III. 188. sq.
In dig. 1. tit. 10 lib. 27. furioso prodigum comparat, et lib. 45. tit. 1 dig. 6. In dig. autem 9. tit. 1. huius lib. pupillo prodigum comparat.
2Οἱ μὴ ἀναγκαζόμενοι ἐν Ῥώμῃ ἐνάγεσθαι οὔτε ὀμνύειν ἀναγκάζονται, ὡς οἱ τῶν ἐπαρχιῶν πρεσβευταί.
Qui non compelluntur Romae litem subire neque iurare coguntur, ut provinciarum legati.
οἱ μὴ ἀναγκαζόμενοι Κυρίλλου. Οἱ ἔχοντες φόρου παραγραφήν, ὡς οἱ πρεσβευταί, οὐκ ἀναγκάζονται ὀμόσαι. ὁ ὀμόσας, ὅτι οὐκ ἀντεφώνησεν, ἐνάγεται τῇ πρωτοτύπῳ ἀγωγῇ. [Sch. r. III. 189.]
Cyrilli. Qui habent fori praescriptionem, ut legati, non compelluntur iurare Qui iuravit, se non constituisse, principali actione convenitur.
Στεφάνου. Αὐτὸν τὸν ῥέον θεμάτισον ἀντιφωνηθέντα τὸ ἐποφειλόμενον παρ᾿ αὐτοῦ χρέος. ὑπόθου γάρ, ὅτι ἐνήγετο ὡς ἀντιφωνηθεὶς εἴσω λ΄. ἡμερῶν καταβαλεῖν τὸ παρ᾽ αὐτοῦ ἐποφειλόμενον, καὶ ὤμοσεν μὴ ἀντιφωνῆσαι. καὶ οὕτως οὖν ὀμόσας οὐδὲν ἦττον ἀπὸ τοῦ πρωτοτύπου χρέους ἐνάγεται τῷ δανειακῷ κονδικτικίῳ, ἀπὸ γὰρ τοῦ ὅρκου μόνης, ἠλευθέρωται τῆς πεκουνίαε κονστιτούταε, ἤτοι τῆς ἐπὶ χρημάτων ἀντιφωνηθέντων ἀγωγῆς. καλῶς γὰρ τις ἑαυτὸν ἀντιφωνεῖ, ὡς βιβ. ιγ. κεφ. ε. θεμ. β. τιτ. ε΄. καὶ βιβ. δ. τοῦ κώδικος τιτ ιη. διατ. β. [Sch. r. III. 189.]
Stephani. Finge, reum constituisse quod ipse deberet. Pone enim eum conventum, quasi constituisset, se soluturum intra triginta dies quod ipse deberet, et iurasse, sese non constituisse. Itaque qui ita iuravit nihilominus principalis debiti nomine condictione ex mutuo convenitur. Iureiurando enim a sola liberatur pecuniae constitutae sive rerum constitutarum actione Recte enim quis sibi ipsi constituit, ut lib. 13. tit. 5 dig. 5. them. 2. et lib. 4. Cod. tit. 18. const. 2.
Τὰ τοῦ πρεσβευτοῦ ἔγνως βιβ. ε΄. τιτ. α. διγ. κή. ἤτοι βιβ. 5. τιτ. ε΄. κεφ. κή. σημείωσαι, ότι οὐκ ἀναγκάζεται ὀμνύειν μὴ ὀφείλων καταβαλεῖν. ὁ γὰρ τοιοῦτος ὅρκος ἀντὶ προκατάρξεώς ἐστιν. [Sch. r. III. 189.]
Quae ad legatos pertinent, cognovisti ex lib. 5. tit. 1. dig. 28. seu lib. 7. tit. 5. cap. 28. Nota, eum iurare non compelli, qui solvere non debet: nam tale ius iurandum loco litis contestationis est.
36 (= D. 12.2.36) · Οὐλπ. · Ulp.
pr.᾿Ἐὰν περὶ μόνης ἀντιφωνήσεως ὀμόσω, οὐ βοηθοῦμαι τῇ πρωτοτύπῳ ἐναγόμενος.
Si de solo constituto iuravero non subsidio mihi erit, dum principali actione conveniar.
37 (= D. 12.2.37) · Ἴδεμ. · Idem.
pr.Ὁ ἐπαγαγὼν ὅρκον μὴ ὀμνὺς τὸν τῆς συκοφαντίας ἔοικε τῷ παραχωροῦντι τὸν ὅρκον, καὶ ἐκπίπτει τῆς ἀγωγῆς.
Qui detulit iusiurandum, neo ipse de calumnia iuravit, similis est remittenti iusiurandum, et cadit actione.
ὁ ἐπαγαγών ὅρκον· Κυρίλλου. Ὁ ἐπάγων ὅρκον μὴ ἐμνύων τὸν περὶ καλουμνίας οὐ δύναται κινεῖν. προφανώς γὰρ αἰσχρόν ἐστι, μήτε ἀντεπιφέρειν, μήτε ὀμνύειν. [Sch. 8. III. 189.]
Cyrilli. Qui iusiurandum defert, nec de calumnia iurat, non potest agere. Nam manifesto turpe est, neque referre, neque iurare.
Σημείωσαι, ὅτι οὐ μόνον παραχωρῶν τὸν ὅρκον ὁ ἄκτωρ ἀπόλλυσι τὴν οἰκείαν ἀγωγήν, ἀλλὰ καὶ μὴ ἀνεχόμενος τὸν περὶ καλουμνίας ἤτοι τὸν περὶ ἐπηρείας ὅρκον ομόσαι, ὡς ἔγνως ἐν τῷ λδ. διγ. τοῦ παρόντος τιτ. [Sch. s. III. 189.]
Nota, actorem non solum remittentem iusiurandum amittere propriam actionem, verum etiam de calumnia iurare nolentem, uti nosti ex dig. 34. huius tit
38 (= D. 12.2.39) · Παυλ. · Paul.
pr.᾿Αντὶ ὁμολογοῦντός ἐστιν ὁ μὴ ὀμνὺς μήτε ἀντεπαγαγών.
Pro confesso est, qui neque iurat neque refert.
ἀντὶ ὁμολογοῦντός ἐστιν Σημείωσαι, ὅτι ἀντὶ καταδεδικασμένου παραλαμβάνεται ὁ τὸν νεκεσσάριον ὅρκον μὴ ἀντεπαγαγεῖν ἀνεχόμενος ἢ ὀμνύων. [Sch. t. 111. 189.]
Nota, pro condemnato haberi eum, qui iusiurandum necessarium non refert, nec iurat.
39 (= D. 12.2.39) · Ἰουλιαν. · Iulian.
pr.Ἐὰν συγχωρήσω σοι χρέος ὑπὸ αἵρεσιν τήν, ἐὰν ὀμόσῃς τόδε ποιεῖν ἢ μὴ ποιεῖν, καὶ ὀμόσῃς, ἔχεις παραγραφήν, καὶ καταβαλὼν ἀναλαμβάνεις.
Si remisero tibi debitum sub hac conditione, si iuraveris, te facturum hoc aut non facturum esse, tuque iuraveris, habes exceptionem, et, si solveris, repetes.
ἐὰν συγχωρήσω σοι Κυρίλλου, Εἰ ὁ δανειστής μου πακτείσει πρὸς ἐμὲ μὴ ἀπαιτεῖν με, ἐὰν ὀμόσω, ὅτι ποιῶ τόδε, ἢ οὐ ποιῶ, ἔχω ὀμόσας παραγραφήν, καὶ ῥεπετιτίονα καταβαλών. [Sch. u. III. 189.]
Cyrilli. Si creditor meus pepigerit mecum, ne a me peteret, si iuravero, me illud fecisse, aut non fecisse: si iuravero, exceptionem habebo et repetitionem, si solvero.
ὑπὸ αἵρεσιν τήν Θεμάτισον, ὅτι ὁ ῥέος νῦν τὸν ὅρκον διδοὺς οὕτως ὴν ἐπερωτηθείς· ὁμολογῶ, ἐὰν ἀπέλθω εἰς τὸν Καπετώλιον, διδόναι νομίσματα ρ΄. καὶ τῆς ἐξ στιπουλάτου μετὰ ταῦτα κατ᾿ αὐτοῦ κινουμένης, καὶ αὐτοῦ δῆθεν ἀνελθόντος εἰς τὸν Καπετώλιον καὶ κομιτεύσαντος τὴν ἐπερώτησιν, ἠρνεῖτο, καὶ ὅρκος αὐτῷ ἐπηνέχθη, καὶ ὤμοσεν, ὅτι οὐκ ἀνῆλθεν. καὶ τουναντίον δὲ θεματίζων οὕτως εἰπέ, ὅτι ἐπερωτηθεὶς δοῦναι νομίσματα ρ΄. ἐὰν μὴ ἀνέλθῃ ἐν τῷ Καπετωλίῳ, καὶ ὡς μὴ ἀνελθόντος αὐτοῦ ἐκινεῖτο ἐξ στιπουλάτου, καὶ ὅρκου ἐπενεχθέντος ὤμοσεν, ὅτι ἀνῆλθεν. ἡ δὲ τοῦ τοιούτου ὅρκου ἐπαγωγὴ καὶ ἐπὶ τῆς ἐξ στιπουλάτου εἰς τὸ ποιητὸν ἢ μὴ ποιητὸν συγκειμένη δύναται τρακταΐζεσθαι. σημείωσαι δὲ, ὅτι ὀμόσας ὁ ῥέος οὐ μόνον έναγόμενος ἔχει παραγραφήν, ἀλλὰ καὶ καταβαλὼν ῥεπετιτίονα. τοῦτο δὲ καὶ κατὰ κανόνα εἴρηται· ὁ γὰρ λήθῃ περπετούας παραγραφῆς, μὴ πρὸς μῖσος δηλονότι τοῦ ἄκτωρος εἰςενηνεγμένης, καταβαλών ῥεπετιτεύει, ὡς ἐν τῷ ιδ΄. διγ. τοῦ α. τιτ. τοῦ παρόντος βιβ. σοὶ παραδέδοται. ὅτι δὲ περπετούα ἐστὶν ἡ τοῦ ὅρκου παραγραφή, τὸ ἑξῆς δίγεστον δηλοῖ. [Sch. x. III. 189, sq.]
Finge, reum, qui nune iuravit, ita spopondisse: promitto me nummos centum daturum, si pervenero in Capitolium: ac si postea adversus eum ex stipulatu agatur, quod scilicet Capitolium ascendisset et stipulatio commissa esset, negabat, et iusiurandum ei delatum est, et iuravit, se non ascendisse. Vel contra finge, eum promisisse centum nummos daturum si Capitolium non ascendisset: et ubi non ascendit, agebatur ex stipulatu, et delato iurejurando iuravit, se ascendisse. Huiusmodi vero iurisiurandi delatio etiam in stipulatione in factum vel non factum composita potest tractari. Nota vero, reum, qui iuravit, non solum si conveniatur, habere exceptionem, verum etiam si solverit, repetitionem. Hoc vero etiam iuxta regulam dictum est: qui enim omiserit perpetuam exceptionem, non in odium scilicet actoris introductam, et solverit, repetit, ut traditum est in dig. 14. tit. 1. huius lib. Exceptionem autem iurisiurandi perpetuam esse, sequens digestum ostendit.
40 (= D. 12.2.40) · Ἴδεμ. · Idem.
pr.Τοῦ ἐναγομένου ὀμόσαντος ὅλον τὸ πρᾶγμα διαλύεται, καὶ ἐλευθεροῦται τὸ ἐνέχυρον, καὶ ἡ ποινὴ οὐκ ἀπαιτεῖται, καὶ τὸ καταβαλλόμενον άναλαμβάνεται· ἔοικε γὰρ τῇ ἀποχῇ ὁ ὅρκος.
Si reus iuraverit, tota causa dissolvitur, et liberatur pignus, et poena non petitur, et solutum repetitur: simile enim acceptilationi iusiurandum est.
ἔοικε γὰρ τῇ ἀποχῇ Κυρίλλου. Ὁ ὅρκος ἔοικεν ἀκκεπτιλατίονι. διότι καὶ ἐνέχυρον ἐλευθεροῖ καὶ τὴν ποινὴν οὐκ ἐᾷ κομμιτευθῆναι, καὶ περπετούαν τίκτει παραγραφήν, καὶ ῥεπετιτίονα. σημείωσαι ἐν ῥητῷ, ὅτι περπετούα ἐστὶν ἡ τοῦ ὅρκου παραγραφή, ὅτι οὐ κατὰ τὸ ἴψο ἰοῦρε τὴν ἀγωγὴν ἀναιρεῖ, ἀλλὰ διὰ παραγραφήν ⅱ. [Sch. y. 111. 190.]
Cyrilli. Iusiurandum simile acceptilationi est. Propterea et pignus liberat, et poenam committi non patitur, et perpetuam parit exceptionem, et repetitionem. Nota in contextu, perpetuam esse iurisiurandi exceptionem, quia non ipso iure actionem perimit, sed per exceptionem.
Τοῦ ᾿Ανωνύμου. ᾿Ανάγνωθι βιβ. κ. τιτ. 5. διγ. έ. τὸ τέλος. [Sch. y. III. 190.
Innominati. Lege lib. 20. tit. 6. dig. 5. in fine.
Τοῦ αὐτοῦ. Ἔοικε γὰρ διαλίσει, καὶ μείζων ἐστὶ ψήφου, ὡς διγ. β΄. ἀνάγνωθι καὶ τὸ κζ. [Sch. y. III. 190.]
Eiusdem. Simile enim transactioni est, et gravius est re iudicata, ut dig. 2. Lege et dig. 27.
41 (= D. 12.2.41) · Πομπων. · Pompon.
pr.Καὶ δι᾽ ἐπιστολῆς καὶ τῷ ἀγνοοῦντι συγχωρεῖται ὁ ὅρκος.
Etiam per epistolam et ignoranti remittitur iusiurandum.
καὶ δι᾽ ἐπιστολῆς Κυρίλλου. Καὶ ἀπόντι καὶ ἀγνοοῦντι συγχωρεῖται ὁ ὅρκος. σημείωσαι, ὅτι καὶ τῷ ἀπόντι καὶ τῷ ἀγνοοῦντι καλῶς ὁ ὅρκος παραχωρεῖται. σημείωσαι αὐτό, ἐπειδὴ πάνυ κατὰ τὴν τῶν δικαστηρίων χρῆσιν συχνάζει. παραχωρεῖται δὲ δηλονότι παρὰ τῶν δυναμένων παραχωρεῖν· ἔγνως γὰρ ἐξ ὧν ὁ Μοδεστῖνος ἐν τῷ λβ. διγ φησίν, ὅτι πούπιλλος οὐ δύναται ὅρκον παραχωρεῖν. [Sch. z. III. 190.]
Cyrilli. Etiam absenti et ignoranti remittitur iusiurandum. Nota, et absenti et ignoranti iure iusiurandum remitti. Nota hoc, quoniam saepe secundum iudiciorum usum hoc accidit. Remittitur autem ab his scilicet, qui ius remittendi habent: didicisti enim ex his, quae Modestinus in dig. 32. dicit, pupillum non posse iusiurandum remittere.
42 (= D. 12.2.42 pr.) · Ἴδεμ. · Idem.
pr.᾿Ἐὰν ὁ λεγόμενος ἄνηβος δανείσασθαι ὀμόσῃ μὴ χρεωστεῖν, εἰ μὲν αὐτοῦ λέγοντος μηδόλως δανείσασθαι ἐπήχθη ὁ ὅρκος, καὶ οἱ ἐγγυηταὶ αὐτοῦ βοηθοῦνται, καὶ καταβαλὼν ἀναλαμβάνει. εἰ δὲ λέγοντος αὐτοῦ, μὴ παρακολουθῆσαι τῷ δανείῳ τὸν ἐπίτροπον, ἐπήχθη, οὐκ ἐλευθεροῦται ὁ ἐγγυητής.
Si pupillus, qui mutuam pecuniam accepisse dicitur, iuraverit se non debere, si quidem ipsi omnino mutuum se accepisse neganti deferatur iusiurandum, et fideiussores ipsius adiuvantur, et si solverit, repetit. Si vero dicente eo, tutorem in mutuo auctorem non fuisse, iusiurandum delatum fuerit, non liberatur fideiussor.
ἐὰν ὁ λεγόμενος ἄνηβος Κυρίλλου. Ἐδάνεισα ἀνήβῳ ἐπὶ ἐγγυητῇ. ὤμοσέ μοι ὁ ἄνηβος μὴ χρεωστεῖν. εἰ μὴ τοῦτο ὤμοσεν, ὅτι οὐκ ἐδανείσατο, οὐκ ἐνάγεται ὁ ἐγγυητης· εἰ δὲ σίνε τουτόρις αὐκτοριτάτε ἐδανείσατο, τὸ ἐναντίον. ἡ δὲ πρόληψις ἔχει, ὅτι τελείως ὤμοσε μὴ χρεωστεῖν· δι᾽ ὅ, κἂν καταβάλῃ, ῥεπετιτεύει. [Sch. a III. 190.] ⅰ Lege ἐπηρωτήθη. ⅱ Lege παραγραφῆς. Falr.
Cyrilli. Credidi pupillo fideiussore interveniente. Iuravit pupillus, se mihi non debere. Si quidem hoc iuraverit, se mutuam pecuniam non acce pisse, non convenitur fideiussor: si vero sine tutoris auctoritate mutuum accepit, secus est. Praesumtio autem continet, eum iurasse, se non debere, ideoque etiamsi solverit, repetit. in marg. emendat μὲν pro μή.
Στεφάνου. Ἔξω δικαστηρίου θεμάτισον τὴν ἀμφιςβήτησιν τὴν πρὸς τὸν πούπιλλον γενομένην, καὶ τὸν ὅρκον ὑπ᾿ αὐτῆς δεδομένον. ὡς γὰρ ἐν τῷ λδ. διγέστῳ σοι παραδέδοται, οὔτε ὁ νεκεσσάριος, οὔτε ὁ ἰουδικιάλιος ὅρκος ἐπάγεται τῷ πουπίλλῳ. [Sch. a. 111. 190.]
Stephani. Extra iudicium finge controversiam ortam cum pupillo, et iusiurandum de ea datum. Uti enim in dig. 34. tibi traditum est, neque necessarium neque iudiciale iusiurandum defertur pupillo.
καὶ οἱ ἐγγυηταὶ αὐτοῦ βοηθοῦνται Οἷοι ἂν T ἶσιν, εἶτε ἁπλῶς προςελήφθησαν, εἴτε ὡς μὴ ἄνευ αὐτῶν πιστεύοντος τοῦ δανειστοῦ δανεῖσαι τῷ ἀνήβῳ. [Sch. b. 111. 191.]
Qualescunque fere sint, sive simpliciter accepti sint, sive quod sine istis creditor pupillo credere dubitaret.
οὐκ ἐλευθεροῦται ὁ ἐγγυητής Ὡς γὰρ δίχα τῆς αὐθεντίας τοῦ ἐπιτρόπου δανεισάμενος πούπιλλος κατείχετο φυσικῶς, πρινὴ ὅρκον ὑποτελέσαι, εἰ καὶ μὴ γέγονεν αὐτὸς πλουσιώτερος. πρόδηλον γάρ, ὅτι ἐφ᾽ οἷς γέγονεν πλουσιώτερος, οὐ φυσικῶς μόνον, ἀλλὰ καὶ κατὰ νόμους ἐκ τῆς τοῦ Πίου διατάξεως ἐνέχεται, ὡς ὁ Οὐλπιανὸς ἐν τῷ γ. διγ τοῦ δὲ νεγοτ. γέστοις, καὶ ἐν τῷ ἐ΄. διγ. τοῦ ἡ. τιτ. τοῦ κό. βιβ. μὴ δόξῃ δὲ σοι ἐναντίως ἔχειν, ὅπερ ὁ Παῦλος ἐν τῷ ιγ. διγ. τοῦ ἐνδεβίτου κονδικτικίου φησίν, ἤτοι βιβ. κδ΄. τιτ 5. κεφ. ιγ. θεμ. β΄. ἀλλὰ ἀνάγνωθι τὴν ἐκεῖ κειμένην παραγραφήν, εἰδώς, ὅτι λαβών μὲν τι ὁ ἄνηβος τυχόν δανεισάμενος ἐνέχεται φυσικῶς καὶ δίχα τῆς αὐθεντίας τοῦ ἐπιτρόπου· ἐπερωτηθεὶς δὲ σίνε τουτόρις αὐκτοριτάτε οὐδὲ φύσει κατέχεται καὶ ἀδιαστίκτως ἃ κατέβαλεν, ἀναλαμβάνει. εἰ δὲ καὶ χωρὶς τοῦ ἐπιτρόπου ἄνηβος ὁμολογήσας κατέβαλεν, ἀναλαμβάνει· οὔτε φυσικῶς γὰρ ἐνέχεται. [Sch. c. III. 191.]
Nam auctoritate tutoris non interveniente mutuatus pupillus tenebatur naturaliter, antequam iusiurandum subiisset, etiamsi ipse locupletior factus non esset. Satis enim apparet in quibus locupletior factus est, eum non naturaliter solum, sed etiam civiliter ex Pii constitutione teneri uti Ulpianus in dig. 3. de negotiis gestis, et in dig. 5 tit. 8. lib. 26. Ne vero videatur tibi contrarium esse quod Paulus in dig. 13. de condict. indebiti dicit, seu lib. 24. tit. 6. cap. 13. them. 2. sed lege ibi positam adnotationem, sciens, pupillum, si quid acceperit, puta mutua pecunia sumta, naturaliter obligari etiam sine tutoris auctoritate: si quid autem sine tutoris auctoritate stipulanti promiserit, ne natura quidem teneri et indistincte quae solverit, repetere. Sed et si pupillus solverit, quod sine tutore promisit, repetit: nam nec naturaliter tenetur.
Ἐνέχονται γὰρ οἱ ἐγγυηταὶ τοῦ χωρὶς ἐπιτρόπου πράξαντος πουπίλλου, ὡς καὶ ἐπὶ κομπρομώσου εἴρηται βιβ. δ. τιτ. ή. διγ. λέ΄. καὶ γενικῶς βιβ. με. τιτ. III. 191.]
Tenentur enim fideiussores sine tutore agentis pupilli, ut in compromisso dictum est lib. 4. tit. 8. dig. 35 et generaliter lib. 46. tit. 1. dig. 2.
Ὅταν δηλαδή οὐ καλῶς τῷ ἀνήβῳ ἐπίστευον, εἰ μὴ ἐγγυητὴς ὴν, ὡς κεφ. ιγ. τοῦ δ΄. τιτ. τοῦ ί. βιβ ὅ φησιν˙ Ἐὰν εἰδὼς σε νέον εἶναι, οὐκ ἐπιστευόν σοι, καὶ ἐλθὼν Πέτρος ἐγγυήσεταί σε, οὐ βοηθεῖται δηλονότι ὁ Πέτρος. οὔτε μὴν ἔχει κατὰ σοῦ τὴν περὶ ἐντολῆς ἀγωγήν. πλὴν πραίτωρ διαγινώσκει, τίνι βοηθεῖν δεῖ, τῷ δανειστῇ ἢ τῷ ἐγγυητῇ περιγραφε γὰρ ὁ νέος οὐδετέρῳ ἐνέχεται. εὐχερῶς δὲ λέγομεν, μη βοηθεῖσθαι τὸν ἐνταλθέντα. ὀφείλει δὲ 0 νέος καὶ κατὰ τοῦ δανειστοῦ καὶ κατὰ τοῦ ἐγγυητοῦ ἀποκαθίστασθαι. Σχόλιον βοηθεῖται ὁ ἐγγυητὴς τοῦ ἀφήλικος, ὅτε κατὰ τὴν καταβολὴν τοῦ δανείου ἐγγυήσηται· ὅταν δὲ πρὸ τῆς καταβολῆς, τότε βοηθεῖται ὁ δανειστής. [Sch. c 111. 191.]
Quando scilicet non satis pupillo fidem eram habiturus, nisi fideiussor adesset, ut cap. 13. tit. 4. lib. 10 quo dicitur: Si cum scirem, te minorem esse, nec tibi confiderem, Petrus pro te fideiusserit, manifestum est Petro non subveniri. Sed ne adversus te quidem mandati actionem habet. Ceterum Praetor cognoscit, cui subrenire debeat, utrum creditori an fideiussori: circumventus enim minor neutri tenetur. Facile autem dicemus, non subveniri mandatori. Minor autem et adversus creditorem et adversus fideiussorem restitui debet. Scholium ad idem caput. Tunc subvenitur fideiussori minoris quando post mutui solutionem fideiussit: quando vero ante solutionem, tunc creditori subvenitur.
Εἰ μὲν ἐπίστευσε τῷ νέῳ καὶ χωρὶς ἐγγυητοῦ δανεῖσαι, οὕτως ἐλευθεροῦται ὁ ἐγγυητής. εἰ δὲ ὡς μὴ πιστεύων τῷ νέῳ δανεῖσαι ἄνευ τοῦ ἐγγυητοῦ τότε οὐκ ἐλευθεροῦται ὁ ἐγγυητής, κατὰ τὴν ἐν τῷ βιβ. ί. τιτ. δ΄. κεφ. ιγ.. διάστιξιν. [Sch. c. III. 191.]
Si quidem fidem habuerit minori, ut etiam sine fideiussore ei crederet, fideiussor liberatur. Sin vero minori sine fideiussore non fuisset crediturus, tunc fideiussor non liberatur, secundum distinctionem cap. 13 tit. 4. lib. 10.
1Εἰ δὲ μὴ ἐστι δῆλον, διὰ ποίαν αἰτίαν ὤμοσε μὴ χρεωστεῖν, ὅλον τὸ πρᾶγμα διαλύεται, καὶ καταβαλών ἀναλαμβάνει, καὶ οἱ ἐγγυηταὶ βοηθοῦνται.
Sin vero non sit manifestum, quam ob causam se non debere iuraverit, tota causa dissolvitur et solutum repetit, et fideiussores adiuvantur.
εἰ δὲ μὴ ἐστι δῆλον Ἢ γὰρ ἁπλῶς οὗτος ὤμοσεν, ἢ ὡς σίνε τουτόρε δανεισάμενος. ἁπλῶς γὰρ μὴ χρεωστεῖν ὀμόσας ἔλυσε τὴν ἀγωγήν, καὶ τοὺς ἐγγυητας ἠθώωσεν. ἤτοι ἄδήλου ὄντος, κάν τε ὅλως ἐδανείσατο, κάν τε διὰ τοῦτο ὤμοσε μὴ χρεωστεῖν, διὰ τὸ μὴ παρεῖναι ἐν τῷ καιρῷ τοῦ δανείου τὸν ἐπίτροπον, τότε ὑπὲρ τοῦ ἐναγομένου ὁ δανειστής ἀποφαίνεται, καὶ ὅλον τὸ πρᾶγμα διαλύεται, ἤγουν ἐλευθεροῦται καὶ ὁ πρωτότυπος καὶ ὁ ἐγγυητής. τὸ πλέον φησίν, ὅτι, καὶ εἰ καταβάλῃ, ἀναλαμβάνει. σημείωσαι τὴν πρόληψιν, ὅτι καὶ ἐπὶ τοῦ πουπίλλου βλάπτει τὸν δανειστὴν ἡ ἀσφάλεια. [Sch. d III 192].
Aut enim simpliciter ille iuravit, aut tanquam sine tutore mutuatus. Simpliciter enim si iuravit, se non debere, peremit actionem, et fideiussores liberavit. Vel si manifestum non sit, an pecuniam omnino mutuam acceperit, vel an iuraverit, ideo se non debere, quod tutor non adfuisset tempore mutuo datae pecuniae, tunc iudex secundum reum pronuntiat, et totum negotium dissolvit, id est et principalis liberatur et fideiussor. Quod maius est dicit et si solverit, repetit Nota praesumtionem, quod etiam in pupillo creditori nocet securitas.
ὅλον τὸ πρᾶγμα διαλύεται Φησὶ γὰρ καὶ βιβ. β΄. τιτ. γ. κεφ. νς. Καὶ ἐν τοῖς ἀμφιβίλοις τὸ φιλάνθρωπον ἐπικρατεῖ. καὶ κεφ. μζ. τιτ α. τοῦ νβ. βιβ.· Ετοιμότεροι ὀφείλομεν εἶναι παρεμπιπτούσης προφάσεως ἀρνεῖσθαι τὴν ἀγωγὴν εἰς τὸ τὴν ἐλευθερίαν ἁρμόσαι τῷ ἐναγομένῳ. [Sch. e. 111. 192.1
Nam et lib. 2 tit. 3. cap. 56. dicitur: In ambiguis quod humanius est, obtinet. Et cap. 47. tit. 1. lib. 52.: Propensiores debemus esse occasione incidente ad denegandam actionem, ut liberatio reo competat.
ἐὰν ὀμόσῃ ὁ ἐγγυητής Κυρίλλου. Ὁ ἐγγυητῆς ὀμόσας μὴ χρεωστεῖν, ὠφελεῖ τὸν ῥέον· οὐ μὴν ὀμόσας μὴ ἐγγυήσασθαι. [Sch. f III. 192.]
Cyrilli. Fideiussor, qui iuravit, se dare non oportere, prodest reo: non tamen si iuravit, se non fideiussisse.
1a᾿Ἐὰν ὀμόσῃ ὁ ἐγγυητής μὴ χρεωστεῖν, βοηθεῖται ὁ ἐναγόμενος· εἰ μὴ ἄρα ὡς μὴ ἐγγυησάμενος ὤμοσεν.
Si iuraverit fideiussor, se non debere, adiuvatur reus: nisi forte quasi non fideiusserit, iuravit.
2᾿Ἐὰν ὁ τοῦ παρόντος ἢ τοῦ ἀπόντος διεκδικητὴς ἢ τοῦ ἐγγυητοῦ διεκδικητὴς ὀμόσῃ, μὴ χρεωστεῖν τὸν ἐναγόμενον, ἔχει ὁ ἐναγόμενος παραγραφήν.
Si praesentis aut absentis defensor aut fideiussoris defensor iuraverit, reum non debere, habet reus exceptionem.
ἐὰν ὁ τοῦ παρόντος Στεφάνου. Σημείωσαι, ὅτι καὶ παρόντος ἐστὶ δεφένσως, καὶ πότε ὁ παρ᾽ ἑτέρου ὅρκος διδόμενος ὠφελεῖ ἕτερον. μέμνησο καὶ τῶν εἰρημένων ἐν τῷ 1 5΄. διγ. σημείωσαι δὲ ἐνταῦθα, πῶς μιμεῖται δικαστήριον ὁ ὅρκος, καὶ ὅτι ἀπόφασις ὑπὲρ τοῦ ῥέου nim ἐξενεχθεῖσα τὸν πρωτότυπον ἐλευθεροῖ, δηλονότι κατὰ τὴν εἰρημένην διάστιξιν, ἔνθα ὡς μηδὲν τοῦ πρωτοτύπου χρεωστοῦντος τὸν ἐγγυητὴν ἡ τοῦ δικάζοντος ἀπόφασις ἠλευθέρωσεν. βλέπε δὲ, μὴ ἐx τούτου πλανώμενος εἴπῃς, δύνασθαι τὸν δανεισάμενον ἐπιλέγεσθαι πρότερον τὸν ἐγγυητὴν καὶ κινεῖν κατ᾿ αὐτοῦ. ἀνάγνωθι τὴν δ᾽. διάταξιν τῶν μετὰ τὸν κώδικα, ἥτις νομοθετεῖ περὶ ἐγγυητῶν καὶ μανδατόρων καὶ ἀντιφωνητῶν. [Sch. g. 111. 192.]
Stephani. Nota praesentis quoque defensorem esse, et quando iusiurandum ab altero datum prosit alteri. Memineris et eorum, quae dicta sunt in dig. 9. Nota vero hoc loco, quomodo iusiurandum iudicium imitetur, et nota, sententiam super fideiussore latam debitorem principalem liberare, scilicet secundum praedictam distinctionem, ubi quasi principalis nihil deberet, fideiussorem sententia iudicantis liberavit. Caveas vero, ne hoc loco deceptus dicas, posse creditorem eligere prius fideiussorem et adversus eum agere. Lege Novellam 4. quae statuit de fideiussoribus et mandatoribus et pecuniae constitutae reis.l
Τοῦ ᾿Ανωνύμου. Ἐν ᾧ περὶ αἱρέσεως τοῦ χρέους, οὐ μὴν περὶ μόνου τοῦ προςώπου τοῦ ἐγγυητοῦ ἐψηφίσθη. [Sch. g. Ill. 192.]
Innominati. In quantum de conditione debiti, non tamen de persona tantum fideiussoris pronuntiatum est.
3Καὶ τοῦ ἐναγομένου ὀμνύοντος βοηθεῖται ὁ ἐγγυητής. καὶ ἡ ὑπὲρ ἑνὸς γὰρ αὐτῶν ψῆφος τῷ ἑτέρῳ συμβάλλεται.
Etiam si reus iurat, adiuvatur fideiussor. Namque res iudicata secundum alterum eorum, alteri prodest.
43 (= D. 12.2.1)
pr.῾Η δίκη ὅρκου κατὰ συναίνεσινΡ ἑκατέρου μέρους, ἢ τοῦ διαδίκους ἐπιφέροντος, ἐπενεχθέντος καὶ παρασχεθέντος ἢ συγχωρηθέντος τμηθεῖσα, οὐδὲ τῷ προσχήματι τῆς ἐπιορκίας ἀναζητεῖσθαι δύναται· εἰ μὴ ἄρα ἰδικῶς τοῦτο νόμῳ ὑπεξαιρεῖται.
Causa iureiurando ex consensu utriusque partis, vel adversario inferente, delato et praestito vel remisso decisa, nec periurii praetextu retractari potest: nisi specialiter hoc lege excipiatur.
ἡ δίκη ὅρκου Θεοδώρου. Ἡ τμηθεῖσα δίκη ἤτοι αἰτία ὅρκῳ τῶν δικαζομένων οὐκ ἀναψηλαφᾶται, εἰ μὴ νόμος ἰδικὸς παρακελεύεται. ὑπέξελε τὴν ιγ΄. διάταξιν τοῦ παρόντος τιτ. ήτις φησί, τὸν ὀμόσαντα χρεωστεῖσθαι ληγάτον ἢ φιδεϊκόμμισσον καὶ λαβόντα αὐτὸ ἀναδιδόναι, ὁ ἔλαβε, δεικνυμέτου, ὅτι οὐδὲν αὐτῶν ἐν τῇ διαθήκῃ εἰάθη, ἢ ὅτι χώραν οὐκ εἶχεν ὁ Φαλκίδιος. μὴ λάθη σε δὲ ἡ ἡ. διάταξις τοῦ αὐτοῦ προκειμένου τίτλου καὶ ἡ γ΄. διατ. τοῦ μβ. τιτ. τοῦ βιβ. β. ἤτοι βιβ. ι. τιτ κε. κεφ. τελευτ. ἀλλὰ καὶ αὐτὴν ὑπέξελε. [Sch. h. III. 192. sq]
Theodori. Lis seu causa iureiurando litigantium decisa non retractatur, nisi lex specialis hoc praecipiat. Excipe const. 13. hui. tit. in qua dicitur, eum, qui iuravit, legatum aut fideicommissum sibi deberi, quique hoc accepit, restituere, quod accepit si postea nihil eorum testamento relictum esse approbatum fuerit, vel Falcidiam locum non habere. Nec lateat te const. 8. huius ipsius praesentis tituli et const. 3. tit 42. lib. 2. seu lib. 10. tit. 25. cap. ult., sed et ipsam excipe.
Θαλελαίου. Η διάταξις βούλεται, μηδὲ τὸν ἀπὸ τῆς συναινέσεως τῶν μερῶν παρεχόμενον ὅρκον, μηδὲ τὸν δοθέντα τοῦ ἑνὸς ἐπενεγκόντος ἀναψηλαφᾶσθαι, εἴτε ἐδόθη, εἴτε συνεχωρήθη. ἔχει δὲ τὸ κατὰ πόδας, ὡς ἐν τῷ Βασιλικῷ κεῖται. [Sch. h. III. 193.]
Thalelaei. Constitutio vult, neque ex consensu partium praestitum iusiurandum, neque altero deferente datum retractari, sive praestitum sit, sive remissum. Habet autem τὸ κατὰ πόδας, ut est in Basilico.
ἢ τοῦ διαδίκου ἐπιφέροντος Ἐν δικαστηρίῳ ἐπήγαγεν ὅρκον, καὶ δικαστῆς ἠνάγκασε τὸν διάδικον ὀμόσαι. [Sch. 1. 111. 193.j
In iudicio iusiurandum intulit, et adversarium iurare compulit.
ἢ συγχωρηθέντος Ἔγνως ἐν τῷ ιβ. βιβ. τιτ. β΄. διγ. σ΄., ὅτι ἐὰν ἐπαγάγῃ ὅρκον τις καὶ ἑτοίμως ἐσχηκότος τοῦ διαδίκου ὀμόσαι συγχωρήσῃ, ἔοικε τῷ δεξαμένῳ τὸν ὅρκοντ· εἰ μὴ ἄρα ὡς μέλλων ἀποδεικνύειν τὸ πρᾶγμα, περὶ οὐ ᾐτήσατο τὸν ὅρκον, παρητήσατο αὐτὸν δέξασθαι. τοῦτο γὰρ ἔχομεν γνῶναι ἐν τούτῳ τῷ τίτλῳ διατ. ια΄. ὥςτε μηκέτι δύναται ἀναψηλαφᾶσθαι. καλῶς δὲ υπεςειλεν η διάταξις ἓν θέμα· μέλλομεν γὰρ εὑρίσκειν ἐν τῇ τελευταίᾳ τούτου τοῦ τίτλου διατ. ὅτι ἐπὶ ἑνὸς θέματος συμβαίνει τὸν ἅπαξ δεδομένον ὅρκον ἀναψηλαφᾶσθαι. [Sch. k. III. 193.]
Didicisti lib. 12. tit. 2. dig 6. quod si quis iusiurandum detulerit, et cum adversarius paratus esset iurare, id ei remiserit, similis est ei, qui iusiurandum accepit: nisi forte quasi rem, de qua iusiurandum intulerat, probaturus ipsum accipere recusaverit. Hoc enim discere possumus ex hoc titulo const 11 Itaque non amplius potest retractari. Recte vero excepit constitutio unum casum: inveniemus enim in ultima huius tituli constitutione, uno casu semel datum iusiurandum retractari.
44 (= D. 12.2.2)
pr.Οὐδεὶς κατὰ τοῦ θεοῦ ὀμόσας κινδυνεύει. ἱκανῶς γὰρ ὁ ὅρκος ἔχειν τιμωρὸν τὸ θεῖον, εἰ κατὰ τοῦ θεοῦ γέγονεν· εἰ δὲ κατὰ βασιλέως κατά τινα θερμότητα ὤμοσέ τις, συγχωρεῖται.
Nemo, qui per Deum iuravit, periclitatur. Satis enim iusiurandum habet ultorem numen divinum, si per Deum praestitum sit: si vero per Principem quodam calore quis iuraverit, ignoscitur ei.
οὐδεὶς κατὰ τοῦ θεοῦ ὁμόσας Ὁ κατὰ θεοῦ ὀμνύων οὐ τιμωρεῖται ἀνθρωπικῶς. τοῦτο νόει, εἰ μὴ βλαςφήμως ὀμόσει, διὰ τὴν ος΄. νεαράν. [Sch. L. III. 193.]
Qui per Deum iurat, non punitur ab hominibus. Hoc accipe, nisi impie iuret, propter Novellam 76.
Τοῦ Ἐναντιοφανοῦς. Ζήτει βιβ. β. τοῦ κωδ. τιτ. δ΄. διατ. μα. ήτις φησίν, ὅτι ὁ ἐν διαλύσει ἐπιορκῶν κατὰ τοῦ θεοῦ ἀτιμοῦται, καὶ βιβ. ξ΄. τιτ. λή. κεφ. τελευτ. καὶ τιτ. τοῦ αὐτοῦ βιβ. λ. κεφ. δ΄. καὶ βιβ. νγ. κεφ. ιγ. τοῦ νόμου τῶν Ῥοδίων. καὶ βιβ. ί. τιτ. γ. κεφ. κα. κβ. καὶ βιβ. ξ΄. τιτ. λς΄. κεφ. ιε. καὶ βιβ. ζ. τιτ. δ΄. κεφ. έ. θεμ. β΄. ἐν τέλει, καὶ τὴν ἐκεῖ παραγραφήν, ἀφ᾿ ἧς μάθης, πότε καὶ ἐπὶ ποίων θεμάτων ὁ ἐπιορκήσας ποινὰς ὑφίσταται. [Sch. 1. III. 193.]
Enantiophanis. Quaere lib. 2. Cod. tit. 4. const 41 qua dicitur, eum qui in transactione per Deum peieravit, infamia notari, et lib. 60. tit. 38. cap. ult. et eiusdem lib. tit. 30. cap. 4. et lib. 53. cap. 13. legis Rhodiae, et lib. 10. tit 3. cap. 21. 22. et lib. 60. tit. 36. cap. 15. et lib. 7. tit. 4. cap. 5. them. 2. in fine, et ibi adnotationem, ex qua disces, quando et quibus casibus, qui peieravit, poenas sustineat.
εἰ δὲ κατά βασιλέως Ὁ ἐπιορκῶν κατὰ βασιλέως ἀπὸ θερμότητος οὐκ εὐθύνεται. φησὶ γὰρ βιβ. θ΄. τιτ. ή διατ. β., ὅτι οὐδὲ τῷ μαϊεστάτις νόμω ὑπόκειται. πλὴν μνήσθητι τῆς πρὸ ὀλίγου εἰρημένης μα. διατ. τοῦ δ. τιτ. τοῦ β. βιβ. ἤτοι βιβ. ια. τιτ. β. εἰπούσης, ὅτι ὁ ἐν διαλύσει ἐπιορκῶν κατὰ βασιλέως τὸ πρόςτιμον δίδωσι καὶ ἐκπίπτει τῆς ἰδίας ἀγωγῆς, καὶ ἀτιμοῦται. [Sch. m. III. 193.]
Qui peierat per Principem calore raptus, non coercetur. Dicit enim lib. 9. tit. 8. const. 2. ne legi maiestatis quidem eum subiacere. Ceterum memineris paulo ante memoratae constitutionis 41. tit. 4. lib. 2. seu lib. 11. tit. 2., qua dicitur, eum, qui in transactione per Principem peieraverit, poenam praestare et actione sua cadere, et infamari.
Τὸ κατὰ πόδας. Ἡ τοῦ ὅρκου καταφρονηθεῖσα εὐσέβεια ἱκανῶς τὸν θεὸν ἔχει τιμωρούμενον. κίνδυνον δὲ σώματος ἢ καθοσιώσεως ἔγκλημα κατὰ τὰς διατάξεις τῶν ἡμετέρων θείων πατέρων, εἰ5 κατὰ τῆς τοῦ βασιλέως καθοσιώσεως ἡ ἐπιορκία γέγονεν, ἐπιφέρεσθαι οὐ χρή. [Sch. m. III. 193.]
Τὸ κατὰ πόδας. Iurisiurandi contemta religio satis Deum habet ultorem. Periculum autem corporis vel maiestatis crimen secundum constitutionem divorum parentum meorum, et si per Principis maiestatem quodam calore fuerat peieratum, inferri non oportet.
Τοῦ Νικαέως. ᾿Ανάγνωθι βιβ. ξ΄. τιτ. λ. κεφ. δ. ὅ φησι· Περὶ τῆς ἐπιορκίας τοῦ ὀμόσαντος ἐν συμβολαίω, ἰδικὸν αὐτοῦ εἶναι ὅπερ ὑποτίθεται, τὸ παρὸν ἔγκλημα αρμόζει, καὶ πρὸς καιρὸν ἐξορίζει. καὶ τιτ. αὐτοῦ λή. κεφ. τελευτ. ' ὅπερ ἐστὶ νεαρὰ ἔχουσα οὕτως˙ Ἡ ἐπὶ σκηνῆς οὐσα γυνή, κἂν ὀμόσῃ καὶ ἐγγύας δώσει μὴ ἀναχωρεῖν τῆς πορνείας, ἀκινδύπως ἀφίσταται· καὶ εἰ ἀπαιτήσει τις τὰς τοιαύτας ἐγγύας, ὑπόκειται τῷ τῆς ἐπιορκίας ἐγκλήματι καὶ προςτιμᾶται ι. λιτρῶν χρυσοῦ. [Sch. m. III. 194.]
Nicaei. Lege lib. 60. tit. 30. cap. 4. quod dicit: De periurio eius, qui iuravit in instrumento, suum ipsius esse quod pignori supponebatur, praesens crimen com petit, et ad tempus exulat. Et tit. 38. eiusdem lib. cap. ult. quod quidem Novella est, in qua sic habetur: Scenica mulier, licet iuraverit et satisdederit, se a scortatione non decessuram, impune desistit: et si exigit quis eiusmodi satisdationes, crimini periurii subiicitur et decem libris auri mulctatur.
Τοῦ αὐτοῦ. Ζήτει κεφ. έ. θεμ. β. καὶ τὴν ἐκεῖ παραγραφήν, καὶ κανόνα τοῦ ἁγίου Βασιλείου. καὶ ὁ πρ. κανών αὐτοῦ περὶ τῶν ἐπιορκησάντων οὕτως φησίν· Εἰ μὲν ἐκ βίας καὶ ἀνάγκης παρέβησαν τοὺς ὅρκους, κουφοτέραις ὑπόκεινται ταῖς ἐπιτιμίαις, ὥςτε μετὰ ἓξ ἔτη εἶναι αὐτοὺς δεκτούς. εἰ δὲ ἄνευ ἀνάγκης προδῶσι τὴν ἑαυτῶν πίστιν, ἐν δυσὶν ἔτεσι προςκλαύσαντες, καὶ ἐν δυσὶν ἀκροασάμενοι, καὶ ἐν ἑ΄. ὑποπτώσει εὐξάμενοι, καὶ ἐν δυσὶν ὅλοις ἄνευ προςφορᾶς εἰς τὴν κοινωνίαν τῆς προςευχῆς παραδεχθήσονται, καὶ πρὸς τελευτὴν ἀξιόλογον δηλαδὴ τὴν μετάνοιαν ἐπιδειξάμενοι ἀποκατασταθήσονται εἰς τὴν κοινωνίαν τοῦ σώματος τοῦ Χριστοῦ. [Sch. m. III. 194.]
Eiusdem. Quaere cap. 5. them. 2. et ibi adnotationem, et canonem S. Basilii. Et eiusdem cap. 82. de his, qui peierarunt, sic ait: Si quidem vi et necessitate coacti transgressi sacramenta sunt, levioribus poenis subiacent, ut post sex annos recipi queant. Qui autem citra necessitatem fidem suam prodiderunt, postquam duobus annis defleverint, et duobus annis audiverint et in quinto in substratione oraverint, et in duobus plenis sine oblatione in orationis communionem susci pientur, et tandem digna scilicet poenitentia ostensa in corporis Christi communionem restituentur.
Ζήτει καὶ βιβ. ξ. τιτ. Χ΄. κεφ. δ. καὶ τιτ. λή. κεφ. αὐτοῦ τελευτ. ἃ τοὺς ἐπιορκήσαντας τιμωροῦσι ταῖς ἐκεῖ διωρισμέναις ποιναῖς· καὶ σκόπησον ἐκεῖνα, ὅτι οὐ φασι περὶ ὅρκων ἐν δικαστηρίῳ διδομένων. ἀλλὰ τὸ μὲν τοῦ λή. τιτ. περὶ πόρνης διαλέγεται ὀμνυούσης μὴ ἀναχωρεῖν τῆς πορνείας πρὸς τὸν πορνοβοσκὸν τὸν ἔχοντα αύτην καὶ τρέφοντα· τὸ δὲ τοῦ Κ΄. τιτ. περὶ τοῦ δι᾽ ὅρκου διαβεβαιουμένου ἐν συμβολαίῳ, ἴδιον αὐτὸ τυγχάνειν τὸ παρ᾿ αὐτοῦ ὑποτιθέμενον, καὶ ὠφελεῖται διὰ τοῦ ὅρκου εἰς τὸ μὴ δοῦναι ἕτερον ἐνέχυρον. [Sch. m. III. 194.]
Quaere et lib. 60. tit. 30. cap. 4. et tit. 38. cap. ult quae eos, qui peieraverunt, adfligunt poenis ibi definitis et perpende, ea non loqui de iureiurando in iudicio praestito. Sed caput quidem tit. 38. de meretrice agit quae se a scortatione non recessuram iurat lenoni, qui eam habet et alit: caput autem tit. 30. de eo, qui iureiurando affirmat in instrumento, suum esse pignus eique iusiurandum prodest, ut aliud pignus non det.
Φησὶν ἐν βιβ. ί. τιτ. γ. κεφ. κά. Εἰ ἐπιφέροντός μου ὤμοσας καὶ οὕτω τῆς δίκης ἠλευθερώθης, ἀργεῖ, κἂν ὕστερον ἡ ἐπιορκία ἐλέγχηται· ἀρκεῖ γὰρ ἡ ποινὴ τῆς ἐπιορκίας. [Sch. m. III. 194.]
Cap. 21. tit. 3. lib. 10. dicit: Si me deferente iuravé ris et ita iudicio absolutus sis, cessat, etiamsi postea periurium approbatum fuerit: sufficit enim periurii poena.
κατά τινα θερμότητα Τοῦτο νόησον πρὸς τὸν τῆς καθοσιώσεως κίνδυνον, ἐπεὶ τύπτονται ῥοπάλοις ὡς προπετεῖς, ἀκούοντες· προπετῶς μὴ ὀμνύετε, κατὰ τὸ κείμενον ἐν τοῖς δὲ ῥέβους. [Sch. n. III. 194.]
Hoc de periculo maiestatis reorum dictum intelligas: nam fustibus castigantur tanquam temerarii, audientes: temere ne iurate, iuxta id, quod positum est in libris de rebus.
Ὁ μέντοι ἐν διαλύσει ὀμόσας κατὰ τῆς τοῦ βασιλέως σωτηρίας καὶ ἐπιορκήσας ἄλλην ὑπομένει τιμωρίαν, ὡς εἴρηται βιβ. β. τιτ. δ΄. διατάξει μα΄. ἤτοι βιβ. ια. τιτ. β΄. ἄλλο οὖν ἐστιν ἐπὶ τοῦ κατὰ θερμότητα ὀμόσαντος, ἄλλο ἐπὶ τοῦ ἐν διαλύσει ἐπιορκήσαντος. [Sch. n. III. 194.]
Qui autem in transactione iuravit per salutem Principis, et peieravit, aliam poenam sustinet, ut dicitur lib. 2. tit. 4. const. 41. seu lib. 11. tit. 2. Aliud igitur est in eo, qui calore quodam iuravit, aliud in eo, qui in transactione peieravit.
45 (= C. 4.1.3)
pr.᾿Ἐπὶ τῶν καλῇ πίστει καὶ τῶν ἄλλων ἀγωγῶν δύναται ὁ δικαστὴς ἐν ἀπορίᾳ τῶν ἀποδείξεων ἕρκον ἐπιφέρειν ε.
In bonae fidei et reliquis actionibus potest iudex deficientibus probationibus iusiurandum deferre.
ἐπὶ τῶν καλῇ πίστεις Ἐπὶ πασῶν τῶν ἀγωγῶν ἐπιφέρει ὅρκον ὁ δικαστής, ᾧ δ᾽ ἂν ἐθέλει τῶν δικαζομένων, ἐν ἀπορίᾳ ἀποδείξεων· καῦσα κόγνιτα μέντοιγε, δηλονότι ἵνα ἐπιτελεσθῇ ὁ ὅρκος παρ᾿ αὐτῷ τῷ δικάζοντι, κατὰ τὴν ιβ΄. διατ. τοῦ παρόντος τιτ. ἀνάγνωθι τὴν πρ΄. νεαράν· καὶ ἴσθι, ὅτι φησὶν ἡ ογ΄. ὁμοίως, ὅτι ἐπὶ τῶν ἐγγράφων συναλλαγμάτων ὁ ὅρκος τῷ ῥέῳ ἐπιφέρεται μὴ ἀποδεικνύοντος τοῦ ἄκτωρος. ἀνάγνωθι τὴν ε΄. καὶ ια΄. διατ. τοῦ παρόντος τιτ. [Sch. o. III. 195.]
In omnibus actionibus iudex inopia probationum iusiurandum defert, cuicunque litigantium voluerit: causa tamen cognita, ut scilicet apud eundem iudicem iuramentum praestetur, secundum const 12. hui. tit. Lege Novellam 82. et sciendum est, similiter dici Novella 73. in contractibus, qui ex scripto fiunt, iusiurandum inferri reo actore non probante Lege const. 5. et 11. hui. tituli.
Τὸ κατὰ πόδας. Ἐν ταῖς βόνα φίδε ἀγωγαῖς, οὐ μὴν ἀλλὰ καὶ ἐν ταῖς ἄλλαις δίκαις ἐν τῇ τῶν ἀποδείξεων απορίᾳ διὰ τοῦ δικαστοῦ ὅρκῳ καῦσα κόγνιτα τὸ πρᾶγμα δύναται τέμνεσθαι. [Sch. o. III. 195.]
Τὸ κατά πόδας. In bonae fidei actionibus, nec non etiam in ceteris causis inopia probationum per iudicem iureiurando causa cognita res decidi potest.
Σημείωσαι δὲ ἐκ τῆς διατάξεως, ὅτι οὐκ ἔξεστι τῷ δικαστῇ, ἐκνηρῷ τυχὸν ὄντι, κατὰ φύσιν τῶν ἄλλων ἀποδείξεων ἐπιφερομένῳ ἐπιδραμεῖν τῷ ὅρκῳ, ἀλλὰ μετὰ τὴν τοῦ πράγματος βάσανον. ἐὰν οὖν ἤδη ἐλλείπῃ τὰς ἀποδείξεις 1, τότε ὀφείλει τὸν ὅρκον ἐπιφέρειν. πλατύτερον γάρ ἐστι τὸ νόμιμον, ἐπιτρέπον ἐν πάσῃ δίκῃ τὸν ὅρκον ἐπιφέρεσθαι μὴ οὐσῶν ἄλλων ἀποδείξεων. [Sch. o. III. 195.]
Nota autem ex constitutione, non licere iudici, negligenti fortassis, secundum naturam aliarum probationum delato occurrere iuriiurando, sed post rei perscrutationem. Si igitur iam deficiat probationibus, tunc debet iusiurandum deferre. Latius enim est quod sancitur lege, quae permittit in omni causa iusiurandum deferre non praesentibus aliis probationibus.
Μὴ περὶ ἰουδικιαλίου ὅρκου ἀναγκασθῆς νοῆσαι τὸ παρὸν κεφάλαιον διαλέγεσθαι διὰ τὸ λέγειν, ὅτι ὁ δικαστής δύναται ἐπιφέρειν, ἀλλὰ καὶ περὶ νεκεσσαρίου νόησον. καὶ γὰρ ἐκ τῶν νεκεσσαρίων αἰτιῶν καὶ δικαστὴς ἐπιφέρει. καὶ ζήτει ἀναγκαίως κεφάλαιον α΄. τούτου τοῦ τίτλου καὶ τὸν ἐκεῖσε ἴνδικα περὶ τὸ τέλος διδάσκοντα τελείως τὰ περὶ τῶν ὅρκων, ἔνθα φησίν· Εἶπον δὲ σοι καὶ τοῦτο πάλιν προθεωρῶν, καὶ τὰ ἑξῆς. [Sch. o. III. 195.]
Ne de iudiciali iureiurando intelligas necessario praesens caput disputare propterea quod dicat, iudicem posse deferre, verum etiam de necessario cogites. Namque ex necessariis causis et iudex defert. Et quaere necessario caput 1. hui. tit et ibi Indicem sub finem do centem perfectius, quae ad iusiurandum pertinent, ubi dicit: Dixi vero tibi et hoc rursus praefationis loco et quae sequuntur.
46 (= C. 4.1.4)
pr.Ἐπὶβ τῷ ἀποκλεῖσαι τὴν κατὰ τοῦ ἐπιτρόπου ἀγωγὴν ὁ ἄνηβος ὅρκον τῷ ἐπιτρόπῳ δέδωκεν, οὐ κωλύεται μετὰ ταῦτα τὴν αὐτὴν δίκην γυμνάζειν.
Si ad excludendam tutelae actionem pupillus iusiurandum tutori dedit, postea eandem litem exercere non prohibetur.
ἐπὶ τῷ ἀποκλεῖσαι Θαλελαίου. Οὐδὲν ἦττον κινεῖ τὴν τουτέλαε ὁ πούπιλλος, κἂν ὤμοσε μὴ κινεῖν αὐτήν. μέμνησο τῆς α΄. διατάξεως τοῦ κδ. τιτ. τοῦ β΄. βιβ. καὶ ἀνάγνωθι βιβ. ή. τιτ. λέ΄. διατ. γ΄. ζήτει βιβ. ί. τιτ. ί. κεφ. α. ὅ φησιν· Ὁ ἐλάττων τῶν εἴκοσι πέντε ἐνιαυτῶν πωλήσας τινὶ χωρίον, καὶ ἀσφάλειαν αὐτῷ ἐξέθετο, ὡς οὐδεμίαν περὶ τούτου τοῦ κτήματος ἐπάξει ζήτησιν, καὶ ὅρκῳ δὲ αὐτὸν ἠσφαλίσατο, ὡς φυλάττοι βέβαιον τὸ συνάλλαγμα. ἀλλὰ μετὰ τοῦτο καὶ τοῦ ὅρκου καὶ τῆς ὁμολογίας ἐκλαθόμενος ἠβούλετο ἀνατρέψαι τὴν πρᾶσιν. καὶ ἀντέγραψε πρὸς αὐτὸν ὁ βασιλεὺς οὕτως, καὶ τὰ λοιπά. [Sch. p. III. 195.]
Thalelaei. Nihilo secius movet tutelae actionem pupillus, etiamsi iuraverit se ea non acturum. Memineris const 1. tit. 24. lib. 2 et lege lib. 8. tit. 35. const. 3. Quaere lib. 10. tit. 10 cap. 1. quod dicit: Minor annis viginti quinque, qui vendidit alicui praedium, cautionem ipsi etiam praestitit se nullam de eo praedio controversiam facturum, et iureiurando illum securum reddiderat, firme sese contractum observaturum. Verum posthac et iurisiurandi et promissionis oblitus volebat revocare venditionem Et ita ipsi Imperator rescripsit, et reliqua.
Θαλελαίου. Ὁ πούπιλλος ὀμόσας τὴν πουπιλλαρίαν μὴ κινεῖν, οὐκ ἀποκλείεται. ἔχει δὲ τὸ κατὰ πόδας, ὡς ἐν τῷ βασιλικῷ κεῖται. ἔμαθες δὲ ὅμοιον θέμα παρόντι περὶ τοῦ πουπίλλου ἐν τῷ α. βιβ. τῶν δὲ ῥέβους, ἤτοι κεφ. λδ. τούτου τοῦ βιβλίου, ὅτι ὅρκον ἐπενεγκόντος αὐτῷ τινος, κἂν ὀμόση, οὐδὲν ἀδικεῖται, δυνάμενος πάλιν δικάζεσθαι· οὐδὲ γὰρ ἔχει διάθεσιν. [Sch. p. III. 195. sq.]
Thalelaei. Pupillus, qui iuravit, tutelae se non acturum, non excluditur. Habet autem τὸ κατὰ πόδας ut est in Basilico. Ceterum simile huic thema didicisti lib. I. de rebus, seu cap. 34. hui. libri, pupillum, delato ipsi ab aliquo iureiurando, etiamsi iuraverit, non laedi siquidem rursus in iudicium deducere eandem rem potest: neque enim habet voluntatem.
47 (= C. 4.1.5)
pr.Τελευτῶν τις ἔγραψε τὸν ἑαυτοῦ παῖδα ἄνηβον ὄντα κληρονόμον, δεδωκώς αὐτῷ ἐπίτροπον, καὶ ἐκ τοῦ ἐπιτρόπου κατέλιπε ληγάτον. ὁ ληγατάριος προςῆλθεν αἰτῶν τὸν ἐπίτροπον καταβαλεῖν αὐτῷ τὸ ληγάτον, καὶ ἠρνήσατο ὁ ἐπίτροπος, καὶ ἀντιγράφει πρὸς αὐτὸν ὁ βασιλεὺς οὕτως· Ὅτι ἐκ τοῦ ἐπιτρόπου καταλειφθῆναι τὸ ληγάτον ἀμφιβάλλεται, εἰ μὲν ὁμολογεῖται, καταβάλλεται· εἰ δὲ ἀρνεῖται ὁ ἐπίτροπος, ἀναγκάζεται ὀμόσαι περὶ τούτου.
Quidam decedens filium suum impuberem heredem scripsit, dato ei tutore, et a tutore reliquit legatum. Legatarius adiit tutorem petiitque, ut solveret ipsi legatum, et negavit tutor, et ita ei Imperator rescribit: Quia a tutore relictum legatum esse ambigitur, si quidem de eo constet, solvitur: si vero initietur tutor, compellitur de eo iurare
ἀναγκάζεται ὀμόσαι περὶ τούτου Θεοδώρου. Καλῶς ὀμνύει ὁ ἐπίτροπος ὑπὲρ τοῦ πουπίλλου. ὁμοίως ἐν τῇ τελευταίᾳ διατάξει τοῦ νή. τιτ. τοῦ β΄. βιβ. ἤτοι βιβ. ζ τιτ. ιδ. κεφ. κ. ἐπὶ παντὸς κηδεμόνος. καὶ σημείωσαι, πότε ἄλλος ὑπὲρ ἄλλου ὀμνύει διὰ τὴν ἐ΄. καὶ ιβ΄. διατ. τοῦ παρόντος τιτ. καὶ ἀνάγνωθι τὴν ρκδ΄. νεαρὰν τὸ αὐτὸ λέγουσαν. ἐὰν ὁ διαβεβαιούμενος μὴ ἀποδείξῃ, ὅπερ διισχυρίζεται, τῷ δικαίῳ αὐτῷ ὁ ὅρκος ἐπιφέρεται. τοῦτο νόει ἐπὶ ἀγράφων συναλλαγμάτων, ὡς φησιν ἡ ιγ΄. νεαρά, ὅτι τοῦ ῥέου μὴ ὀμόσαντος αντεπάγεται ὁ ὅρκος τῷ ἄκτωρι, ἵνα μὴ ἐναντιωθῇ· 001 ἡ ια. διατ. τοῦ προκειμένου τίτλου· ὅτι γὰρ ὁ διαβεβαιούμενος βαρεῖται τῇ ἀποδείξει, δηλοῖ τὸ β΄. διγ. τοῦ κβ΄. βιβ. τιτ. γ. [Sch. q. fit. 196.]
Theodori. Tutor recte pro pupillo suo iurat. Similiter in ultima constitutione tit. 58. lib. 2. seu lib. 7. tit. 14. cap. 20. de quovis defensore. Ac nota, quando alius pro alio iuret propter const 5. et 12. hui. tit. et lege Nov. 124. idem dicentem. Si affirmans non probaverit, quod affirmat, ipso iure iusiurandum ei defertur. Hoc intellige in contractibus, qui sine scripto fiunt, ut ait Novella 13. reo non iurante actori iusiurandum referri, ne obstet tibi undecima constitutio propositi tituli: affirmantem enim onerari probatione, ostendit dig. 2. tit. 3. lib. 22.
Θαλελαίου. Σημείωσαι τὸ νόμιμον, ὅτι δυνατὸν παρὰ ἐπιτρόπου καταλείψαι φιδεϊκόμμισσον, τοῦ πουπίλλου κερδάναντος ἀπὸ διαθήκης, καὶ λοιπὸν ἐναγόμενος ἐκεῖνος τῆ τουτέλαε λογίζεται φιδεϊκόμμισσον. [Sch. q. HÌ. 196.]
Thalelaei. Nota legem, fideicommissum a tutore relinqui posse, si pupillus ex testamento lucrum capiat: et tutor postea tutelae conventus fideicommissum reputat.
Ὑπόθου, ὅτι κατέλιπε τῷ ἐπιτρόπῳ ἐκ τῆς αὑτοῦ περιουσίας λεγάτον νομισμάτων ρ΄ καὶ εἶπεν, ὅτι τὰ μὲν ν. ἔχε
Finge, testatorem ex suis bonis legatum centum nummorum reliquisse, et dixisse: quinquaginta, tutor, tibi habe, quinquaginta autem da Titio.
3 σύ, ὦ ἐπίτροπε, τὰ δὲ πεντήκοντα δὸς Τιτίῳ. [Sch. q. III. 196. ᾿Ανατολίου. Τὸ καταλειφθὲν καὶ τῷ πουπίλλῳ ληγάτον ἢ φιδεϊκόμμισσον ἐὰν ἀρνῆται ὁ ἐπίτροπος, ὅρκον ἐπαγαγέτω αὐτῷ ὁ πούπιλλος. [Sch q. 111. 196.]
Anatolii. Si tutor legatum vel fideicommissum pupillo quoque relictum infitietur, pupillus iusiurandum ei deferat.
Πρότερον λαμβάνων ἀπὸ τοῦ λεγαταρίου τὸν συκοφαντικόν, ὡς βιβ. μδ΄. τιτ. α΄. κεφ. ρνζ. καὶ ἀνάγνωθι ὅλον. Sch. q. III. 196.j
Prius accipiens a legatario iusiurandum calumniae, ut lib. 44. tit. 1. cap. 157. et lege totum.
᾿Ανάγνωθι βιβ. μδ΄. τιτ. β. κεφ. ξθ΄. θεμ γ΄. 8 φησιν· Lἰ καὶ ἡ μήτηρ ὡς οὐ δίδωσι τῷ παιδὶ ἐπίτροπον, ὅμως Τι καὶ ἡ μήτηρ δίδωσι αὐτῷ ἐπίτροπον, γράφουσα δίδοῦσα δύναται τὸν ἐπίτροπον ἀξιοῦν, ἀποθνήσκοντος ἀνήβου τοῦ παιδὸς ἑτέρῳ τὴν κληρονομίαν ἀποκαταστῆσαι. καὶ ὁ πατὴς γὰρ ἐν διαθήκῃ ἐξ ἀρχῆς ἀκύρῳ ἢ μετὰ ταῦτα γενομένη διδοὺς ἐπίτροπον δύναται ἀποκαθιστᾶν, αὐτοῦ καὶ διδόντος, εἴτε γενήσεται ὁ τοιοῦτος, εἴτε μή᾿ ἀπὸ τοῦ παιδὸς γὰρ ταῦτα δοκεῖ δίδοσθαι. ἀμέλει ἐὰν παρὰ τοῦ ἐπιτρόπου τοῦ μηδέν κερδάναντος 1η αὐτῷ τῷ παιδὶ ληγατεύσῃ, οὐκ ἔρρωται. τὰ αὐτὰ καὶ ἐπὶ κουράτωρος. κατὰ γοῦν τὴν τοιαύτην τοῦ μδ. βιβ. παραπομπὴν θεμάτισον καὶ ἐνταῦθα ληγάτον καταλειφθήναι ἀπὸ τῆς τοῦ τελευτήσαντος οὐσίας, καὶ τὸν ἐπίτροπον ὁρισθῆναι τοῦ δοῦναι, ὡς αὐθεντοῦντος καὶ κατεξουσιάζοντος τοῦ ἀνήβου, καὶ τῆς διοικήσεως τῆς περιουσίας αὐτοῦ· καὶ διὰ τοῦτο ἀναγκαζόμενον ομόσαι. ὁ γὰρ ἐπίτροπος δεσπότης εἶναι δοκεῖ τῶν πουπιλλαρίων πραγμάτων, καὶ αὐτὸς ἐνάγει καὶ ἐνάγεται, καὶ τὴν πᾶσαν διοίκησιν αὐτεξουσίως ποιεῖ. [Sch. q. 111. 196. sq.]
Lege lib. 44. tit. 2. cap. 69. them. 3. quo dicitur: Licet mater tutorem filio valide non det, tamen si heredem eum instituerit, eique tutorem dederit, potest tutorem rogare, ut si filius impubes decesserit, alii hereditatem restituat. Nam et pater, qui tutorem dedit in testamento ab initio invalido, vel postea irrito facto, potest eum rogare, ut ex bonis suis relictum legatum aut fideicommissum restituat, sive is tutor erit, sive non: haec enim a pupillo dari videntur. Certe si a tutore nullum lucrum accipiente filio legaverit, id non valet. Idem et in curatore. Secundum hanc igitur allegationem lib. 44. finge et hoc loco legatum relictum esse ex bonis defuncti, et tutorem rogatum, ut praestaret fideicommissum, quod potestatem et auctoritatem tam in pupillum, quam bonorum eius liberam administrationem habeat: et ideo iurare compelli. Tutor enim rerum pupillarium dominus esse videtur, et ipse agit et convenitur, et totam administrationem pro arbitrio suo gerit.
48 (= C. 4.1.6)
pr.Γυνή τις ἐτελεύτησεν ἔχουσα παῖδας, ἔχουσα καὶ υἱὸν ἀδελφοῦ. ὁ δὲ υἱὸς τοῦ ἀδελφοῦ κατεῖχε πᾶσαν τὴν κληρονομίαν, λέγων, μὴ εἶναι παῖδας αὐτῆς, ἀλλὰ καὶ ἀπελευθέρους ἰδίους ὑπάρχειν. αἱρεθείς δὲ μεταξὺ αὐτῶν μεσίτης καὶ διαλαβὼν ἐδοκίμασεν, ὅρκον περὶ τῆς συγγενείας καὶ τοῦ γένους παρασχεῖν. ὅπερ καὶ γέγονεν. μετὰ ταῦτα ὁ υἱὸς τοῦ ἀδελφοῦ ἐδεήθη, αἰτῶν μηδὲν βλαβῆναι ἀπὸ τοῦ ταῦτα τὸν μεσίτην ὁρίσαι. καὶ λέγει ἡ διάταξις, ὅτι χρὴ φυλάττεσθαι τὸν τύπον τοῦ μεσίτου, καὶ μὴ ἀναψηλαφᾶσθαι τὸν ὅρκον.
Mulier quaedam decessit filios habens habens etiam filium fratris. Filius fratris autem totam hereditatem possidebat, dicens, cos filios eius non esse, sed et libertos suos esse. Mediator autem inter eos acceptus, cognoscens decrevit, iusiurandum de ingenuitate et genere praestari. Quod et factum est. Post haec fratris filius preces obtulit postulans, ne arbitri decretum ullum sibi damnum afferret. Et ait constitutio, decretum arbitri servari oportere, nec iusiurandum retractari.
γυνή τις ἐτελεύτησεν Θεοδώρου. Συναινέσει τῶν δικαζομένων ὅρκῳ τέμνεται καὶ τὰ περὶ γένους καὶ εὐγενείας˙ καὶ οὐδὲν ἀνατρέπεται. μέμνησο τῆς α. διατ. τοῦ προκειμένου τίτλου. [Sch. r. III. 197.]
Theodori. Consensu litigatorum generis et ingenuitatis quaestio iureiurando et nihil retractatur. Memineris constit. 1. tituli propositi.
αἱρεθεὶς δὲ μεταξὺ αὐτῶν μεσίτης Μὴ αἱρετὸν δικαστὴν νοήσῃς τὸν μεσίτην, ἀλλ᾽ ἁπλῶς μεσίτην καὶ συμβιβαστὴν ἑκατέρων τῶν φιλονεικούντων· διὰ τοῦτο γὰρ λέγει.... αὐτὸν ὁ νόμος. διὰ γὰρ τὸ πολυόχλητον τῶν δικῶν ἠβουλήθησαν ἀμφότερα τὰ μέρη λαβεῖν τινα μεσίτην καὶ συμβιβαστήν, ὃς καὶ ἐπήγαγεν ἴσθι καθολικῷ δίζεται είναι λόγῳ, ὅτι αἱρετὸς δικαστὴς ἐκεῖνος λογίζεται εἶναι, οὗ καὶ σύμφωνον ἑκάτερα τὰ μέρη πεποιήκασι, δηλοῦν οὕτως, ὅτι οἷος ἂν παραβῇ τὰ κεκριμένα τῷ αἱρεθέντι μεταξὺ ἡμῶν δικαστῇ, οὗτος ἂν δώσει πρᾶγμα τόδε. τούτου γὰρ τοῦ συμφώνου μὴ γινομένου οὐδέποτ᾽ ἂν νοήσῃς αἱρετὸν δικαστήν. ζήτει δὲ περὶ αἱρετοῦ δικαστοῦ καὶ μεσίτου βιβ. ζ. τιτ. β. [Sch. s. III. 197.]
mediator autem inter eos acceptus Mediatorem ne iudicem compromissarium esse putes, sed simpliciter mediatorem et conciliatorem utriusque contendentis: ideo enim.... ipsum lex vocat. Nam propter molestias litium utraque pars aliquem mediatorem et conciliatorem accipere volebat, qui et iusiurandum detulit. Scias enim generaliter, iudicem compromissarium illum intelligi, per quem et pactum utraque pars interposuit, quo cavetur, ut, qui sententiae arbitri inter utramque electi non steterit, rem illam praestet. Nam si hoc pactum interpositum non sit, nunquam iudicem compromissarium intelliges. Quaere autem de iudice compromissario et mediatore lib. 7. tit. 2.
ὑπερ καὶ γέγονεν Ορίσαντος γὰρ τοῦτο τοῦ μεσίτου ἔστερξαν τὰ μέρη τὸν ὅρκον καὶ ἐδόθησαν ⅱ. καὶ σημείωσαι, ὅτι, εἰ καὶ μεσίτης αἱρεθεὶς ὅρκον ὁρίσει, καὶ δοθῇ ὁ ὅρκος, φυλάττεται, εἰ καὶ μὴ ὡς νεκεσσάριος, ἀλλ᾽ οὖν ὡς βολουντάριος κατὰ τὴν α΄. διάταξιν. [Sch. t. III. 197.]
Nam cum hoc mediator decrevisset, acquieverunt partes in iureiurando, idque praestiterunt. Et nota, etiamsi mediator electus iusiurandum praestandum censuerit, et praestitum sit iusiurandum, illud servari, etsi non ut necessarium, at tamen ut voluntarium secundum constit. 1.
49 (= C. 4.1.7)
pr.Οὐδεὶς ὑπὲρ ἄλλου δικαζόμενος, ἢ συμφωνῶν, ἢ ὅρκον ἐπιφέρων παρὰ γνώμην τοῦ δεσπότου τῶν πραγμάτων, πρόκριμα αὐτῷ ποιεῖ h Fabr. in marg. addit: ἀξιοῦν ἀπ. λεγάτον ἢ κερδάνοντος. ⅰ Fortasse legendum εὐγενείας, ut colligi Cap. 49. legitur apud Attal tit. XVIII. §. 10. Attal
Nemo pro altero litigans, vel paciscens vel iusiurandum deferens citra voluntatem rerum domini, praeiudicium ei facit. φιδεϊκόμμισσον ἐκ τοῦ αὐτοῦ καὶ διδ. περιουσίας, εἴτε γ. hh Fabr potest ex scholio Theodori statim sequente. Lege έδοσαν. addit ἤτοι βλάβην post αὐτῷ.
ἢ ὅρκον ἐπιφέρων Θεοδώρου. Οὐκ ἐπιφέρει τις τινι ὅρκον παρὰ γνώμην τοῦ δεσπότου τοῦ πράγματος,, καν γἱὸς αὐτοῦ εἴη. ἀνάγνωθι τὴν ιβ. διάταξιν τοῦ παρόντος τίτλου, λέγουσαν καὶ τὸ ἐκ τοῦ ἐναντίου, ὅτι ἐὰν ἐπενεχθῃ ὅρκος τῷ μὴ ὄντι δεσπότῃ τοῦ πράγματος, ἀντὶ οὐδενὸς νοεῖται. ὑπέξελε τὸν ἐπίτροπον διὰ τὴν ἐ΄. διάταξιν τοῦ παρόντος τίτλου. πλὴν ἴσθι, ὅτι καὶ ὁ ἐπίτροπος δοκεῖ δεσπότης εἶναι τῶν πουπιλλαρίων πραγμάτων, καὶ ὄμνυσι περὶ αὐτῶν κατὰ τὴν ἐ΄. διάταξιν του παρόντος τίτλου. ζήτει βιβ. ιγ. τιτ. α΄. κεφ. γ. θεμ. γ. [Sch. u. III. 197.]
Theodori. Iusiurandum quis alicui non defert citra voluntatem rei domini, licet eius filius sit. Lege constitutionem 12 huius tituli, hoc etiam a contrario dicentem, si iusiurandum ei, qui rei dominus non est, delatum sit, pro nullo haberi. Excipe tutorem propter constit. 5. huius tituli. Verum scias, tutorem rerum pupillarium dominum esse videri, et de his iurare secundum constit. 5. huius tituli. Quaere lib. 13. tit. 1. cap. 3. them. 3.
Τὸ κατὰ πόδας. Οὐδὲ υἱός, οὐδέ τις ἄλλος οὔτε δικαζόμενος, οὔτε πακτεύων, οὔτε ὅρκον παρὰ γνώμην τοῦ δεσπότου τῶν πραγμάτων ἐπιφέροντος αὐτῷ πρόκριμα ποιῆσαι δύναται. ὅθεν εἰ χωρὶς μανδάτου σου τί ποτε περὶ τὰ σὰ πράγματα ὁ σὸς υἱὸς ἐχείρισεν, καὶ μὴ συνήνεσας, οὐδέν σοι ἀντίκειται. καὶ τὸ μὲν κατὰ πόδας οὕτως. τοῦτο δὲ τοῦ φάκτου ἐστί, τὸ ἕτερον ἐντείλασθαι τὸν πατέρα, καὶ ἐναντίον πρᾶξαι τὸν υἱόν. σὺ γὰρ ὀφείλεις νοεῖν, ὅτι, κἂν μηδὲ ὅλως ὑπῆν μανδάτον, οὐδὲν πρόκριμα γίνεται τῷ πατρὶ τοῦ παιδὸς τὸν ὅρκον ἐπενεγκόντος. τοῦτ᾽ ἔγνως καὶ ἐν τοῖς δὲ ῥέβους, ὅτι οὐδέποτε παρὰ γνώμην του δεσπότου τῶν πραγμάτων δύναται ἕτερος ὅρκον ἐπενεγκεῖν. ὀμόσαι δὲ ὑπὲρ τινος καὶ υἱὸς, καὶ δοῦλος, καὶ κουράτωρ δύναται, ὡς ἐκεῖσε ἔγνως. [Sch. u. III. 197. sq.]
Τὸ κατὰ πόδας. Nec filius, nec quisquam alius neque litigando, neque paciscendo, neque iusiurandum citra voluntatem domini rerum deferendo, praeiudicium ei facere potest. Unde si citra mandatum tuum aliquid circa res tuas filius tuus gessit, nec assensus es, nihil tibi obstat. Atque ita τὸ κατὰ πόδας. Hoc autem facti est, aliud patrem mandasse, et aliud filium gessisse. Tu enim scire debes, licet mandatum plane non intercesserit, nullum praeiudicium patri fieri filio iusiurandum deferente. Hoc didicisti et in libris de rebus, nunquam citra voluntatem rerum domini iusiurandum alium deferre posse. Iurare autem pro aliquo et filius, et servus, et curator potest, ut ibi didicisti.
50 (= C. 4.1.68)
pr.᾿Ἐὰν ὁ ἐνάγων ὀμόσῃ τὸν ἐπενεχθέντα αὐτῷ ὅρκον, ἢ ἐὰν βουληθέντος ὀμόσαι αὐτοῦ συγχωρήσῃ αὐτῷ ὁ ἐναγόμενος ὁ τὸν ὅρκον ἐπαγαγών, κατὰ μίμησιν τῆς τελείας κρίσεως ἔχει τὴν ἀπὸ τοῦ ὅρκου ἀγωγήν.
Si actor iuraverit delatum sibi iusiurandum, vel si, cum iurare vellet, reus, qui iusiurandum detulit, id ei remiserit, ad similitudinem rei iudicatae habet actionem ex iureiurando.
ἐὰν ὁ ἐνάγων Θεοδώρου. Εἴτε ὀμόσει, εἴτε συγχωρηθῇ τις τὸν ἐπενεχθέντα αὐτῷ ὅρκον, ἔχει τὴν ἰμφάκτουμ μιμουμένην τὴν ἰουδικάτι. ἀνάγνωθι τὴν ια΄. διάταξιν τοῦ παρόντος τίτλου. [Sch. x. III. 198.]
Theodori. Sive iuraverit quis, sive iusiurandum ei delatum remissum sit, in factum actionem habet, quae actionem iudicati imitatur. Lege constitut. 11. huius tituli.
τὸν ἐπενεχθέντα αὐτῷ ὅρκον Εἰ γὰρ μὴ ἐπενέγκῃ ὁ δέος, ἀλλ᾽ αὐτὸς καθ᾽ ἑαυτὸν ὀμόσῃ, οὐδὲν ὠφελεῖται. [Sch. y. III. 198.]
Si enim reus non detulerit, sed ipse per se iuraverit, nihil ei proficit.
συγχωρήσῃ αὐτῷ Ὁπότε ὁ, ἄκτωρ ὅρκον ἐπήγαγε τῷ ῥέῳ περὶ χρέους, κἀκεῖνος ἀντεπήγαγεν αὐτῷ τὸν ὅρκον. [Sch. z. III. 198.]
Cum actor reo iusiurandum detulit de debito, et ille ei iusiurandum retulit.
κατὰ μίμησιν τῆς τελείας κρίσεως Ἔγνως δέ, ὅτι ὁ συγχωρηθεὶς ὅρκος ἀντὶ δοθέντος νοεῖται. οὕτως καὶ ἐν τοῖς δὲ ῥέβους εἶπεν, ὅτι ἔοικεν ὁ ὅρκος δικαστηρίῳ. καὶ εἰκότως τὴν ἰουδικάτι μιμεῖται ἡ ἀπὸ τοῦ ὅρκου ἰμφάκτουμ. ὥςπερ γὰρ μετὰ καταδίκην οὐ ζητεῖ, πότερον χρεωστῶν τις ἢ μὴ χρεωστῶν κατεδικάσθη, οὕτως οὐδὲ μετὰ τὸν ὅρχον γίνεται ζήτησις, ὡς ἔγνως καὶ ἐν τοῖς δὲ ῥέβους. ἀλλὰ καὶ ἰσχυρότερος ἐστιν ὁ ὅρκος· τοῦτον γὰρ οὐδὲ ἔκκλητος ἀνατρέπει. [Sch. a. III. 198.]
Didicisti autem, iusiurandum remissum pro dato haberi. Sic etiam in libris de rebus dixit, jusiurandum iudicio simile esse. Et merito actio in factum ex iureiurando imitatur actionem iudicati. Sicut enim post condemnationem non quaeritur, utrum quis debens, an non debens condemnatus sit, ita nec post iusiurandum quaestio fit, ut didicisti in libris de rebus. Quin imo iusiurandum maiorem vim habet: hoc enim ne appellatio quidem rescindit.
51 (= C. 4.1.9)
pr.᾿Επενεχθέντος τοῦ ὅρκου ὀφείλει ὁ ἐναγόμενος ὀμόσαι, ἢ καταβαλεῖν, ἢ ἀντεπαγαγεῖν· εἰ μὴ ἄρα ὁ ἐνάγων ἐμποδίζει, μὴ ἀνεχόμενος αὐτὸς παρασχεῖν τὸν περὶ συκοφαντίας ὅρκον· ὅτι οὐχ ὡς συκοφαντῶν σε βούλομαι λαβεῖν παρὰ σοῦ ὅρκον, ἀλλ᾽ ὡς νομίζων δικαίως ἐνάγειν.
Delato iureiurando debet reus iurare, aut solvere, aut iusiurandum referre: nisi forte actor impedierit, qui ipse de calumnia iurare non vult scilicet se non calumniandi animo iusiurandum deferre, sed quod existimet, se iustam litem instituere
ἐπενεχθέντος τοῦ ὅρκου Θεοδώρου. Ὁ ἐπιφέρων τινὶ ὅρκον, εἰ ὀμόσει τὸν περὶ καλουμνίας, καλῶς ἀπαιτεῖ, τὸν διάδικον αὐτοῦ ὀμόσαι, ὡς θέλει. πλὴν ἐκεῖνος δύναται ἀντεπάγειν αὐτῷ τὸν ὀρκον, μὴ θέλων ὀμόσαι. τοῦτο δὲ ἡ ογ. νεαρά φησι. καὶ σημείωσαι, ὅτι οὐδὲ ἀντεπιφέρεται ὁ ὅρκος, εἰ μὴ ὀμόσει τὸν περὶ καλουμνίας. ἰστέον, ὅτι φησὶ καὶ ἡ ιβ. διατ. τοῦ παρόντος τιτ. καὶ νόησον τὴν παροῦσαν μετ᾿ αὐτήν. [Sch. b. III. 198.]
Theodori. Qui iusiurandum alicui defert, si de calumnia iuraverit, recte desiderat, ut adversarius ipsius iuret, ut vult. Verum ille iusiurandum ei referre potest, si iurare nolit. Hoc autem ait Novella 73. Et nota, iusiurandum non referri, nisi iuret de calumnia. Sciendum est, idem dicere constitutionem 12. huius tituli. Et intellige praesentem post ipsam.
Τὸ κατὰ πόδας. Ἐπενεχθέντος ὅρκου ὁ ἐναγόμενος, εἰ μὴ παρὰ τοῦ ἐνάγοντος ἐκ τοῦ μὴ παρασχεῖν τὸν περὶ καλουμνίας ὅρκον ἐμποδισθῇ, διὰ τοῦ δικαστοῦ καταβαλεῖν ἢ ὀμόσαι, ε α [Sch. b. III 198.]
Τὸ κατὰ πόδας. Delato iureiurando reus, si non actor, quominus de calumnia iuret, impedimento sit per iudicem solvere, vel iurare cogetur, nisi referat
Ερώτησις. ᾿Αρ᾿ οὖν μετὰ τὸ ὀμόσαι τὸν ἄκτωρα τὸν συκοφαντικὸν δύναται ὁ δέος ἀντεπάξαι αὐτῷ καὶ τὸν τέλειον; ἐγὼ μὲν οὐκ ἴσημι. ἀλλαχοῦ μὲν γὰρ εὑρίσκω τὸν Παλαιόν λέγοντα, ὅτι καὶ μετὰ τὸ ὀμόσαι τὸν συκοφαντικὸν ἐπαχθησεται καὶ ὁ τέλειος τῷ ἄκτωρι παρὰ τοῦ ῥέου. ἀλλαχοῦ δὲ εὑρίσκω τὸν Παλαιὸν λέγοντα, ὡς ἐν θέματι ζ. τοῦ λδ΄. κεφ. ὃν ἀνάγνωθι καὶ ἀναγκαίως, ὅτι πρὸ τοῦ ὀμόσαι τὸν ἄκτωρα τον συκοφαντικὸν ἐπαχθήσεται αὐτῷ παρὰ τοῦ ῥέου ὁ τέλειος, οὐ μὴν μετὰ τὸ ὀμόσαι τὸν συκοφαντικόν, ᾧ καὶ αὐτὸς συντίθεμαι. [Sch. b. III. 198. sq.]
Interrogatio. An ergo, postquam actor de calumnia iuravit, reus ipsi iusiurandum principale referre potest? Equidem nescio. Nam alibi quidem invenio Antiquum dicentem, etiam post iusiurandum calumniae praestitum iusiurandum principale actori a reo deferri. Alibi autem invenio Antiquum dicentem, ut in them. 7. cap. 34. quem lege et necessario, antequam actor de calumnia iuraverit, deferri ei a reo iusiurandum principale, non etiam postquam de calumnia iuravit. Cui et ego assentior.
52 (= C. 4.1.10)
pr.Καὶ ἐπὶ τῆς περὶ παρακαταθήκης ἀγωγῆς, ὡς ἐπὶ τῶν ἄλλων τῶν καλῇ πίστει, δύναται ὁ ὅρκος ἐπενεχθῆναι.
Etiam in actione depositi, sicut in ceteris bonae fidei iudiciis, iusiurandum deferri potest.
καὶ ἐπὶ τῆς περὶ παρακαταθήκης Θαλελαίου. Τὸ κατὰ πόδας. Ἐπὶ τῆς δεπόσιτι ἀγωγῆς, ἥτις περὶ πραγμάτων ὡςανεὶ ἐγγράφως δοθέντων κινεῖται, ὁ ὅρκος κατὰ μίμησιν τῶν ἄλλων ἀγωγῶν ἐπιφέρεται. Καὶ τὸ μὲν κατὰ πόδας οὕτως. μὴ στενώσης δὲ τὸ νόμιμον τῆς διατάξεως, ὥςτε τότε ἐπιφέρεσθαι τὸν ὅρκον, ὅτε ἄγράφως ἡ παραθήκη δίδοται. θεματισμοῦ γὰρ ἕνεκεν τοῦτο εἴρηται τῇ διατάξει διὰ τὸ μάλιστα ἐν τοῖς ἀγράφοις ἐλλείπειν τὰς ἀποδείξεις. [Sch. c. III. 199.]
Thalelaei. To κατὰ πόδας. In actione depositi, quae de rebus quasi sine scriptis datis movetur, iusiurandum ad exemplum aliarum actionum defertur. Et ita quidem τὸ κατὰ πόδας. Ne autem restringas ius constitutionis, ut tunc iusiurandum deferatur, cum depositum sine scripto datur. Hoc enim in specie constitutionis dicitur, quia in his potissimum, quae sine scripto fiunt, probationes deficiunt.
Θεοδώρου. Καλῶς ὀμνύει τις καὶ ἐπὶ ἀγράφου παραθήκης, ὥςπερ ἐπὶ τῶν λοιπῶν βόνα φίδε ἀγωγῶν. ἀνάγνωθι τὴν πή. νεαρὰν συμβουλεύουσαν, πάντως τὰς παραθήκας ἐγγράφως, ἢ ἐπὶ μαρτύρων δίδοσθαι. [Sch. c. III. 199.]
Theodori. Recte quis iurat etiam in deposito, quod sine scripto fit, sicut in ceteris bonae fidei iudiciis Lege Novellam 88. suadentem, ut depositum omnino ex scripto fiat, aut testibus adhibitis.
ὡς ἐπὶ τῶν ἄλλων τῶν καλῇ πίστει Ζήτει κεφ. μέ. καὶ τὸν ἐνταῦθα θεματιζόμενον Θεόδωρον, καὶ τὴν αὐτοῦ παραγραφὴν καὶ διδασκαλίαν ἀναγκαίαν οὐσαν· καὶ βιβ. κγ. τιτ. α. κεφ. νθ΄. θεμ. α΄. ἐν τέλει, καὶ τὴν ἐκεῖσε παραγραφήν. [Sch. d. III. 199.]
Quaere cap. 45. et ibi Theodorum, qui speciem ponit et eius adnotationem et doctrinam necessariam: et lib 23. tit. 1. cap. 59. them. 1. in fine, et ibi adnotationem
53 (= C. 4.1.11)
pr.᾿Εάν τις ἐπαγαγὼν ὅρκον τινὶ, πρὶν ὀμοθῆναι τὸν ὅρκον μεταμεληθεὶς μηκέτι βουληθείη τὸν ὅρκον δοθῆναι, ὡς εὐπορήσας ἑτέρων ἀποδείξεων, μηκέτι ἐξέστω αὐτῷ ἐκ δευτέρου ἐπιφέρειν τὸν ὅρκον, ἐπειδὴ ἅπαξ ἀπηγόρευσε· καὶ οὐκ ἔστι δίκαιον, ἀποτυχίᾳ τῶν ἄλλων ἀποδείξεων πάλιν εἰς τὸν ὅρκον ἐπιστρέφειν. μέχρι δὲ τότε ἔξεστιν τῷ ἐπάγοντι τὸν ὅρκον καὶ μήπω αὐτὸν λαβόντι μεταμελεῖσθαι, ἕως ὅτε ἀπόφασις ἐξέλθῃ ἐπιτρέπουσα δοθῆναι τὸν ὅρκον. ἀποφάσεως γὰρ ἅπαξ ἐξενεχθείσης καὶ δηλονότι μὴ ἐπιδοθείσης ἢ γενομένης μὲντ ἐκκλήτου, βεβαιωθείσης δὲ τῆς πρώτης ἀποφάσεως ἐν τῷ δικαστηρίῳ τῆς ἐκκλήτου, οὐκέτι ἐξεστι μετακαλεῖσθαι τῷ ἐπαγαγόντι τὸν ὅρκον, καὶ μεταπηδᾶν πρὸς ἑτέρας ἀποδείξεις, ἵνα μὴ ἄνωθεν δικαζόμενος τὸ τέλος τῆς πρώτης ὑποθέσεως ἀρχὴν δευτέρου δικαστηρίου ποιήσηται.
Si quis iusiurandum alicui detulerit, et antequam iuratum fuerit, poenitentia actus praestari iusiurandum non amplius voluerit, utpote aliis probationibus abundans, non amplius ei licet iterum iusiurandum deferre, cum semel renuntiavit: et aequum non est, aliis probationibus destitutum rursus ad iusiurandum redire. Eousque autem liceat iusiurandum deferenti, quod nondum praestitum est, poenitentiam agere, quousque sententia lata fuerit, quae iusiurandum dari iubeat. Nam sententia semel lata, et appellatione non interposita, aut interposita quidem, priore autem sententia in iudicio appellationis confirmata, non amplius ei, qui detulit, iusiurandum revocare licet, et ad alias probationes transire, ne denuo litigans finem prioris negotii, alterius iudicii initium faciat.
ἐάν τις ἐπαγαγών ὅρκον Θεοδώρου. Ὁ ἐπιφέρων τινὶ ὅρκον δύναται πρὸ τοῦ δέξασθαι· τὸν ὅρκον μετατραπῆναι εἰς ἀπόδειξιν. ἐὰν δὲ παραλείψας τὸν ὅρκον μὴ ἀποδείξει, ὃ διαβεβαιοῦται, οὐ δύναται ἐπὶ τὸν ὅρκον ἐπανελθεῖν. [Sch. e. III. 199.]
Theodori. Qui iusiurandum alicui defert, antequam iusiurandum accipiatur, ad probationem se convertere potest. Si vero omisso iureiurando non probaverit, quod affirmat, ad iusiurandum redire non potest.
Ἐρώτησις. Καὶ πῶς εἴρηται ἐν τῇ ἑ΄. διατ. τοῦ παρόντος τιτ., ὅτι τοῦ διαβεβαιουμένου μὴ δεικνύοντος, ὃ λέγει, ὅρκος ἐπιφέρεται τῷ διαδίκῳ αὐτοῦ; [Sch. e. III. 199.]
Interrogatio. Quomodo vero dictum est in const. 5 huius tituli, si is, qui affirmat, non probet, quod dicit iusiurandum deferri adversario eius?
Θεοδώρου. Ἡ εἰρημένη ε΄. διάταξίς φησιν, ὅτι δύναται ὁ δικαστὴς ἐπιφέρειν τὸν ὅρκον τῷ ῥέω, τοῦ ἄκτωρος μὴ ἀποδεικνύοντος. τοῦτο δὲ καὶ ἡ ογ. νεαρά φησιν. ἀλλ᾽ ὡς ἔγνωμεν ἐν γ΄. διατάξει τοῦ παρόντος τίτλου, δύναται ὁ δικαστής ᾧ θέλει ἐπιφέρειν τὸν ὅρκον ἐν ἀπορίᾳ ἀποδείξεων. ἡ δὲ παροῦσα διάταξις αὐτὸν θεματίζει θελήσαντα δεῖξαι, μή δυνηθέντα δὲ τοῦτο ποιεῖν, μετατραπέντα εἰς ὅρκον· ὅπερ άτοπον· ἐπειδὴ ἔγνωμεν πανταχοῦ, μᾶλλον δὲ ἐν τῷ γ. βιβ. τιτ. λβ. διατ. κή. ὅτι μὴ ἀποδεικνύντος τοῦ ἄκτωρος, ὃ διαβεβαιοῦται, νικᾶ ὁ ῥέος καὶ σιωπῶν. σημείωσαι οὖν ὡραίαν διαφοράν, ὅτι ἐὰν ὁ ἄκτωρ μὴ δράμῃ ἐπὶ τὰς ἀποδείξεις, καλῶς ἐπιφέρεται ὅρκος τῷ ρέῳ κατὰ τὴν εἰρημένην ε΄. διατ, τοῦ παρόντος τιτ. εἰ δὲ φθάσει εἰπεῖν ὡς ἀποδεικνύσει, οὐ δύναται μὴ δεικνύων ἐπὶ τὸν ὅρκον ἐλθεῖν κατὰ τὴν προκειμένην διάταξιν, δι᾽ ὅν εἶπον λογισμὸν τῆς κή. διατάξεως τοῦ λβ. τιτ. τοῦ γ΄. βιβ. σημείωσαι δὲ, ὅτι μέχρι τῆς ἀποδείξεως δυνατὸν ἐπάγεσθαι καὶ ἀντεπιφέρεσθαι ὅρκον. [Sch. e III. 199. sq.]
Theodori. Constitutio 5. supradicta ait, iudicem iusiurandum deferre posse reo, actore non probante. Hoc etiam dicit Novella 73. Verum, ut didicimus in constit. 3. huius tituli, iudex inopia probationum iusiurandum deferre potest, cui voluerit. Haec autem constitutio ponit, eum, qui probare voluit, id autem praestare non potuit, ad iusiurandum reverti: quod absurdum est: quia passim didicimus et praecipue lib. 3 tit 32. const. 28. actore non probante, quod affirmat reum etiam tacentem vincere. Nota igitur pulchram differentiam, si actor non recurrat ad probationes, recte iusiurandum reo deferri iuxta praedictam constitut. 5 huius tituli. Si vero iam antea dixit, se probaturum non potest non probans ad iusiurandum venire secundum constitutionem propositam, ob rationem, quam dixi, constitutionis 28. tit. 32. lib. 3. Nota autem, ad probationem usque iusiurandum deferri et referri posse.
ἕως ὅτε ἀπόφασις ἐξέλθῃ Τυχὸν γὰρ ἐγὼ μὲν ὅρκον ἐπήγαγον, ἀπόφασις δὲ οὔπω γενομένη, ἐπιτρέπουσα τοῦτο. συμβαίη δ᾽ ἂν τοῦτο οὕτως. ἐνῆγον κατὰ τοῦ ἀντιδίκου μου ἀπαιτῶν τι. ἠρνήσατο. ἀπορῶν ἀποδείξεων εἶπον ἐπάγω ὅρκον. ἐσημειώσατο τοῦτο ὁ δικαστής, οὐκ ἀπεφήνατο δὲ καὶ αὐτὸς ἔτι τοῦτο γενέσθαι, ἀλλὰ μόνον τὴν ἐμὴν ἐπαγωγὴν ἔγραψεν. εἰ γοῦν εἶπω, ἀπεφήνατο καὶ ὁ δικαστής τοῦτο γενέσθαι, δύναμαι εἰς ἀποδείξεις μεταπηδᾶν τὸν ὅρκον καταλιπών. ζήτει καὶ κεφ. έ. θεμ. τελευτ. καὶ τὴν ἐκεῖσε τοῦ Στεφάνου ἐρώτησιν καὶ ἀπόκρισιν. [Sch. f. III. 200.]
Forte enim ego iusiurandum detuli, sententia autem nondum lata est, hoc permittens. Hoc autem in hac specie contingit. Agebam contra adversarium meum aliquid petens. Is negavit. Destitutus probationibus dixi: iusiurandum defero. Iudex hoc adnotavit, nondum tamen id praestari pronuntiavit, sed tantum delationem meam scripsit. Si igitur dixero, et iudex hoc fieri pronuntiaverit, non possum omisso iureiurando ad probationes recurrere. Quaere et cap. 5. them. ult, et ibi Stephani interrogationem et responsionem.
καὶ δηλονότι μὴ ἐπιδοθείσης Οὐ μὲν κατὰ τῆς ἐπαγωγῆς τοῦ ὅρκου· πῶς γάρ, παρὰ τοῦ ἐνάγοντος ἐπαχθείσης; ἀλλὰ κατὰ τῆς καταδίκης, ὡς δῆθεν ἀδίκου. ἀνάγνωθι καὶ τὸ ἑξῆς κεφάλαιον ἐπιμελῶς. [Sch. g. III. 200.]
Non tamen adversus iurisiurandi delationem: quomodo enim cum ab actore facta sit? sed adversus condemnationem quasi iniustam scilicet. Lege etiam caput sequens accurate.
᾿Ανατολίου. Ἐὰν ὅρκος ἐπενεχθῇ ἢ παρὰ τοῦ ἀντιδίκου ἢ τοῦ δικαστοῦ, πρὸ ἀποφάσεως ὀμνύσθω, ἵνα μὴ τελευτήσαντος τοῦ ἀντιδίκου ἕτερος δοθῇ ὅρκος, μὴ, δυναμένου τοῦ ἐπιφέροντος ἐκκαλεῖσθαι. εἰ μὴ θελήσει ομόσαι τὸν ὅρκον, ᾠτινι ἐπηνέχθη, καὶ ὁ δικαστὴς συνίδοι, αὐτὸν ὀφείλειν ὀμόσαι, τεμνέτω τὸ πρᾶγμα ὡς παραιτησαμένου αὐτοῦ. ὁ δὲ παραιτησάμενος ἐχέτω τὴν τῆς ἐκκλήτου βοήθειαν. καὶ λοιπὸν ὁ σκοπῶν τὴν ἔκκλητον, εἰ εὕροι, ὅτι καλῶς ἐψηφίσθη κατ᾿ αὐτοῦ, φυλάξει· εἰ δὲ κακῶς, διορθώσεται. [Sch. g. III. 200.]
Anatolii. Si iusiurandum delatum sit vel ab adversario, vel a iudice, ante sententiam iuret, ne mortuo adversario aliud iusiurandum detur, deferenti facultate appellandi denegata. Quodsi iurare nolit is, cui iusiurandum delatum est, et iudex decreverit, eum iurare debere, rem dirimat, quasi ille recusaverit iusiurandum. Qui autem recusavit, appellationis auxilium habeat. Et deinceps qui de appellatione cognoscet, si compererit, recte adversus eum iudicatum, servabit: sin autem male, emendabit. "
βεβαιωθείσης δέ Ὁ γὰρ τῆς ἐκκλήτου δικαστῆς οὐκ εὐθ θὺς ἔτερά τινα, παρ᾿ 0 ὁ πρῶτος δικαστὴς ἐδίκασε, δικάζει, ἀλλ᾽ ὁρᾷ πρότερον τὰ παρὰ τοῦ πρώτου δικαστοῦ κεκριμένα· καὶ εἰ εὕροι ταῦτα καὶ αὐτὸς καλῶς κριθέντα, βεβαιοῖ καὶ αὐτὸς ταῦτα. [Sch. h. III. 200.]
Nam iudex appellationis non statim aliter iudicat, atque prior iudex iudicavit, sed prius expendit iudicata a priore iudice: et si ipse quoque ea recte iudicata compererit, ipse quoque ea confirmat.
᾿Απόφασιν ἐνταῦθα τὴν διάγνωσιν τοῦ δικαστοῦ φησιν ὁ νομοθέτης, οὐ μὴν τὸ παρέκβολον, ὡς τινες λέγουσι. καὶ δῆλον τοῦτο ἐκ τοῦ ἑπομένου κεφαλαίου. παρέκβολον γάρ ὁ παλαιὸς νόμος οὐκ οἶδε. πῶς γάρ, όςτις αὐτίκα ἐπ᾿ ὄψεσι τοῦ δικαστοῦ ἐκέλευε τὸν ὅρκον τελεῖσθαι. [Sch. h. III. 200. sq.]
Sententiam hoc loco cognitionem iudicis vocat legislator, non παρέκβολον, ut quidam dicunt. Idque manifestum est ex capite sequenti. Παρέκβολον enim lex vetus non novit. Quomodo enim, quae statim in conspectu iudicis iusiurandum praestari iubet?
54 (= C. 4.1.12.1)
pr.Ἐπειδὴ κατά͵ τινα συνήθειαν οἱ δικάζοντες ἐπὶ τῇ τομῇ τῆς δίκης ὅρκον ἐπέφερον ἑνὶ τῶν δικαζομένων, καὶ συνέβαινεν ἐκκλήτου κατὰ τῆς ψήφου ταύτης ἐπιδεδομένης τελευτῆσαι ἐν τῷ μεταξὺ τὸν βαρηθέντα τῷ ὅρκῳ, καὶ λοιπὸν οὐδὲ ὁ κληρονόμος αὐτοῦ ἠναγκάζετο τὸν ἐπὶ τῇ νομῇ ὅρκον ὑποσχεῖν, ὡς ἀγνοῶν τὴν τῶν πραγμάτων ἀλήθειαν, ἀλλὰ τὸν λεγόμενον κληρονομιαῖον ὅρκον μόνον ὑπετέλει περὶ τῆς οἰκείας εἰδήσεως ἐπομνύμενον, καὶ ἠδικοῦντο μεγάλως οἱ τὸν ὅρκον μέλλοντες λαμβάνειν, καὶ ἕτερον ἀνθ᾽ ἑτέρου ὅρκον λαμβάνοντες, καὶ παρ᾽ ἑτέρου, οὐχὶ ἐκείνου, ὡτινι ἐπήνεγκαν· διὰ τοῦτο ἡ προκειμένη διάταξις γενικόν τινα νομοθετεῖ τύπον περὶ τῶν ἐν δικαστηρίοις ἢ ἐκ προτάσεως τῶν μερῶν ἢ αὐθεντίας τῶν δικαζομένων ἐπιφερομένων ὅρκων παραδίδωσι, νομοθετοῦσα πάντα ὅρκον, εἴτε ἀπὸ τοῦ δικάζοντος, εἴτε ἀπὸ ἑνὸς τῶν μερῶν ἐπιφερόμενον, ἢ ἐν προοιμίῳ τῆς δίκης, ἢ μεταξὺ τῶν ἀγώνων, ἢ ἐν τῇ αὐτοτελεῖ ψήφῳ, ἐπ᾿ ὄψεσιν αὐτοῦ τοῦ δικάζοντος παραχρῆμα παρέχεσθαι, καὶ μὴ περιμένειν τὴν αὐτοτελῆ ψῆφον, μήτε δεδιέναι τὴν ὡς εἰκὸς ἐσομένην ἔκκλητον· ἀλλ᾽ εἰ μὲν μὴ διαμάχεται πρὸς τὸν ἐπενεχθέντα ὅρκον ἢ παρὰ τοῦ ἀντιδίκου αὐτοῦ, ἢ παρὰ τοῦ δικάζοντος, ὁ τοῦτον μέλλων ὑπέχειν ἢ ἐπομνύσθω ἢ ἀντεπιφερέτω αὐτόν, ἀνάγκην ἔχοντος τοῦ ἑτέρου μέρους ὀμόσαι τὸν ἐκ τῆς ἀντεπιφορᾶς ὅρκον. εἰ δὲ ἐκεῖνος παραιτήσεται ὀμόσαι τὸν ἐκ τῆς ἀντεπιφορᾶς ὅρκον, καὶ οὕτως ἡ δίκη πᾶσα ἤτοι τὸ κεφάλαιον ἐκεῖνο, περὶ οὗ ὁ ὅρκος ἐπηνέχθη, τεμνέσθω, ὡςανεὶ δέδωκε τὸν ὅρκον ἐκείνῳ, ᾧτινι ἐξ ἀρχῆς ἐπηνέχθη, μὴ δυναμένου τοῦ παραιτησαμένου τὸν τῆς ἀντεπιφορᾶς ὅρκον ἐκκαλεῖσθαι κατὰ τῆς ἀποφάσεως· αὐτὸς γὰρ ὥςπερ ἑαυτῷ δικάσας καὶ τὸν ἕρκον ἐπενεγκών, εἶτα παραιτησάμενος τὸν ἐκ τῆς ἀντεπιφορᾶς ὅρκον παρέχειν, οὐκ ἔστι φορητὸς ἐπὶ τὴν τῆς ἐκκλήτου κατατρέχειν βοήθειαν. ἐὰν δὲ ἐκεῖνος, ᾧτινι πρωτοτύπως ὁ ὅρκος ἐπηνέχθη, ἢ παρὰ τοῦ διαδίκου, ἢ τοῦ δικάζοντος, μὴ βουληθῇ ὀμόσαι, ἐξουσίαν μὲν ἐχέτω παραιτεῖσθαι τὸν ὅρκον, ὁ δὲ δικάζων, εἰ πάντως βούλεται δοθῆναι τὸν ὅρκον, οὕτως τὴν ὑπόθεσιν τεμνέτω, ὡςανεὶ αὐτὸς βουλομένου αὐτοῦ παρῃτήθη ὁ ὅρκος, εἶτα τὰ λοιπὰ τῆς πάσης ὑποθέσεως ἐξεταζέτω, μηδενὸς ἀντιπίπτοντος αὐτῷ κωλύματος. ὁ δὲ παραιτησάμενος ὀμόσαι, ἢ διαμαρτυράσθω τοῦτο αὐτός, ἢ εἰ μὴ τολμᾷ διαμαρτύρασθαι, ἐχέτω ἐν τῇ ἐσχάτῃ ἐκκλήτῳ ἀποκειμένην βοήθειαν, ἵνα ὁ τῆς ἐκκλήτου δικαστὴς διασκοπήσῃ τὰ περὶ τούτου· καὶ εἰ μὲν ὀρθῶς ἐπενεχθέντα τὸν ὅρκον εὕροι, οὐκ ὀρθῶς δὲ παραιτηθέντα, βεβαιώσει τὴν ἐπενεχθεῖσαν ψῆφον κατὰ τοῦ παραιτησαμένου τὸν ὅρκον· ἐὰν δὲ τὸ ἐναντίον ὁ τῆς ἐκκλήτου δικαστὴς συνίδη, μὴ δικαίως ἐπενεχθῆναι τὸν ὅρκον, δικαίως δὲ παραιτηθῆναι, ἵνα ἐλαττώσῃ τὴν ἀπόφασιν τὴν κατὰ τοῦ παραιτησαμένου τὸν ὅρκον ἐξενεχθεῖσαν, μηδὲ ὑπομένοντος αὐτοῦ πρόκριμα, μηδὲ ἐπὶ τοῖς δαπανήμασι τῆς δίκης κατακρινομένου, ὡς ἀδίκων δαπανημάτων αἰτίαν δεδωκότος, ἀλλὰ τῆς ὑποθέσεως ἄνωθεν ἐξεταζομένης καὶ μετὰ τοῦ δικαίου τεμνομένης. πᾶς δὲ ἐπιφέρων ὅρκον, εἴτε ἐμοθῇ ὁ ὅρκος, εἴτε ἐκ παραιτήσεως τοῦ ὅρκου ἀπόφασις ἐξενεχθείη κελεύουσα δοθῆναι τὸν ὅρκον, οὐκ ἔχει λοιπὸν ἐκκλήτου παρρησίαν. ἄτοπον γάρ ἐστιν, ἐκ προτάσεως αὐτοῦ ψηφισάμενον τὸν δικαστήν, δοθῆναι τὸν ὅρκον, ὑποκεῖσθαι τῇ ἐκκλήτῳ.
Cum ex quadam consuetudine iudices litis decidendae causa iusiurandum uni ex litigatoribus deferrent, et eveniret, ut appellatione adversus talem sententiam interposita interim decederet is, cui iusiurandum impositum erat, et proinde ne heres quidem eius cogeretur iusiurandum litis decidendae causa suscipere, quod rerum veritatem ignoraret, sed tantum iusiurandum, quod dicitur hereditarium, subiret de sua scientia praestandum, et valde laederentur qui iusiurandum accepturi erant, et aliud pro alio iusiurandum accipientes, et ab alio, quam ab eo, cui detulerant: ideo proposita constitutio generalem quandam formam dedit sacramentis, quae in iudicio vel ex partium voluntate, vel ex iudicum auctoritate deferuntur, sanciens, ut omne iusiurandum, sive a iudice, sive ab una parte illatum, vel in principio litis, vel in medio certaminis, vel in definitiva sententia, sub obtutu ipsius iudicis confestim praestetur, neque expectetur sententia definitiva, neque metuatur futura forte appellatio: sed si quidem qui iusiurandum subiturus est, iuriiurando delato vel ab adversario eius, vel a iudice non repugnet, hoc vel praestet vel referat, necessitate imponenda alteri parti relationis sacramentum praestandi. Si vero is relationis sacramentum praestare recuset, ita quoque tota causa vel capitulum, de quo iusiurandum illatum est, decidatur, ac si iusiurandum dedisset is, cui ab initio delatum est, nec possit is, qui relationis sacramentum recusavit, adversus sententiam appellare: ipse enim quasi sui ipsius iudex et iusiurandum deferens, ac deinde relationis sacramentum praestare recusans, ferendus non est, ad appellationis confugiens auxilium. Sin autem is, cui principaliter iusiurandum illatum est, vel ab adversario, vel a iudice, iurare noluerit, licentiam quidem habeat iusiurandum recusandi, iudex autem, si omnino iusiurandum praestari velit, sic causam dirimat, quasi volente eo ipsum iusiurandum sit recusatum, et ita reliqua totius causae examinet, nullo ei obstaculo obviante. Qui vero iurare recusavit, vel hoc ipse attesteturº, vel si attestari non audeat, habeat in ultima provocatione repositum auxilium, ut iudex appellationis haec dispiciat: et si quidem bene illatum iusiurandum compererit, non rite autem recusatum, sententiam adversus eum, qui iusiurandum recusavit confirmet: sin autem ex diverso iudex appellationis cognoverit, non recte quidem illatum, sed recte recusatum iusiurandum, sententiam adversus eum, qui iusiurandum recusavit, latam emendet, ipso neque praeiudicium passuro, neque in expensas litis damnando, quasi iniustarum expensarum causam praebuerit sed causa denuo examinetur, et legitime decidatur. Quicunque autem iusiurandum defert, sive praestitum fuerit sacramentum, sive ex recusatione iurisiurandi sententia lata sit iubens illud praestari, non habet in posterum appellandi licentiam. Absurdum enim est, iudicem, qui ex voluntate eius iusiurandum praestari decrevit, appellationi subiici.
ἐπειδὴ κατά τινα συνήθειαν Κἂν ὁ δικαστής, κἂν εἷς τῶν δικαζομένων ὅρκον ἐπαγάγῃ ἐπὶ τῇ τομῇ τῆς δίκης, ὀφείλει ὑποτελεῖσθαι πρὸ τῆς ἀποφάσεως· ἐπεὶ οὐκ ἔρρωται. μὴ νομίσῃς ἐκ τούτου, ὅτι οὐ δυνατὸν ὅρκον ἀντιθέσθαι τῇ ἀποφάσει˙ δυνατὸν γὰρ ψηφίζεσθαι τὸν δικαστην, ὥςτε ὅρκον ὑποτελεῖν, ὃν ἂν θελήσῃ τῶν δικαζομένων, κατὰ τὴν γ΄. διάταξιν τοῦ παρόντος τίτλου· ἵνα μέντοι ἐπαγάγῃ, τί ὀφείλει γίνεσθαι μὴ ὑποτελεσθησομένου τοῦ ὅρκου, ὡς διαστίζει ἡ ια΄. διατ, τοῦ μέ. τιτ. τοῦ ζ. βιβ. ἤτοι βιβ. θ. τιτ. α. κεφ. ος. τὸ οὖν ἐνταῦθα λεχθέν, ὡς ὀφείλει ὁ ἐπιφερόμενος όρκος πρὸ τῆς ἀποφάσεως δίδοσθαι, δέξαι ἐπαγόμενον ἐν τῷ καιρῷ τῶν ἀγώνων. ὅθεν εἶπε, κἂν παρ᾽ ἑνός τῶν λιτιγατόρων ἐπάγηται. ὅτι δὲ μέχρι τῆς ἀποφάσεως ἐπιφέρεται καὶ ἀντεπιφέρεται ὁ ὅρκος, ἔγνως ἐκ τῆς προλαβούσης κα. διατάξεως τοῦ παρόντος τίτλου. ὡς εἶπον τοίνυν, νόει τὸ εἰρημένον ἐνταῦθα, ἵνα μὴ ἐναντιωθῇ σοι ἡ προςενηνεγμένη ια΄. διάταξις τοῦ μέ. τιτ. τοῦ ζ. βιβ. πολλοὶ γὰρ κατὰ ἀντιδιαστολὴν νοοῦντες ἁπλῶς τὴν παροῦσαν διάταξιν φάσκουσιν, μηδὲ δυνατὸν ἐν τῇ ψήφῳ ὅρκον παρεντιθέναι˙ ὅπερ λίαν ψευδέστατον. ὁ ἐν δικαστηρίῳ μὴ θέλων ὀμόσαι δύναται ἔχειν δίκαιον ἀντεπιφορᾶς, καὶ οὐδὲ ἔκκλητος μετά ταῦτα παρέχεται. μέμνησο τῆς θ. διατάξεως τοῦ παρόντος Lege ἐκεῖνος. Lege ἐξενεχθεῖσαν. Lege τιτ. καὶ σημείωσαι, ὅτι καὶ ἀπών τις ὅρκον δύναται ἀντεπάγειν. ἐὰν ἐπενεχθῇ ὅρκος τινὶ ἀπόντι καὶ δικαζομένῳ δια προκουράτωρος, ὀφείλει ὁ δικάζων ὁρίσαι προθεσμίαν,, ής ἐντὸς ὁ πρωτότυπος παραγενόμενος ὄμνυσιν· εἰ μὴ φθάσας ὑποτελεῖ τὸν ὅρκον ἐπὶ πράξεως ὑπομνημάτων. ἐὰν δὲ χάριν τούτου τινὰ ἐδαπανήθη παρὰ τῶν μερῶν, κρίσει τοῦ δικαστοῦ τυποῦνται.͵ ὅτι γὰρ ἀπῶν δύναταί τις ομόσαι, ἔγνως βιβ. β. τιτ. νή. διατ. β. ήτοι, βιβ. ζ. τιτ. ιδ΄. κεφ κ. σημείωσαι δὲ, ὅτι μόνος ὁ πρωτότυπος ὀφείλει πάντως ὀμόσαι. ἀλλὰ ὑπέξελε τὸν κηδεμόνα τῶν ὀρφανῶν διὰ τὴν ἑ΄. διατ. τοῦ παρόντος τιτ. ὁ κύριος γὰρ τοῦ πράγματος ὀφείλει ὀμόσαι, ἐπειδὴ αὐτὸς ἢ ἄλλος κατὰ γνώμην αὐτοῦ τὸν ὅρκον ἐπάγει, ὡς ἔγνως ἐν τῇ ζ. διατ. τοῦ αὐτοῦ προκειμένου τιτ ἀνάγνωθι καὶ τὴν μθ΄. καὶ ρκδ΄. νεαράν. [Sch. i. 111. 201.]
Sive index sive unus ex litigatoribus iusiurandum detulerit litis decidendae causa, ante sententiam praestari debet alioquin non valet. Ne ex eo existimes, iusiurandum sententiae opponi non posse: potest enim iudex decernere, ut unus ex litigatoribus, quem voluerit, iusiurandum praestet, secundum constitutionem 3. huius tituli: ut tamen addat, quid fieri oporteat sacramento non praestito, ut distinguit const. 11. tit. 45. lib. 7. seu lib. 9 tit. 1. cap. 76. Quod ergo hoc loco dicitur, iusiurandum illatum praestari debere ante sententiam, sic ac cipe, ut tempore certaminis deferatur. Itaque dixit: licet ab uno litigatorum deferatur. Iusiurandum autem usque ad sententiam deferri et referri, didiisti ex constitutione praecedente 11. huius tituli. Accipe igitur, ut dixi, quod hoc loco dicitur, ne obstare tibi videatur constitutio relata 11. tit. 45. lib. 7. Multi enim a contrario sensu simpliciter hanc constitutionem intelligentes dicunt, ne posse quidem iusiurandum in sententia interponi: quod falsissimum est. Qui in iudicio iurare non vult, ius relationis habere potest, neque appellatio post haec conceditur. Memineris constitutionis 9. huius ἀντιτίθεσθαι tit. et nota, etiam absentem iusiurandum referre posse Si iusiurandum absenti et per procuratorem litiganti
περὶ τῆς οἰκείας εἰδήσεως Ὁ μὲν γὰρ τελέσας ἠναγκάζετο ὀμόσαι, ὅτι τοιῶςδε ἔχει τὸ πρᾶγμα· ὁ δὲ κληρονόμος τὸν περὶ εἰδήσεως ὅρκον ὄμνυσιν, ὅτι ὅσον ἐν τῇ ἐμῇ εἰδήσει, τόδε ἐστί πολλὴ οὖν ἡ διαφορά. [Sch. k. III. 202.j
Nam defunctus quidem cogebatur iurare, rem ita sese habere: heres autem de scientia iurat: quantum equidem sciam, hoc est. Magna igitur differentia est.
ἢ μεταξὺ τῶν ἀγώνων Πῶς δίδοται μεταξὺ τῶν ἀγώνων ὁ ὅρκος, ἄκουσον. πολλάκις δικαζομένου μου, ἐν τω μεταξὺ τῆς ὑποθέσεως περί τινος κεφαλαίου τῆς δίκης ἐπάγεταί μοι ὅρκος παρὰ τοῦ δικαστοῦ· ἴσως γὰρ πολλῶν κεφαλαίων ἐμπεσόντων εἰς τὴν δίκην, περὶ τοῦδε ἐπάγεταί μοι ὅρκος, οὔπω τῶν ἄλλων ἔτι γυμνασθέντων κεφαλαίων, ἢ γυμνασθέντων μέν, τοῦ δὲ δικαστοῦ εἰςέτι μηδέπω ἀποφη3 ναμένου τι περὶ αὐτῶν. [Sch. 1. 111. 202.]
Quemadmodum in medio certaminis iusiurandum detur, audi. Cum forte litigarem, in medio causae de quodam capitulo litis iusiurandum mihi a iudice defertur: fortasse enim cum plura essent litis capita, de illo mihi defertur iusiurandum, priusquam reliqua capitula exercerentur, aut post exercitationem quidem eorum, nondum autem iudicis de iis secuta sententia.
παραχρήμα παρέχεσθαι Τούτου τοῦ νόμου ἐπιλαθόμενός τις μέγας δρουγγάριος ὧν ἐπὶ τῶν ἡμερῶν τοῦ βασιλέως κυροῦ Μιχαὴλ τοῦ Δούκα ἐδεήθη περὶ τοῦτο τοῦ βασιλέως, ἵνα ἀναγκάζωνται ἐντὸς καιροῦ τινος δύειν οἱ καταδικαζόμενοι ὀμόσαι, καὶ μὴ ἄχρι τριακονταετίας παρέλκειν τὸν χρόνον. καὶ ἔκτοτε ἐθεσπίσθη ἡ περὶ τῶν ὅρκῶν τρίμηνος. καὶ οὕτω μέχρι τοῦ νῦν κρατεῖ. [Sch. m. III. 202.]
Huius legis oblitus quidam magnus Drungarius temporibus Imperatoris Domini Michaelis Ducae preces obtulit Imperatori, ut qui ad iurandum condemnati essent, intra certum tempus iurare cogerentur, nec ad tricennii tempus causa protraheretur. Et ab eo tempore trium mensium spatium iuriiurando subeundo statutum est. Atque ita hactenus servatur.
ἢ ἐπομνύσθω ἢ ἀντεπιφερέτω Οὕτως ἐν τοῖς δὲ ῥέβους ἔγνως, ὅτι χρὴ ὀμνύειν ἢ ἀντεπιφέρειν. [Sch. n. 111. 202.]
Sic in libris de rebus didicisti, aut iurare eum debere, aut iusiurandum referre.
παραιτήσεται ὀμόσαι Ἐὰν παραιτήσηται δοῦναι τὸν τῆς ἀντεπιφορᾶς ὅρκον, ὡςανεὶ τοῦ ῥέου ὀμόσαντος τὸν ἐπενεχθέντα ὅρκον, οὕτως ἡ δίκη τεμνέσθω πᾶσα, ἤτοι τὸ κεφάλαιον, περὶ οὗ ὁ ὅρκος ἐπηνέχθη. [Sch. ο. 111. 202.]
Si sacramentum relationis subire recuset, quasi reus iusiurandum sibi delatum praestiterit, tota lis decidatur, vel capitulum, de quo iusiurandum illatum est.
μὴ δυναμένου ἐκκαλεῖσθαι Σημείωσαι, ὅτι ὁ ἐπαγαγών ὅρκον οὐ δύναται ἐκκλητεύειν, εἴτε ἀντεπαχθῇ αὐτῷ παρὰ τοῦ ἐναγομένου. ὁ δὲ ἐναγόμενος δύναται ἐκκλητεύειν, μὴ καταδεχόμενος τὴν ἐπαγωγήν λέγων μὴ είσας αὐτοῦ προτεθείσας δικαιολογίας εἰς ἐκβολὴν τῆς τοῦ ὅρκοῦ ἐπαγωγῆς. [Sch. p. Ift. 202.]
Nota eum, qui iusiurandum detulit, appellare non posse, si ipsi a reo relatum fuerit. Reus autem provocare potest, si delationem non admittit, dicens, iudicem non recte reprobasse allegationes a se propositas ad delationem iurisiurandi excludendam.
ὡςανείβουλομένου αὐτοῦ Τοῦτ᾽ ἔστιν, ὡςανεὶ βουλομένου αὐτοῦ τοῦ δικαστοῦ δοθῆναι τὸν ὅρκον, ἐκεῖνος παρητήσατο δοῦναι. ἢ καὶ οὕτως· ὡςπερ ἂν εἰ παρῃτήθη 2 ὁ ὅρκος θέλοντος αὐτοῦ τοῦ ἐναγομένου, ᾧ καὶ ἐπήχθη. [Sch. q. III. 202.]
Hoc est, quasi volente iudice iusiurandum praestari, ille recusaverit. Vel etiam sic: quasi iusiurandum sit recusatum volente ipso reo cui et delatum est.
ἢ διαμαρτυράσθω τοῦτο αὐτός Τι γάρ, ὅτι ἅπαξ τὸν ὅρκον αἰτήσας ὁ ἐνάγων ἔδραμε πάλιν ἐπὶ τὰς ἀποδείξεις, καὶ μετὰ ταῦτα πάλιν αἰτήσαντος ὅρκον, ἐπάγει τοῦτον ὁ δικαστὴς τῷ ἐναγομένῳ; [Sch. r. III. 202.]
Quid enim, si postquam semel actor iusiurandum postulavit, ad probationes recurrat, et postea rursus postulante eo iusiurandum, illud iudex reo deferat?
Τοῦ Νικαέως. Ὡς νομίζων μὴ καλῶς ἐπενεχθῆναι αὐτῷ τὸν ὅρκον· ἢ ποιείτω δήλον, ὅτι διὰ τοῦτο οὐκ ἠθέλησεν ὀμόσαι, διότι ὑπέλαβε μὴ καλῶς αὐτῷ τὸν ὅρκον ἐπιφέρειν τὸν δικαστήν. [Sch. r. 111. 202.]
Nicaei. Quasi existimans, non recte sibi iusiurandum delatum: aut notum faciat, ideo se iurare noluisse quod existimaret, non recte sibi iudicem iusiurandum deferre.
ἐκ προτάσεως αὐτοῦ Τοῦτ᾽ ἔστιν, ἐξ ἀντεπιφορᾶς τοῦ ἐναγομένου δοθῆναι τῷ ἐνάγοντι ἀπὸ ψήφου. [Sch. 8. III 203.]
Id est, ex relatione rei dari actori ex decreto.
ὑποκεῖσθαι τῇ ἐκκλήτῳ Τοῦτ᾽ ἔστιν, ἐὰν τὸν τέλειον παραιτησάμενος ὁ ἐναγόμενος ἀντεπάγει, εἶτα βουληθῇ πρὸς ἔκκλητον ἀπιδεῖν, αἰτιώμενος τὴν ἀντεπιφοράν, οὐκ εἰςακουσθήσεται. ἢ καὶ οὕτως εἶπε· ἐὰν καταδέξηται ὁ ἐναγόμενος τὸ γενέσθαι συκοφαντικόν καὶ τέλειον, εἶτα ἐκκλητεύσῃ, οὐ δεχθήσεται. ζήτει βιβ. θ΄. τιτ. α. κεφ. κζ. θεμ. α. ὁ φησιν· Ἐὰν ὁ ἐναγόμενος διαλαλήσαντος τῷ δικαστῇ δικαιώματα προαγαγεῖν, ἅτινα ὡμολόγησεν ἐγγράφως ἔχειν παρ ' ἑαυτῷ, κατὰ προπέτειαν μὴ προκομίζει, καὶ ὅρκῳ τοῦ ἐνάγοντος εἰς τὸ διαφέρον καταδικασθῇ, δύναται καὶ μετὰ τὸν ὅρκον ἐκκαλεῖσθαι. [Sch. t. III. 203.]
Id est, si reus recusato iureiurando illud retulerit, deinde velit ad appellationem venire, relationem arguens, non audietur. Vel etiam ita dicas: si reus admiserit, ut iusiurandum calumniae et principale praestetur, deinde appellaverit, non admittetur. Quaere lib. 9. tit. 1. cap 27. them. 1. quo dicitur: Si reus iussus a iudice instrumenta exhibere, quae apud se esse in scriptis professus est, per contumaciam ea non exhibuerit, et iureiurando actoris in id, quod interest, condemnatus fuerit, etiam post iusiurandum appellare potest.
4Ταῦτα μέν, ἡνίκα παρόντων ἑκατέρων τῶν μερῶν τὰ περὶ τοῦ ὅρκου διατυποῦται. ἐὰν δὲ ἀπόντος θατέρου τῶν μερῶν καὶ τυχὸν δι᾽ ἐντολέως δικαζομένου ὅρκος ἐπενεχθείη, παρεχέσθω μὲν ὑπέρθεσις ἀρκοῦσα πρὸς τὸ διάστημα τῶν τόπων, ἧς ἐντὸς ὀφείλει παραγενέσθαι τὸ κύριον πρόςωπον καὶ τὸν ὅρκον δοῦναι· ἢ ἐὰν ὁ δικαστὴς συνίδοι, ἐν τοῖς τόποις, ἐν οἷς διάγει, πραττομένων ὑπομνημάτων διδότω τὸν ὅρκον, ἢ ἀντεπιφερέτω, ἢ παραιτείσθω αὐτόν, καὶ ἐπακολουθείτω περὶ τῶν παρόντων ἀνωτέρω νενομοθετημένωνη· ἐξουσίαν ἔχοντος καὶ τοῦ ἐπάγοντος τὸν ὅρκον μέρους, ἢ δι᾽ ἑαυτοῦ παραγενέσθαι ἐν τοῖς τόποις, ἐν οἷς μέλλει ὁ ὅρκος παρέχεσθαι, ἢ διὰ ἐντολέως. εἰ δὲ μηδὲ αὐτὸς παραγένηται, μηδὲ ἐντολέα ἐπὶ τοῦτο πέμψῃ, ἢº κατὰ μίαν μοῖραν, πραττομένων μέντοι τῶν ὑπομνημάτων, διδόσθω ὁ ὅρκος, ἢ ἀντεπιφερέσθω, ἢ παραιτείσθω· τοῦ δικαστοῦ διασκοποῦντος περὶ τῶν δαπανημάτων τῶν περὶ τὴν ὁδοιπορίαν ἢ τὴν πρᾶξιν τῶν ὑπομνημάτων παρεχομένων, τίς ὀφείλει ταῦτα ἐπιγνῶναι. μὴ ἐμποδιζέσθωσαν δὲ ἐν τῷ μεταξὺ διὰ τὸ κεφάλαιον ἐκεῖνο, περὶ οὗ μέλλει δίδοσθαι ὁ ὅρκος, ἢ πᾶσα ὑπόθεσις, ἄλλα κεφάλαια, ἢ ἐν ὅσῳ τὰ περὶ τοῦ ὅρκου προβαίνει, ἀλλ᾽ ἐξεταζέσθω ὁ δικαστής, καὶ ὅτε ἀποδοθῇ αὐτῷ καὶ τὰ περὶ τοῦ ὅρκου πεπραγμένα, τότε καὶ πρὸς αὐτὸ τὸ κεφάλαιον αὐτὸς ἐρχέτω, περὶ οὗ ὁ ὅρκος ἐδόθη, ἢ ἀντεπηνέχθη, ἢ παρῃτήθη, καὶ τούτου τοῦ κεφαλαίου πληρουμένου καὶ τὰ λοιπὰ τεμνέτω, πάντων τῶν ἐπὶ τοῖς παροῦσι νενομοθετημένων κρατούντων καὶ ἐπὶ τῶν ἀπολιμπανομένων.
Haec quidem, cum utraque parte praesente de iureiurando quid definitur. Si vero altera parte absente et forte per procuratorem litigante sacramentum delatum fuerit, detur tempus sufficiens pro locorum distantia, intra quod principalis persona venire et iusiurandum praestare debeat: vel si iudex existimaverit, in locis, ubi degit, sub actorum testificatione iusiurandum praestet, vel referat, vel id recuset, et ea, quae de praesentibus personis supra statuta sunt, subsequantur: licentia concedenda etiam parti, quae iusiurandum defert, vel per se adesse in his locis, in quibus iusiurandum praestandum est, vel per procuratorem. Quodsi neque ipsa praesto sit, nec procuratorem ad hoc miserit, ex una etiam parte, sub actorum tamen testificatione iusiurandum praestetur, vel referatur, vel recusetur iudice de sumtibus itineris aut gestorum dispiciente, quis eos agnoscere debeat. Nec vero impediantur interim ex hoc capitulo, de quo iusiurandum praestari debet, vel tota causa, vel alia capitula, sed donec ea procedunt, quae ad iusiurandum pertinent, examinet iudex, et postquam reddita ei fuerint gesta super iuramento, tunc ipse et ad illud capitulum veniat, de quo iusiurandum datum est, vel relatum, vel recusatum, et eo capitulo adimpleto etiam reliqua dirimat, omnibus, quae de praesentibus sancita sunt, etiam in absentibus observandis.
ἢ παραιτείσθω αὐτόν Ἵνα, ἐὰν μὲν ὀμόσῃ, ἀπολυθῇ᾽ εἰ δὲ ἀντεπαγάγῃ, ἀκουσθῇ· εἰ δὲ παραιτήσηται, κριθῇ ἡ ὑπόθεσις. [Sch. u. III. 203.]
Ut, si quidem iuraverit, absolvatur: si vero referat, audiatur: sin autem recusaverit, causa iudicetur.
τοῦ δικαστοῦ διασκοποῦντος Ὁ δικαστής, φησί, συνοράτω, εἴτε ἑκάτερον μέρος, εἴτε ἓν μόνον ὀφείλει ἐπιγνῶναι τὰ γινόμενα δαπανήματα. [Sch. x. ill. 203.j
Iudex, inquit, dispiciat, utrum utraque pars, an una tantum factos sumtus agnoscere debeat.
μὴ ἐμποδιζέσθωσαν δέ Τὰ ἄλλα ἢ κεφάλαια ἢ της δίκης μέρη ἄλλα κρινέσθωσαν, καὶ μεθὸ ἐμφανισθῆναι αὐτῷ τὰ ὑπομνήματα περὶ τοῦ ὅρκου, τότε πάλιν πρὸς τοῦτο τὸ κεφάλαιον ὑποστρεψάτω ὁ δικαστής, καὶ τούτου πληρουμένου τότε πρὸς τὰ ἄλλα παραγινέσθω. [Sch. y. III. 203.]
Reliqua vel capitula vel litis membra iudicentur, et postquam ei fuerint intimata gesta de iureiurando, tunc rursus ad hoe capitulum iudex redeat, et eo adimpleto tunc ad cetera perveniat.
κρατούντων καὶ ἐπὶ τῶν ἀπολιμπανομένων Ὡς ἐπὶ τῶν παρόντων, οὕτω καὶ ἐπὶ τῶν ἀπόντων διαφυλάττονται τὰ τῶν ὅρκων ἀποτελέσματα. [Sch. z. III. 203.]
Sicut in praesentibus, ita etiam in absentibus servantur iuramentorum effectus.
5᾿Ἐπὶ παντὸς δὲ ὅρκου φυλαττέσθω ὁ δικαστὴς τὸ κατὰ τὴν τῶν προςώπων ποιότητα ἢ ἐπ᾿ ὄψεσιν αὐτοῦ τὸν ὅρκον δίδοσθαι, ἢ ἐν οἴκοις ἰδιωτέροις, ἢ ἐν εὐκτηρίοις τόποις, καὶ ὥςτε τὸν ὀμνύοντα πάντως ἅπτεσθαι τῶν θείων γραφῶν. ἐχέτω δὲ τὴν ἰδίαν ἰσχὺν τὰ περὶ τοῦ ὅρκου συκοφαντίας τοῦ λεγομένου περὶ ἐπηρείας, καὶ τὰ περὶ τῆς ἀντεπιφορᾶς τοῦ ὅρκου διηγορευμένα τοῖς νόμοις, ἢ τοῖς πάλαι βεβασιλευκόσιν. οὐδὲ γὰρ ἐπὶ μειώσει τῶν παλαιῶν νόμων ἡ παροῦσα γέγονε νομοθεσία, ἀλλ᾽ ἕνα τὰ λείποντα ἐκείνοις ἀναπληρωθῇ.
In omni autem iureiurando iudex id observet ut secundum personarum qualitatem vel sub obtutu ipsius iusiurandum praestetur, vel in domibus privatis, vel in oratoriis, ita, ut iurans sacras scripturas omnino tangat. Habeant autem firmitatem suam, quae de calumniae iureiurando, et relatione iurisiurandi legibus vel a nobis, vel a retro Principibus sancita sunt. Non enim, ut legibus anterioribus derogetur, haec lex lata est, sed ut, quae illis deessent, replerentur.
κατὰ τὴν τῶν προςώπων ποιότητα Γυνή πολλάκις ἦν, ἢ ἐμπαθής, ἢ γέρων, ὡς ἐν τοῖς δὲ ῥέβους ἔγνωμεν. [Sch. a. III. 203.]
secundum personarum qualitatem Fortasse mulier erat, vel valetudine impeditus, vel senex, ut didicimus in libris de rebus.
περὶ τοῦ ὅρκου συκοφαντίας Ἵνα ὁ μὲν ἐπάγων ὅρκον ὀμνύῃ πρῶτον τὸν περὶ συκοφαντίας· ὁ δὲ ἀντεπάγων μὴ ὀμνύει. τοῦτο γὰρ εἴρηται τοῖς ἀρχαίοις νόμοις. κεῖται δὲ ἐν τῷ παρατελευτ. θέματι τοῦ λδ. διγ. [Sch. b. 111. 203.]
Ut qui iusiurandum defert, prior de calumnia iuret: qui autem refert, non iuret. Hoc enim dicitur in antiquis legibus extat autem in them. penult. dig. 34.
55 (= C. 4.1.13)
pr.Λέγων τις χρεωστεῖσθαι ληγάτον ἐν διαθήκῃ καταλειφθὲν αὐτῷ, καὶ μὴ προφέρων τὴν διαθήκην, ὅρκον ἀπῃτήθη παρὰ τοῦ κληρονόμου, καὶ ἐπωμόσατο, τῇ ἀληθείᾳ καταλελεῖφθαι αὐτῷ τὸ ληγάτον, καὶ ἔλαβεν αὐτό. ἀλλὰ μετὰ ταῦτα ἀπεδείχθη προφανῶς, μηδὲν αὐτῷ καταλελεῖφθαι. ἡν τοίνυν διάταξις ἐπιτρέπει, ὅτε μὲν αὐτῷ οὐδὲν κατελέλειπτο, ἀναδιδόναι αὐτὸν ὅπερ ἔλαβεν, ἐκ τῆς οἰκείας ἐπιορκίας μηδὲν κερδαίνοντα· ὅτε δὲ ἀληθῶς κατελέλειπτο τὸ ληγάτον, ὑπομένειν αὐτὸν τὸν Φαλκίδιον, εἴπερ ὅλως χώραν ἔσχεν ὁ νόμος· καὶ ἁπλῶς εἰπεῖν, μηδὲν κερδαίνειν αὐτὸν ἐκ τῆς οἰκείας ἐπιορκίας.
Cum quis diceret, deberi sibi legatum testamento relictum, nec testamentum proferret, iusiurandum ei ab herede delatum fuit, et iuravit revera legatum sibi relictum esse, idque accepit Postea autem manifestum factum est, nihil ei relictum fuisse. Constitutio igitur praecipit, ut, si quidem nihil ei relictum sit, reddat id, quod accepit, nullum ex periurio suo lucrum facturus: sed si revera ei legatum relictum fuerit, Falcidiam patiatur, siquidem omnino locum lex habeat: et ut simpliciter dicam, ut nihil ex periurio suo lucretur.
καὶ μὴ προφέρων τὴν διαθήκην Χωρὶς γὰρ τοῦ προενεχθήναι τὴν διαθήκην, οὔτε ἔξω δικαστηρίου περὶ τὸν ἐν αὐτῇ, οὔτε ἐν δικαστηρίω ζητεῖσθαι τὸ ἀληθὲς δύναται, ὡς βίβ. λέ΄. τιτ. 5΄. κεφ. α. [Sch. c. III. 203.]
Nisi enim testamentum proferatur, neque extra iudicium transigi de his, quae in eo continentur, neque in iudicio veritas exquiri potest, ut lib. 35. tit. 6. cap. 1.
παρὰ τοῦ κληρονόμου Τοῦ Νικαέως. Ἐξ ἀντεπιφορᾶς. καὶ δῆλον ἐκ τοῦ ἐπιφερομένου ἔχοντος, ὅτι ἐπωμόσατο τῇ ἀληθείᾳ καταλειφθῆναι αὐτῷ τὸ ληγάτον. [Sch. d. 111. 203.]
Nicaei. Ex relatione. Idque manifestum est ex eo, quod sequitur, eum iurasse, revera sibi legatum relictum fuisse.
μηδὲν κερδαίνοντα Σημείωσαι, ἐπὶ ποίου θέματος ὁ νεκεσσάριος, ὅρκος ἀναψηλαφᾶται· καίτοιγε ἐπὶ τῶν ἄλλων πάντων μὴ ἀναψηλαφᾶται. ζήτει κεφ. μγ. καὶ κεφ. ε΄. θεμ. β΄. καὶ λά. καὶ τὸν ἐκεῖ Παλαιόν. [Sch. e. III. 203.]
Nota, in quo casu iusiurandum necessarium retractetur: quamvis in reliquis omnibus non retractetur. Quaere cap. 43. et cap. 5. them. 2. et 31. et ibi Antiquum.
ὑπομένειν αὐτὸν τὸν Φαλκίδιον Θαλελαίου. Ἐξητεῖτο τοίνυν παρὰ τοῖς παλαιοῖς, εἶτε χρὴ ἡμᾶς ἐμμεῖναι τῷ ὅρκῳ, η μᾶλλον ἐπιορκήσαντα αὐτὸν ἀποστερεῖν, ἵνα ἀναγκασθῇ, ὅπερ ἔλαβεν, ἀποδοῦναι, ἢ ἐὰν τῇ ἀληθείᾳ κατελέλειπτο αὐτῷ φιδεϊκόμμισσον, Φαλκίδιον ὁ κληρονόμος δύναται ἀπαιτεῖν. καὶ ἀμφιβολίας αὐτοῖς ἐπενεχθείσης παρὰ τοῦ κληρονόμου ἐπηνέχθη αὐτῷ ὁ ὅρκος, καὶ ἐπωμόσατο αὐτῷ κεχρεωστῆσθαι τὸ φιδεϊκόμμισσον. καὶ ἐζητεῖτο, εἰ ἔξεστι μετὰ τὸν ὅρκον αὐτοῦ τῷ κληρονόμῳ παρακατασχεῖν τὸν Φαλκίδιον. ἔλαβον γάρ τινες, ὅτι οὐκ ἔστιν ἄξιος 0 κληρονόμος παρακατασχεῖν Φαλκίδιον ἀπὸ ληγάτου, ὅπερ ἠρνήσατο καταλελεῖφθαι. [Sch. f III. 204.]
Thalelaei. Apud veteres igitur quaerebatur, utrum iureiurando stare nos oporteret, an potius, qui peierasset, privandus esset, ut quod accepisset, restituere compelleretur, vel si revera ei fideicommissum relictum esset, an Falcidiam heres petere posset. Et dubitatione iis iniecta, heres iusiurandum ei detulit, et alter iuravit, fideicommissum sibi deberi. Et quaerebatur, an post iusiurandum eius heredi liceat Falcidiam retinere. Quidam enim existimabant, heredem indignum esse, qui Falcidiam retineret ex legato, quod relictum esse negaverat.